1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

105

βαρβαρική· τοῖς γὰρ ξιφιδίοις τὰς παρειὰς καταξαίνοντες ὠλοφύροντο κατὰ τὸν πάτριον νόμον. 3 Ῥωμαῖοι δὲ ξὺν Βελισαρίῳ ἀπεχώρουν ἐς τὰ ὀπίσω, κρείτ τονα μὲν ἐλπίδος ὡς ἐκ τῶν παρόντων διαπραξάμενοι, ἄξια δὲ ὅμως τῆς τοῦ στρατηγοῦ προμηθείας. τούτου δὲ τοῦ πάθους τοῖς βαρβάροις ξυνενεχθέντος αὐτίκα οἵ γε ἄραντες ἐκ Μελαντιάδος ᾤχοντο ἐς τὰ ὀπίσω πεφοβημένοι. 4 Βελισάριος δὲ καίτοι κατὰ τὸ εἰκὸς οἷός τε ὢν αὐτοὺς πορευομένους μᾶλλόν τι διαχειρίσασθαι καὶ πημῆναι, ἐπισπόμενος ἀνθρώποις ἤδη κατεπτηχόσι καὶ οἷον φυγὴν τὴν ἀναχώρησιν ποι ουμένοις, ὁ δὲ εὐθὺς ὅμως ἀνὰ τὴν πόλιν ἐπανῄει οὐ μάλα ἑκών, ἀλλ' ἐκ βασιλέως αὐτῷ προστεταγμένον. 5 ἐπειδὴ γὰρ ἅπας ὁ δῆμος, τοῦ ἔργου σφίσιν ἀπηγγελμένου, ᾖδον τε αὐτὸν καὶ ἀνύμνουν κατὰ ξυλλό γους, ὡς ὑπ' ἐκείνου περιφανέστατα σεσωσμένοι, τοῦτο δὲ ἔδακε 190 πολλοὺς τῶν ἐν τέλει καὶ ἠνίασε φθόνῳ ληφθέντας καὶ βασκανίᾳ, πάθεσιν οὕτω δεινοῖς καὶ ἀεὶ τὰ κάλλιστα λυμαινομένοις. τοιγάρτοι διέβαλλον τὸν ἄνδρα ὡς μεγαλαυχοῦντα καὶ διαθρυπτόμενον ἐπὶ τῇ τοῦ ὁμίλου εὐνοίᾳ καὶ ἐς ἄλλας ὁρῶντα ἐλπίδας. 6 ὧν δὴ ἕνεκα τάχιστά τε ἀφῖκται, ὡς μὴ τελεώτατον ἄροιτο κλέος, καὶ οὐδὲ ἐπὶ τοῖς ἤδη πεπονημένοις τιμῆς ἀπώνατο τῆς προσηκούσης· ἀλλὰ διέρρει αὐτῷ τὰ τῆς νίκης, τό γε ἐπ' ἐκείνοις, φροῦδα καὶ ἄμισθα καὶ παντάπασι σεσιγημένα. 7 ὡς μὲν οὖν τῶν ἀρίστων ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα μὴ ἐπαινοῖντο μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν, καὶ ὅπως ἐνθένδε τὰ κοινὰ καταδεέστερα γίγνεται τῷ μὴ ὀρθῶς ἀσκεῖσθαι τὰ ἀτιμαζόμενα, εἴτε πολέμων εἶεν ἀγῶνες εἴτε λόγων παιδεῖαι εἴτε ἄλλο τι τῶν οὕτω και ριωτάτων, εἴρηται μὲν ἤδη τοῖς πάλαι σοφοῖς καὶ ἀποδέδεικται, ῥᾴδιον δέ, οἶμαι, καὶ παντὶ τῷ προστυχόντι διαγιγνώσκειν ἐκ τῶν ὁσημέραι ξυμφερομένων. 