1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

88

τοῦτο σημαίνει, ὅτι ἠθέλησε γυμνῶσαι τοὺς λογισμοὺς αὐτοῦ. Οὐ γὰρ αὐτὸς ἀγνοεῖ τῶν ἀνθρώπων τὰ ἐνθυμήματα ὁ ἐπιστάμενος καρδίας μονώτατος· ἀλλὰ τοῖς ἄλλοις ἀποκαλύπτει τὰ κεκρυμμένα. Ἀπήλαυσε δὲ καὶ ἐπιταφίων λαμπρῶν. Μετὰ πολλῆς γὰρ αὐτὸν τιμῆς καὶ δόξης κατέθηκαν. Τοῦ Μανασσῆ δὲ τὴν ἀσέβειαν καὶ ἡ τῶν Βασιλειῶν ἐδίδαξε βίβλος. Οὐ γὰρ μόνον τοὺς δυσσεβεῖς βασιλεῖς ὑπερηκόντισεν· ἀλλὰ καὶ τὰ ἔθνη, φησὶν, ἃ ἐξῆρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. Ἔτισε δὲ καὶ δίκας τῆς ἀσεβείας. Παρεδόθη γὰρ τῷ βασιλεῖ τῶν Ἀσσυρίων, καὶ ἀπήχθη πεπεδημένος εἰς Βαβυλῶνα. Ἀλλὰ τῆς φιλανθρωπίας ἡ ἄβυσσος μετέδωκε καὶ τούτῳ τῶν τοῦ ἐλέους κρουνῶν· "Ὡς γὰρ ἐθλίβη, φησὶ, Μανασσῆς, ἐδεήθη τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου τοῦ Θεοῦ τῶν πατέρων αὐτοῦ. Καὶ προσηύξατο πρὸς αὐτὸν, καὶ ἐπήκουσε τῆς φωνῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός." Τοσοῦτον ἡ παιδεία τοὺς βουλομένους ὀνίνησι. Ἃ γὰρ βασιλεύων οὐκ εἶχε, ταῦτα δουλεύων ἐκτήσατο. Τῆς γὰρ δουλείας ἀπαλλαγεὶς, "περιεῖλε, φησὶ, τοὺς θεοὺς τοὺς ἀλλοτρίους, καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου, καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου, καὶ ἐν Ἱερουσαλήμ· καὶ Ἐξέβαλεν ἔξω τῆς πόλεως, καὶ κατώρθωσε θυσιαστήριον Κυρίου, καὶ ἔθυσεν ἐπ' αὐτῷ θυσίαν σωτηρίου καὶ αἰνέσεως." Ἐδίδαξε δὲ καὶ τὸν λαὸν εὐσεβεῖν. "Εἶπε γὰρ, φησὶ, Μανασσῆς τῷ Ἰούδα, δουλεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ." Τὸ δὲ ἀτελὲς τοῦ λαοῦ πάλιν ὁ λόγος δεδήλωκεν. Ἐπήγαγε γὰρ, ὅτι ἔτι ὁ λαὸς ἐπὶ τῶν ὑψηλῶν ἐθυσίαζεν. Ὅτι δὲ τῷ Θεῷ ἐν τοῖς ὑψηλοῖς ἔθυον, σαφῶς ἐνταῦθα ἡ ἱστορία δεδήλωκεν· ἐπήγαγε γάρ· "Πλὴν εἰς κενὸν Κυρίῳ τῷ Θεῷ αὐτῶν." Τὰ δὲ κατὰ τὸν Ἀμὼν καὶ Ἰωσίαν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἡρμηνεύσαμεν. Ζητητέον δὲ, πῶς ἔνδον οὔσης τῆς κιβωτοῦ ἐν τῷ Ἁγίῳ τῶν ἁγίων, τοῖς Λευΐταις ὁ Ἰωσίας ἁγνισθῆναι προσέταξε, τοῦ δοῦναι τὴν κιβωτὸν τὴν ἁγίαν ἐν τῷ οἴκῳ Κυρίου. Καὶ τὰ ἑξῆς δὲ τοῦτο δηλοῖ· "Καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν ἐν τῷ οἴκῳ, 80.857 ὃν ᾠκοδόμησε Σολομὼν, ὃ υἱὸς ∆αβὶδ τοῦ βασιλέως Ἰσραήλ." Ἐγὼ δὲ οἶμαι, ἢ τὸν Ἀσσύριον ἐπὶ τοῦ Μανασσῆ τὴν πόλιν ἑλόντα ἐξαγαγεῖν τὴν κιβωτὸν ἔνδοθεν· ἤ τινα τῶν δυσσεβῶν βασιλέων, τῶν μετὰ τὸν Ἐζεκίαν βεβασιλευκότων, ἢ τὸν Μανασσὴν, ἢ τὸν Ἀμών· εἶτα τοῦτο τὸν Ἰωσίαν μεμαθηκότα εἰς τὸν οἰκεῖον ἀποκαταστῆσαι τόπον. Πάλιν μέντοι ἡ ἱστορία τὸν Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ προφήτας ἐκάλεσε. "Κατὰ τὰς ἐντολὰς, φησὶ, ∆αβὶδ, καὶ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τῶν προφητῶν τοῦ βασι- λέως." Τὸ δὲ Κερεσεὶμ εἶδος εἶναι μαντείας ὑπολαμβάνω· τοῖς γὰρ ἐγγαστριμύθοις, καὶ τοῖς γνώσταις, καὶ τοῖς θεραφὶμ συνῆπται. Τοσαύτη δὲ ἦν τοῦδε τοῦ βασιλέως ἡ ἀρετὴ, ὅτι καὶ θρῆνον ὁ προφήτης Ἱερεμίας συνέγραψε, καὶ τοῦτον τοῖς ᾠδοῖς δέδωκε, καὶ ταῖς ᾀδούσαις, ὥστε τοῦτον ᾄδειν καθ' ἕκαστον ἐνιαυτὸν ἐπιτελοῦντας τὴν μνήμην. Τὰ δὲ κατὰ τοὺς λοιποὺς βασιλεῖς ὁ προφήτης Ἱερεμίας διὰ πλειόνων ἐδίδαξεν. Ἡμεῖς δὲ διὰ τῆς θείας χάριτος κἀκείνην τὴν βίβλον ἑρμηνεύσαντες αὖθις ἑρμηνεῦσαι ταύτην περιττὸν ὑπειλήφαμεν. Ὅτι δὲ ἐκ πολλῶν προφητικῶν βίβλων ταῦτα ὁ ἱστοριογράφος μετὰ πολὺν χρόνον συνήγαγε, τὸ τέλος τῆς βίβλου ἐκδιδάσκει· μέμνηται γὰρ Κύρου τοῦ Περσῶν βασιλέως, καὶ τῆς ἐπανόδου τῶν αἰχμαλώτων.