1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

78

ἄκοντας αὐτοὺς ἐξέβαλεν Ἱερο βοὰμ, καὶ οἱ υἱοὶ αὐτοῦ, τοῦ μὴ λειτουργεῖν τῷ Κυρίῳ· καὶ κατέστησεν αὐτῷ ἱερεῖς τῶν ὑψηλῶν, καὶ τοῖς εἰδώλοις, καὶ τοῖς ματαίοις, καὶ ταῖς δα μάλεσιν αἷς ἐποίησεν Ἱεροβοάμ. Ἠκολούθησαν δὲ τοῖς ἱερεῦσι, καὶ τοῖς Λευΐταις, καὶ ἐκ τῶν ἄλλων φυλῶν εὐσεβεῖς· "Ἀπῆλθον γὰρ, φησὶν, ὀπίσω αὐ τῶν ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ, οἳ ἔδωκαν καρδίαν αὐ τῶν ζητῆσαι Κύριον τὸν Θεὸν Ἰσραήλ." Καὶ, "Ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ τῷ Θεῷ αὐτῶν, καὶ κατισχῦσαι τὴν βασιλείαν Ἰούδα." Ὁ δὲ φιλάνθρωπος ∆εσπότης δυσσεβήσαντα μὲν τὸν Ἱεροβοὰμ τῷ Σουσακεὶμ παραδέδωκε. ∆ιὰ Σαμαίου δὲ τοῦ προφήτου καὶ αὐτῷ καὶ τοῖς ἄρχουσιν εἰπὼν, "Ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακείμ·" ὡς εἶδεν ἐντραπέντας, καὶ τὴν ἀσέβειαν ὁμολογήσαντας, ἔφῃ τῷ προφήτῃ· "Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτοὺς, καὶ δώσω αὐτοὺς ὡς εἰς σμικρὸν εἰς σωτηρίαν·" ἀντὶ τοῦ, Τὸν σπινθῆρα τῆς εὐλογίας τῆς οἰκουμένης ἐν αὐτοῖς διαφυλάξω· "καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐπὶ Ἱερουσαλὴμ ἐν χειρὶ Σουσακείμ." Οὐ νῦν αὐτοὺς, φησὶ, παραδώσω πανωλεθρίᾳ, ἀλλ' εἰς ὕστερον φυλάξω τὴν τιμωρίαν· ἐπὶ δὲ τοῦ παρόντος αὐτοῖς τὸν τῆς δουλείας ἐπιθήσω ζυγόν. "Ἔσονται γὰρ αὐτῷ, φησὶν, εἰς δούλους, καὶ γνώσονται τὴν δου λείαν μου, καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς." Ἀπὸ συγκρίσεως, φησὶν, αὐτοὺς διδάξω, ὅπως χρη στὸς ὁ ἐμὸς ζυγὸς, καὶ ὅπως βαρὺς ὁ τῶν ἀνθρώπων ζυγός. Πάλιν δὲ καὶ ἑτέρας ἐδιδάχθημεν γεγενῆσθαι βίβλους προφητικάς· "Οἱ λόγοι γὰρ, φησὶ, Ῥο βοὰμ, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, οὐκ ἰδού εἰσι γε γραμμένοι ἐν τοῖς λόγοις Σαμαίου τοῦ προφήτου, καὶ Ἰαδὼκ τοῦ ὁρῶντος τοῦ γενεαλογῆσαι, καὶ αἱ πράξεις αὐτοῦ;" Ἄξιον δὲ θαυμάσαι τὴν τοῦ Ἀβιᾶ δημηγορίαν. Τῶν γὰρ δέκα φυλῶν ὀκτακο σίας χιλιάδας κατ' αὐτοῦ στρατευομένας ἰδών· ἡγεῖτο δὲ αὐτῶν Ἱεροβοάμ· οὗτος μετὰ τετρακοσίων