1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

45

οὕτως ἐκάλεσαν. Σολομὼν μέντοι ὁ πολυθρύλλητος, ὁ τοσούτων παρὰ τοῦ Θεοῦ δωρεῶν ἀξιωθεὶς, καὶ τοὺς βασιλεῖς τοὺς πελά ζοντας ὑποτελεῖς ἐσχηκὼς, καὶ τοῖς ἀπὸ τοῦ Εὐ φράτου μέχρι Νείλου δασμὸν ἐπιθεὶς, τῶν θείων δω ρεῶν ἐπελήσθη. Λαγνίστατος γὰρ γενόμενος, παμ πόλλαις μὲν ὡμίλησε γυναιξίν· Οὐκ ἠρκέσθη δὲ τοῖς ἐγχωρίοις, ἀλλὰ παρὰ τὸν νόμον καὶ ἀλλοφύλους ἠγάγετο. Πρῶτον μὲν τοῦ Φαραὼ τὴν θυγατέρα, ἔπ ειτα δὲ Μωαβίτιδας, καὶ Σύρας, καὶ Ἰδουμαίας, καὶ Ἀμοῤῥαίας, ἐξ ὧν ἀπηγόρευσεν ὁ Θεὸς τὰς ἐπι γαμίας ποιεῖσθαι, ἵνα μὴ ὁ περὶ ταύτας ἔρως δουλεῦ σαι τοῖς τούτων ἀναγκάσῃ θεοῖς. Τοῦτο γὰρ καὶ οὗτος 80.701 ὑπέμεινε. Ὠκοδόμησε γὰρ ὑψηλὸν τῷ Χαμὼς εἰδώ λῳ Μωὰβ, καὶ τῷ Μελχὼλ εἰδώλῳ υἱῶν Ἀμμὼν, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. "Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις. Ἐθυμία καὶ ἔθυε τοῖς εἰδώλοις αὐτῶν." Οἱ δὲ ἄλ λοι ἑρμηνευταὶ "Ἐθυμίων, εἶπον, καὶ ἔθυον." ∆ῆλος δὲ ὁ λόγος, ὅτι αὐτὸς μὲν ᾠκοδόμησεν αὐ ταῖς τὰ τεμένη, ἐκεῖναι δὲ τοῖς εἰδώλοις ἐλάτρευον. Ἀλλ' οὐδὲ οὕτω τῆς κατηγορίας ἦν ἐλεύθερος. "Ἐποίησε γὰρ, φησὶν, ὁ Σολομὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς ∆αβὶδ ὁ πατὴρ αὐτοῦ. Καὶ ὠργίσθη Κύριος ἐπὶ Σολο μῶντι, ὅτι ἐξέκλινε τὴν καρδίαν ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς, καὶ ἐντειλαμένου αὐ τῷ περὶ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆ ναι ὀπίσω θεῶν ἀλλοτρίων, καὶ φυλάξαι καὶ ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος. Οὐκ ἦν ἡ καρδία αὐ τοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ." Εἰς ἐπίτασιν δὲ κατηγορίας, τῆς θείας ἀποκαλύψεως τῆς δὶς γενομένης ἐμνή σθη. Οὐδὲ γὰρ δι' ἄλλου προφήτου, φησὶ, τὸ πρα κτέον αὐτῷ ὑπέδειξεν· ἀλλ' αὐτὸς αὐτῷ πρὸ πάντων ἀπηγόρευσε τῶν ψευδωνύμων θεῶν τὴν λατρείαν· εἶτα καὶ τοὺς ἄλλους νόμους φυλάττειν ἐκέλευσεν. Ἐπειδὴ δὲ διὰ τῆς ἀκολασίας εἰς ἀσέβειαν ἀπέκλινε, καὶ γέγονεν ἡ λαγνεία τῆς τῶν εἰδώλων πρόξενος θεραπείας, τῆς οἰκείας κηδεμονίας αὐτὸν ἐγύμνωσεν. "∆ιαῤῥήξω γὰρ, ἔφη, τὴν βασιλείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου." Εἶτα δείκνυσι τὴν ἄμετρον ἀγαθότητα· "Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα διὰ ∆αβὶδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν." Σὺ μὲν γὰρ ἔχεις ἐπικουροῦντα τὸν πατέρα· ἐκεῖνος δὲ πατρι κῆς βοηθείας γεγύμνωται. "Πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω. Ἓν σκῆπτρον δώσω τῷ υἱῷ σου, διὰ ∆αβὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ, τὴν πόλιν ἣν ἐξελεξάμην." Προσθήσω, φησὶ, τὸν Βενιαμὶν τῇ τοῦ Ἰούδα φυλῇ. Μάλα δὲ εἰκότως συνῆψε τὰς δύο φυλάς· τὸ μὲν γὰρ βασιλικὸν γένος εἶχεν ἡ τοῦ Ἰούδα, τὸν δὲ θεῖον ναὸν ἡ τοῦ Βενιαμίν. Τῆς γὰρ Ἱερουσαλὴμ ὁ κλῆρος τῆς Βενιαμίτιδος ὑπῆρχε φυ λῆς. Ἐντεῦθεν δὲ λέγει τοὺς ἐπαναστάντας πολε μίους τῷ Σολομῶντι, ὅτι ἕως μὲν τῆς θείας ἀπήλαυε προμηθείας, ἐν εἰρήνῃ καὶ γαλήνῃ διῆγε, πάντας ἔχων ὑποκειμένους, καὶ δασμὸν κομίζοντας ὅτι μάλι στα πλεῖστον. Ἐπειδὴ δὲ ταύτης ἐγυμνώθη, τοῖς δυσ μενέσιν εὐεπιχείρωτος γέγονεν. 80.704 ΕΡΩΤ. ΛΖʹ. Τίνα λέγει Σατᾶν; Τὸν ἀποστάτην, τὸν ἀνθιστάμενον, τὸν ἐναντιούμε νον. Ὅτι δὲ δύο φυλὰς τῇ ∆αβιδικῇ καταλέλοιπε βα σιλείᾳ, τὰ ἑξῆς δηλοῖ. Ἀχιὰ γὰρ ὁ προφήτης ὁ Σι λωνίτης διελὼν τὴν ἀμπεχόνην εἰς δυοκαίδεκα μόρια, δέκα λαβεῖν προσέταξε τῷ Ἱεροβοάμ. Εἶτα λύει τὸ αἴνιγμα· "Ἰδοὺ ἐγὼ ῥήξω τὴν βασιλείαν ἐκ χει ρὸς Σολομῶντος, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ ∆αβὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐμαυτῷ ἐκ πασῶν φυλῶν Ἰσραὴλ, ἀνθ' οὗ ἐγκατέλιπέ με, καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ Μελχὸλ προσ οχθίσματι υἱῶν Ἀμμών." Ἐκ τούτων δῆλόν ἐστι, ὅτι καὶ αὐτὸς τοῖς εἰδώλοις ἐλάτρευσεν. ΕΡΩΤ. ΛΗʹ. Τί ἐστιν, "Ὅπως ἡ θέλησις ∆αβὶδ τοῦ δούλου μου διαμείνῃ πάσας τὰς ἡμέρας ἐνώπιόν μου ἐν Ἱερουσαλὴμ, τῇ πόλει ἣν ἐξελεξάμην ἐμαυ τῷ, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ;" Ἄνωθεν, φησὶ, προϊδὼν τὴν τοῦ ∆αβὶδ ἀρετὴν, ἐξ ελεξάμην αὐτὸν, καὶ εὐδόκησα ἐν