1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

95

ἀπειλημμένον ἀέρα ἀφετὸν μὲν ἔχειν τὴν ἄνω φορὰν διὰ τῆς κενότητος ἀνιόντα καὶ γυμνῇ προσ ψαύειν τῇ ὀροφῇ κατὰ τὸ παρεῖκον, καὶ τῇ βύρσῃ περιεχόμενον, ἥκιστα δὲ ἐς τὰ ἐκτὸς διαρρεῖν καὶ ὑπεκφέρεσθαι. 4 ταῦτα δὴ οὖν ἐκ τοῦ ἀφανοῦς καταστησάμενος πῦρ ἐνῆκε σφοδρὸν ὑπὸ τοὺς τῶν λεβήτων πυθμένας καὶ φλόγα ἐξῆψε μεγάλην· αὐτίκα δὲ τοῦ ὕδατος διαθερομένου καὶ ἀνακαχλάζοντος ἀτμὸς ἐπῆρτο πολὺς καὶ ἀνερριπίζετο παχύς τε καὶ πεπυκνωμένος· οὐκ ἔχων δὲ ὅπῃ διαχυθείη, ἐπὶ τοὺς αὐλοὺς ἀνεῖρπε καὶ τῇ στενότητι πιεζόμενος βιαιότερον ἀνεπέμπετο, ἕως τῇ στέγῃ προσπταίων ἐνδελεχέστατα ἐδόνησεν ἅπασαν καὶ διέσεισεν, ὅσον ὑποτρέμειν ἠρέμα καὶ διατετριγέναι τὰ ξύλα. 5 οἱ δὲ ἀμφὶ τὸν Ζήνωνα ἐταράττοντο καὶ ἐδείμαινον καὶ ἀμφὶ τὴν λεωφόρον ἐξέπιπτον ποτνιώ μενοι καὶ βοῶντες καὶ τῷ δεινῷ καταπεπληγμένοι· φοιτῶν τε ἐκεῖνος ἐν τοῖς βασιλείοις ἀνεπυνθάνετο τῶν γνωρίμων, ὅπως αὐτοῖς τὰ τοῦ σεισμοῦ κατεφάνη καὶ μή τι σφᾶς ὅτῳ δὴ οὖν τρόπῳ διεδηλήσατο. τῶν δὲ «εὐφήμει» λεγόντων «ὦ τᾶν» καὶ «ἄπαγε» καὶ «μήποτε γένοιτο» 173 καὶ πρός γε νεμεσώντων αὐτῷ ὡς δὴ τοιαῦτα φευκτὰ καὶ ἀπαίσια τερατευομένῳ, οὐκ εἶχεν ὅ τι καὶ διανοηθείη. οὔτε γὰρ ἀπιστεῖν ἑαυτῷ οἷός τε ἦν ἐφ' οἷς ἠπίστατο ἀρτίως γεγενημένοις καὶ διαμάχεσθαι κατῃδεῖτο ἐπὶ πολὺ τοσούτοις ἀνδράσι καὶ οὕτω καταμεμφομένοις. 8. Τούτῳ δὴ οὖν πολλῷ τῷ λόγῳ ἐχρῶντο οἱ τὰς ἀναθυμιάσεις καὶ τὰ λιγνυώδη πνεύματα γένεσιν τῶν σεισμῶν ἀποκαλοῦντες. «καὶ γὰρ ὁ μηχανοποιὸς» ἔφασαν «τὴν αἰτίαν διαγνούς, ὅθεν τὴν γῆν κινεῖσθαι ξυμβαίνει, παραπλήσια ἔδρασε καὶ τῇ τέχνῃ τὴν φύσιν ἀπεμι μήσατο.» καὶ ἔλεγον μέν τι, οὐ μέντοι γε ὅσον ᾤοντο. 2 ἐμοὶ γὰρ τὰ τοιαῦτα πιθανὰ μὲν εἶναι δοκεῖ καὶ κομψότερόν πως ἐξευρημένα, οὔπω δὲ ἐναργῆ γνωρίσματα τῶν ὡς ἀληθῶς γιγνομένων. οὐ γὰρ ὅτι τὰ κυνίδια ταῦτα δήπου τὰ Μελιταῖα ἐπὶ ταῖς στέγαις διέρποντα σείουσί τε αὐτὰς καὶ ἀνακινοῦσι, καὶ ταῦτα ἐπὶ βαδίσματι κουφοτάτῳ, ἤδη που ὅμοιον φήσειεν ἄν τις εἶναι τὸ χρῆμα καὶ τούτῳ καθάπερ ἱκανῷ παραδείγματι χρέοιτο. 