1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

74

εἰσφοιτήσεις ἀθρόους γενέσθαι, ἀπειθοῦντος μὲν ἀνέδην τοῦ δυσμενοῦς καὶ διαμαχομένου, τοῦ δὲ παντὸς ἔθνους καὶ μάλα τὴν στάσιν προσιεμένου τῷ πρὸς τὴν κίνησιν τῶν καθεστώτων βαρ βαρικώτερον ὁρμῆς πεφυκέναι καὶ πρός γε πλησίον ἔχειν τοὺς ἀνθεξο μένους; 11 τοιγάρτοι τὸν ἀρχηγὸν ἡμεῖς τῆς ἐπιβουλῆς ἀνελόντες τοσούτων συμφορῶν ἑσμὸν παρόντα ἤδη καὶ ὠδινόμενον οὕτω πως εὐκολώτατα κατεπαύσαμεν, ὡς νῦν ἀπιστεῖσθαι περιφανῶς, εἴπερ ὅλως τι καὶ ἤμελλεν ἔσεσθαι. 10. «Μὴ τοίνυν, ὦ δικαστά, τὴν ἐπιστολὴν προφερόντων μηδὲ κακιζόντων ἡμᾶς ὡς δὴ τοῖς ἐν αὐτῇ γεγραμμένοις οὐδαμῶς ἠκολουθη κότας. τῷ γὰρ οὐ λίαν ἔνδηλον, ὡς τὸ γεγράφθαι, χρῆναι πρὸς τὴν βασιλέως αὐτὸν πόλιν ἰέναι, ἀπόπειρα μόνον ὑπῆρχε καὶ βάσανος, εἴπερ αὐθαιρέτως εἴκοι τοῖς προσταττομένοις, ὥστε δικαίως ἁρμόσασθαι; 2 γνωσθὲν τοίνυν ῥᾳδίως ἡμῖν τὸ ἀνήκουστον τῆς γνώμης καὶ ἁμιλ λώμενον, δι' ὃ τὸ ἔλαττον ἀπεσείσατο, πῶς ἐπὶ τὸ μεῖζον ἔδει προτρέ πειν καὶ μὴ θᾶττον εἰς ἐκεῖνο τὸ πέρας ἐλθεῖν, εἰς ὅπερ πολλῶν ἐν μέσῳ 136 ξυμβεβηκότων δεινῶν πρὸς ἀνάγκης καὶ ὣς περιήχθημεν ἄν; οὐ γὰρ ἔνεστι τοὺς τὴν ἀκμὴν τοῦ καθήκοντος καιροῦ περιορῶντας καὶ μὴ τοῖς πρακτέοις ἁρμοζομένους ἐν ὑστέρῳ τὸ παρειμένον ἀνακαλεῖσθαι. 3 ἐλείπετο δὴ οὖν, ὡς ἔοικε, καθά φασιν οἱ κατήγοροι, δίκην τινὰ κινεῖν πρὸς Γουβάζην καὶ ληρώδεις ἀγῶνας ἐγείρειν καὶ τῆς τῶν πραγμάτων ἀσφαλείας ἀνθαιρεῖσθαι μᾶλλον τὴν ἐπὶ τοῖς λόγοις κομψείαν. ἀλλ' οὐ συνεχώρουν, ὦ κακοδαίμονες, οἱ Πέρσαι παρόντες καὶ τοῖς ἔργοις ἐγκεί μενοι καὶ τῆς Κολχικῆς χώρας ἁπάσης ταῖς τούτου βουλαῖς ἐπιλαμβάνεσ θαι παρεσκευασμένοι. 4 ἐπεὶ δὲ πανταχόθεν ὁ Γουβάζης ἀποδέδεικται πολέμιός τε καὶ προδότης καὶ πρὸς τυραννικὰς ἐλπίδας ἠρμένος, τί διαφέρειν οἴονται σφίσιν οἱ Κόλχοι, εἴτε παρ' ἡμῶν εἴτε παρ' ἑτέρων ἀνῄρηται; 5 οὐ γὰρ στρατηγοῖς μόνοις ἢ τοῖς ἄλλως δυνατωτάτοις ὁ τῆς εὐνοίας ἐθέλει σκοπὸς ἐμφύεσθαι καὶ προσιζάνειν, ἀλλὰ παντὶ τῷ βουλομένῳ βατὸν δήπου καὶ προσῆκον τῆς ἐν ᾗ τέτακται πολιτείας ὑπεραλγεῖν καὶ τὸ κοινῇ συνοῖσον ἐς δύναμιν κατορθοῦν. 