8 οἱ δὲ Οὖννοι τὰ μὲν πρῶτα δίωξίν τινα ὑποτοπή σαντες καὶ ξὺν θορύβῳ πολλῷ τῶν μακρῶν καλουμένων τειχῶν ὑπεκ βάντες, ἐπειδὴ ἔγνωσαν, ὡς Βελισάριος μετάπεμπτος ἐγεγόνει καὶ οὐδὲ ἕτερός τις αὐτοῖς ἐπεφοίτα, πάλιν σχολαίτερον ἐπορεύοντο. 21. Ἐν τούτῳ δὲ ἅτερος τῶν βαρβάρων ἀποδασμός, οἳ δὴ ἐτύγ χανον ἐφεδρεύοντες τῇ Χερρονήσῳ, πολλάκις μὲν τῷ περιβόλῳ προσ έβαλλον, κλίμακάς τε προσάγοντες καὶ τὰς μηχανὰς τὰς ἑλεπόλεις, πολλάκις δὲ ὑπὸ τῶν ἔνδον ὄντων Ῥωμαίων ἀπεκρούοντο σθένει παντὶ ἀμυνομένων. 2 ἡγεῖτο δὲ τούτων Γερμανὸς ὁ ∆ωροθέου, νέος μέν γε ὢν κομιδῇ καὶ πρῶτος ἤδη ὑπηνήτης, φρονήματι δὲ στρατηγικῷ δια πρέπων καὶ πολλῷ πλέον τῆς ἡλικίας τὸ μεγαλουργὸν κεκτημένος. πατρὶς δὲ ἦν αὐτῷ πόλις Ἰλλυρική, Βεδεριανὰ μὲν ἐκ παλαιοῦ ὀνομα ζομένη, ὕστερον δὲ Πρώτη Ἰουστινιανὴ μετακληθεῖσα· Ἰουστινιανὸς γὰρ ὁ βασιλεύς, ἅτε δὴ κατ' αὐτὴν εἰς φῶς προηγμένος, ἐκόσμησέ τε εἰκότως τὴν πατρίδα ἔργοις ποικίλοις καὶ ἐξ ἀφανοῦς εὐδαίμονα ἐξειρ γάσατο καὶ τῆς οἰκείας αὐτῇ μεταδέδωκε προσηγορίας. ἐκ τούτου δὲ τὸ γένος ἕλκων ὁ Γερμανὸς σφόδρα οἱ ἐπεφρόντιστο. 3 τοιγάρτοι ὀκταετῆ χρόνον ἐκ γενετῆς διανύων ἤχθη πρὸς αὐτοῦ ἐς πόλιν τὴν βασιλίδα καὶ τημελείας ἀπώνατο πάσης. τοῖς τε γὰρ τῶν γραμματιστῶν 191 ὡμίλει διδασκαλείοις καὶ πρός γε ἀνὰ τὰ φροντιστήρια φοιτῶν τῆς τῶν Λατίνων μετέσχε παιδείας. 4 ἐπεὶ δὲ ἐς ἥβης μέτρον ἀφίκετο, ἔστειλέ γε αὐτὸν αὐτίκα ἐν Χερρονήσῳ, ἄρχοντα τοῦ τῇδε στρατοῦ καταστη σάμενος, ὡς ἂν αὐτῷ εὐθὺς τὸ τῆς νεότητος ὀξὺ καὶ ταχύρροπον καὶ πρὸς τὰς δόξας ἠρμένον ἐν τοῖς προσήκουσι καὶ ἀναγκαίοις ἀποπιμ πλάνοιτο, ἀλλὰ μὴ προθέοι καὶ ἀνασκιρτῴη πρὸς κινήσεις ἀλόγους καὶ δημώδεις ὁρμὰς καὶ ἵππων ἁμίλλας τοῖς χρώμασι μεμερισμένας, ἐν οἷς ὡς τὰ πολλὰ τὸ νέον, εἰ μὴ ἐς ἕτερόν τι τῶν χρησίμων ἐνασχοληθείη, ῥᾳδίως ῥέπει καὶ ἐκταράττεται. 5 τότε δὴ οὖν τῶν Οὔννων τῇ Χερ ρονήσῳ προσκαθημένων καὶ ἐνοχλούντων οὐκ ἀνίει ὁ νεανίας τάς τε προσβολὰς ἀνακόπτων καὶ πᾶσαν βουλὴν