3 ἀλλ' ἐκεῖνα μὲν παίγνια τῆς μηχανοποιΐας, οὐ φαῦλα μέντοι οὐδὲ ἀτερπῆ νομιστέον, τῶν δὲ τῆς ὕλης ἁμαρτημάτων ἄλλα ἄττα (εἴπερ ἄρα καὶ δεῖ) ζητητέον τὰ αἴτια. ἐπεὶ οὐδὲ τοῦτο μόνον Ἀνθέμιος ἐπὶ Ζήνωνι ἐμηχανήσατο, ἀλλ' ἄρα ὅ γε κατήστραψέν γε αὐτοῦ καὶ κατεβρόντησε τὸ δωμάτιον. 4 δίσκον μὲν γάρ τινα ἐσόπτρου δίκην ἐσκευασμένον καὶ ἠρέμα ὑποκοιλαινόμενον ταῖς τοῦ ἡλίου ἀντερείδων ἀκτῖσιν ἐνεπίμπλα τῆς αἴγλης· καὶ εἶτα μετάγων ἐφ' ἕτερα πολλὴν ἀθρόον αὐτῷ κατηκόντιζε λαμπηδόνα, ὡς ἁπάντων ἐφ' οὓς ἂν φέροιτο ἀμβλύνεσθαι τὰς ὄψεις καὶ σκαρδαμύττειν· συντρίψεις δέ τινας καὶ ἀντιτυπίας σωμάτων ἐπινοῶν βαρυηχοτάτων κτύπους ἀπετέ λει σφοδροὺς καὶ βροντώδεις καὶ οἵους ἐκπλῆξαι τὴν αἴσθησιν, ὡς ἐκεῖνον μόλις γοῦν διαγνόντα ὅθεν ἕκαστα γίγνεται, προκαλινδεῖσθαι ἀναφανδὸν ἀμφὶ τὼ πόδε τοῦ βασιλέως καὶ κατηγορεῖν τοῦ γείτονος, ὡς κακοῦ καὶ ἀδικωτάτου· ὥστε ἀμέλει καὶ χαρίεν τι ὑπ' ὀργῆς ἐπεφθέγγετο. 5 ποιη τικὰ γὰρ παρῴδει ῥημάτια καὶ ἀνεβόα ἐπὶ τῆς συγκλήτου βουλῆς ὥσπερ εἰρωνευόμενος, ὡς οὐχ οἷόν τε αὐτῷ μόνῳ γε ὄντι ἀνθρώπῳ κατὰ ταὐτὸν ἅμα πρός τε ∆ία τὸν ἀστεροπητὴν καὶ ἐρίγδουπον καὶ πρός γε Ποσειδῶνα τὸν ἐννοσίγαιον διαμάχεσθαι. 6 καλὰ μὲν οὖν τῆσδε 174 τῆς τέχνης καὶ αὐτὰ δήπου τὰ ἀθύρματα, οὐ μὴν ἀνάγκη τὴν φύσιν ἕπεσθαι τούτοις καὶ ἐξισοῦσθαι. πλὴν ἀλλ' ἕκαστος μὲν ἐχέσθω καὶ τῶν δε πέρι ὁποίας ἂν καὶ βούλοιτο γνώμης· ἐμοὶ δὲ ἐς τὸν πρότερον λόγον ἐπανιτέα. 9. Ἐκείνου μὲν γὰρ τοῦ χειμῶνος ἐν τοῖσδε ἡ πόλις ἐτύγχανεν οὖσα, καὶ ἅπασιν ἐπὶ πλείστας ἡμέρας σείεσθαί πως ἐδόκει τὸ ἔδαφος, καὶ ταῦτα ἀτρεμοῦν ἤδη καὶ πεπαυμένον. ἔναυλον γὰρ ταῖς ψυχαῖς ὑπῆρχε τὸ πάθος καὶ ἡ ὑποψία ἐνέκειτο ἐπιθολοῦσα τὸ λογιζόμενον. 2 ὁ δὲ βασιλεὺς πολλὰ τῶν