6 οὐκοῦν εἰ καὶ βδελυροὶ κατ' αὐτοὺς καὶ κατάπτυστοι καθεστήκαμεν, ἀλλὰ πιστό τατοι βασιλεῖ καὶ φιλορώμαιοι καὶ οἷοι τοῖς ἐπιβουλεύειν πειρωμένοις μὴ ἐφιέναι. εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἴσθι σαφῶς, ὦ δικαστά, καλὸν μὲν ὡς ἀληθῶς καὶ δίκαιον τὸ παρ' ἡμῶν ἐν δέοντι τολμηθέν, οὐκ ἄνευ δὲ τῆς Μαρτίνου γνώμης γεγενημένον.» 11. Εἰρημένων δὲ καὶ τούτων ὁ Ἀθανάσιος τὸ μὲν παραυτίκα οὐχ ἧσσον τοὺς Ῥουστίκου προσίετο λόγους. συστάσης δὲ καὶ δὶς ἀγωνίας, ἐπειδὴ ἅπαντα ἐς τὸ ἀκριβὲς γνωματεύων καὶ ἀνερευνώμενος, οὐδέν τι αὐτῷ ἐναργὲς προδοσίας ἢ τυραννίδος ἐγχείρημα ἡμαρτῆσθαι ὑπὸ τοῦ Γουβάζου ἐδέδεικτο, ἄδικος δὲ μᾶλλον καὶ παρανομώτατος ὁ φόνος γεγενημένος, ὡς καὶ τῆς ἐπὶ τὴν Ὀνόγουριν συστρατείας οὐ μηδισ μοῦ χάριν ἀπαγορευθείσης, ἀλλὰ τῷ ἄχθεσθαί γε αὐτὸν κατὰ τῶν στρατηγῶν, ἀνθ' ὧν αὐτῆς καὶ ἀπεστέρηντο ῥᾳστώνῃ πολλῇ καὶ ἐκμελείᾳ κεχαυνωμένοι· ἐπειδὴ οὖν ταῦτα ἐγίγνωσκε, τότε δὴ τὸ μὲν ἐπὶ Μαρτίνῳ λεχθέν, ὡς ἄρα καὶ ἐκείνῳ μετῆν τῶν ἐς τοῦτο βεβουλευ μένων, ἀνοίσειν βασιλεῖ διενοεῖτο. 2 τοῖς γε μὴν τὸ ἀπεκτονέναι περιφανῶς ὡμολογηκόσι κρίσιν ἐπῆγεν ἀνάγραπτον, ἐν ᾗ διέταττε 137 θᾶττον αὐτοὺς διαφθαρῆναι ὑπὸ τὴν δικαστικὴν μάχαιραν γιγνομένους καὶ τὰς κεφαλὰς ἀφαιρουμένους. 3 καὶ οἱ μὲν ἐπὶ τοῖς ὀρεῦσιν ἥμε νοι καὶ ἀνὰ τὰς λεωφόρους περιενεχθέντες μέγιστον θέαμα τοῖς Κόλχοις εἶναι ἐδόκουν καὶ πλείστης ἄξιον εὐλαβείας. ἐτεθήπεσάν τε καὶ ἐπὶ τῷ κήρυκι τορόν τι μάλα βοῶντι καὶ διαπρύσιον καὶ παρεγγυῶντι δεδιέναι τοὺς νόμους καὶ φόνων ἀδίκων ἀπέχεσθαι. 4 ἐπεὶ δὲ αὐτοῖς καὶ ἀπετέτ μηντο οἱ αὐχένες, τότε δὴ ἅπαντες ἐς οἶκτον ἐτράποντο, ἀποβεβληκότες τὸ χαλεπαῖνον. καὶ ἐπὶ τούτοις ἐλέλυτο μὲν ὁ ἀγών· οἱ δὲ Κόλχοι αὖθις διετέλουν εὖνοι ὄντες ἐς τὰ μάλιστα