1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

31

συχνάς, νησιωτι κάς τε καὶ ἠπειρώτιδας, ἀθρόον ἀνατραπῆναι καὶ ἄρδην τοὺς οἰκήτορας διαφθεῖραι. 2 Βηρυτὸς γοῦν ἡ καλλίστη, τὸ Φοινίκων τέως ἐγκαλ λώπισμα, τότε δὴ ἀπηγλαΐσθη ἅπασα, καὶ κατέρριπτο τὰ κλεινὰ ἐκεῖνα καὶ περιλάλητα τῆς οἰκοδομίας δαιδάλματα, ὡς μηδὲν ὁτιοῦν σχεδόν που λελεῖφθαι ἢ μόνα τῆς κατασκευῆς τὰ ἐδάφη. 3 πολὺς μὲν οὖν ὅμιλος ἰθαγενῶν τε καὶ ἐνδαπίων ἀνδρῶν ἀπολώλασιν ὑποπεπιεσμένοι τῷ ἄχθει, πολλοὶ δὲ νέοι ἐπήλυδες εὐπατρίδαι τε καὶ παιδείας ἄριστα ἔχοντες, οἳ δὴ παρῆσαν τοὺς Ῥωμαίων αὐτοῦ ἀναλεξόμενοι νόμους. 60 τοῦτο γὰρ πάτριον τῇ πόλει καὶ ὥσπερ γέρας τι μέγιστον τὰ τοιάδε αὐτῇ ἀνεῖται διδασκαλεῖα. 4 μετεσκευάσαντο τοιγαροῦν ἐν τῷ τότε οἱ τῶν νόμων ἀφηγηταὶ ἐς Σιδῶνα τὴν πόλιν τὴν γείτονα καὶ ἐν τῇδε μετῆκτο τὰ φροντιστήρια, ἕως πάλιν ἡ Βηρυτὸς ἀνεδομήθη. καὶ γέγονεν ἥκιστα μὲν ὁποία πρότερον ἦν, πλὴν ἀλλ' οὐχὶ ἐς ὅσον καὶ ἀγνοεῖσθαι ὡς ἐκείνη εἴη ἡ πάλαι. ἀλλ' οὗτος μὲν ὁ τῆς πόλεως ἀνοικισμὸς καὶ ἡ τῶν διδασκαλείων ἐπάνοδος χρόνῳ ὕστερον ἤμελλεν ἔσεσθαι. 5 τότε δὲ καὶ ἐν τῇ μεγάλῃ Ἀλεξανδρείᾳ, τῇ πρὸς τῷ Νείλῳ ἱδρυμένῃ ποταμῷ, καὶ ταῦτα οὐκ εἰωθὸς σείεσθαι τὸ χωρίον, συναίσθησίς τις τοῦ κλόνου ἐλαχίστη μὲν καὶ ἀφαυροτάτη καὶ οὐ πάμπαν ἀρίδηλος, γέγονε δὲ ὅμως. 6 ἅπαντες δὴ οὖν οἱ ἐπιχώριοι καὶ μάλιστα οἱ σφόδρα γεγηρα κότες ἐν θαύματι μεγάλῳ τὸ ξυνενεχθὲν ἐποιοῦντο, ὡς οὔπω πρότερον γεγενημένον, ἔμενέ τε οἴκοι ὅστις οὐδείς, ἀλλ' ἀνὰ τὰς λεωφόρους τὰ πλήθη ξυνέρρει, τῷ ἀπροσδοκήτῳ δή που καὶ παραδόξῳ πέρα τοῦ μετρίου καταπεπληγμένοι. 7 ἐμοὶ δέ γε καὶ αὐτῷ (ἐτύγχανον γὰρ αὐτοῦ διατρίβων παιδείας ἕνεκα τῆς πρὸς τῶν νόμων) δεδιέναι προσῄει, καὶ ταῦτα ἐπὶ λίαν σμικρᾷ τῇ κινήσει, λογιζομένῳ, ὅτι δὴ αὐτοῖς αἱ οἰκοδομίαι οὐκ ἰσχυραὶ οὐδὲ εὐρεῖαι τυγχάνουσιν οὖσαι οὐδὲ οἷαι καὶ πρὸς βραχὺ ἀνασχέσθαι δονούμεναι, ἀλλ' ἰσχναὶ ἄγαν καὶ ἀσθενεῖς (ἐφ' ἑνὶ γὰρ ὑφαίνονται λίθῳ). 8 ἀλλὰ γὰρ καὶ ὅ τι λόγιμον ἐν τῇ πόλει, ἐδείμαινον καὶ οἵδε, οὔ τί που, οἶμαι, τὸ ἤδη παρῳχηκός, ἀλλ' ὅτι αὐτοῖς καὶ ἐσαῦθις ταὐτὸ τοῦτο ξυμβήσεσθαι οὐκ ἀπὸ τρόπου ἐδόκει. 9 οἱ γὰρ τὴν αἰτίαν τοῦδε τοῦ πάθους ἀναθυμιάσεις τινὰς εἶναι λέγοντες ξηράς τε καὶ λιγνυώδεις, ὑπὸ τὰ γλαφυρὰ τῆς γῆς εἰργομένας καὶ τῷ μὴ δια πνεῖσθαι ῥᾳδίως σφοδρότερον ἔνδον περιδινουμένας, ἃς τὸ ἐπιπροσθοῦν ἅπαν σαλεύειν, ἕως τῇ βιαίᾳ φορᾷ τῆς στεγνότητος ἐνδιδούσης ἐς τοὐμ φανὲς ἀναχθεῖεν, οἱ δὴ οὖν τὰ τοιαῦτα φυσιολογοῦντες τὴν Αἰγυπτίαν φασὶ χώραν οὐ πώποτε σείεσθαι πεφυκέναι, ὡς δὴ χθαμαλήν τε ἀτεχνῶς καὶ ὑπτίαν καὶ ἥκιστα σηραγγώδη ἐντεῦθέν τε οὐκ ἐμφορουμένην, εἰ δέ γε καὶ ὑποδέξαιτο, ἀλλ' αὐτομάτως ὑπὸ χαυνότητος θαμὰ ἐξατμιζομέ 61 νην. 10 ἐπεὶ δὲ ἐν τῷ τότε ἥδε ἡ δόξα, εὖ ποιοῦσα, ἐπεφώρατό τε καὶ ἀπελήλεγκτο μὴ σφόδρα ἐν βεβαίῳ κειμένη, εἰκότως ἄρα ἐδεδίεσαν οἱ γενναῖοι, εἴ γε πρὸς τοὐναντίον αὐτοῖς χωρήσει τοὐπίγραμμα καὶ κινδυνεύσοιεν τὸ λοιπὸν οὐ γαιηόχου μόνον, ἀλλὰ καὶ ἐνοσίχθονος πειρᾶσθαι τοῦ Ποσειδῶνος. 11 ἴσως μὲν οὖν εἰ καί τι μέρος τῆς Αἰγύπ του κεκίνηται, ἀλλ' οὐκ ἐπιλείψουσι τοὺς τὰ τοιαῦτα δεινοὺς καὶ ἕτεροι λόγοι, δι' ὧν ἂν καὶ ὣς ἡ τῶν ἀτμῶν σφίσι κρατύνοιτο δόξα. 12 ἐμοὶ δὲ δοκοῦσιν, ὡς μὲν οἷόν τε ἀνθρώπῳ τεκμηρίοις τισὶ χρωμένῳ τῶν ἀδήλων πέρι διανοεῖσθαι, οὐ πάμπαν διαμαρτεῖν τοῦ πιθανοῦ καὶ εἰκότος, τοῦ δέ γε ὄντως ἀληθοῦς πολλῷ ἀπολείπεσθαι. πῶς γὰρ ἄν τις ἐς τὸ ἀκριβὲς τὰ ἀφανῆ καὶ ὑπέρτερα διαγνοίη; 13 ἀπόχρη δὲ ἡμῖν, εἴ γε τοσοῦτο μόνον εἰδείημεν, ὡς θείῳ νῷ καὶ βουλῇ κρείττονι ἅπαντα διατέ τακται· φύσεως δὲ ἀρχὰς καὶ κινήσεις καὶ τὰς ἑκάστου τῶν γινομένων αἰτίας σκοπεῖν μὲν τῷ λόγῳ καὶ διερευνᾶν οὐ παντελῶς ἄχρηστον ἴσως οὐδὲ ἄχαρι νομιστέον, τό γε μὴν οἴεσθαί τε καὶ πεποιθέναι, ὡς ἔνεστιν ἐφικέσθαι τοῦ ὄντος, μή ποτε ἀλαζονεία εἴη τὸ χρῆμα καὶ ἀμαθέστερον τῆς διπλῆς ἐκείνων