χιλιάδων παραταττόμενος, πρὸς τοὺς ἀντιπαρατασ σομένους ἔφη· "Οὐχ ὑμῖν γνῶναι, ὅτι Κύριος ὁ 80.825 Θεὸς Ἰσραὴλ ἔδωκε βασιλείαν τῷ ∆αβὶδ ἐπὶ Ἱερουσαλὴμ εἰς τὸν αἰῶνα, καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκην ἁλὸς αἰωνίαν; Οὐχ ὑμᾶς, φησὶν, ἔδει γνῶναι, ὡς θεόσδοτος ἡ τοῦ ∆αβὶδ βασιλεία, καὶ τέλος οὐ δεχο μένη κατὰ τὴν θείαν ὑπόσχεσιν; Πῶς οὖν ἀνεστή σατε τύραννον τοῦ πατρός μου τὸν δοῦλον; ∆ιαθήκην δὲ ἁλὸς αἰωνίαν τὸ βέβαιον τῆς βασιλείας ἐκάλεσεν· ἐπειδὴ καὶ βάρβαροι πολλάκις συνεσθίοντες πολε μίοις βεβαίαν εἰρήνην φυλάττουσι, τῶν ἁλῶν μεμνη μένοι. Ἀλλ' ὁ ἐμὸς πατὴρ, φησὶ, διὰ νεότητα καὶ δειλίαν παρεχώρησε τῇ τυραννίδι· ἐγὼ δὲ ὑμῖν ἐπιμέμφομαι, ὅτι κατὰ τῆς θείας βασιλείας θρα σύνεσθε, ἣν τῷ γένει τοῦ ∆αβὶδ ὁ τῶν ὅλων ἐδωρή σατο Κύριος· καὶ θαῤῥεῖτε τῷ πλήθει, καὶ ταῖς χρυσαῖς δαμάλεσι, δι' ἃς καὶ τοῦ Θεοῦ τοὺς ἱερέας ἐξελάσαντες, ἑτέρους ἀντ' αὐτῶν κατεστήσατε, παραπλήσια δρῶντες τοῖς ἔθνεσι. Καὶ γὰρ ἐκεῖνοι τοὺς τυχόντας ἱερέας χειροτονοῦσι τοῖς οὐκ οὖσι θεοῖς. Ἡμεῖς δὲ τῷ ἀληθινῷ θαῤῥοῦμεν Θεῷ, οὗ καὶ τοὺς ἱερέας, καὶ τοὺς Λευΐτας γεραίρομεν, καὶ κατὰ τὸν θεῖον νόμον τὰς θυσίας προσφέρομεν, καὶ κατὰ τὰς τούτου διατάξεις παρατασσόμεθα, ταῖς θείαις σάλπιγξι τὸν πόλεμον προσημαίνοντες. ∆ιὸ παρεγγυῶ μὲν ὑμῖν μὴ ἀντιπαρατάξασθαι τῷ ∆εσπό τῃ Θεῷ, ὃς τῆς ἡμετέρας φάλαγγος στρατηγεῖ. Μεταγνώσεσθε γὰρ τοῦτο ποιήσαντες. Τούτων εἰρη μένων, ἐκύκλωσαν μὲν τὸν Ἰούδαν αἱ δέκα φυλαί· ἠλάλαξαν δὲ οὗτοι, καὶ τὴν θείαν ῥοπὴν εἰς ἐπικου ρίαν ἐκάλεσαν. Ὁ δὲ κληθεὶς εἰς συμμαχίαν Θεὸς εἰς δειλίαν τῶν πολεμίων τὸ θράσος μετέβαλε καὶ τραπέντες ἀπέδρασαν πάντες, καὶ πεντήκοντα μυ ριάδες ἀνηλώθησαν φεύγουσαι. Λέγει δὲ καὶ τῆς φυγῆς τὴν αἰτίαν· "Καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰού δα, ὅτι ἤλπισαν ἐπὶ Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν." Ἔλαβον δὲ καὶ πόλεις ὑποκειμένας ἐκεί νοις. Τὸν δὲ Ἱεροβοὰμ αὐτὸς ὁ τῶν ὅλων Θεὸς τῷ θανάτῳ παρέδωκεν. Ἐπαινεῖ δὲ καὶ τοῦ Ἀσὰ τὴν προτέραν εὐσέβειαν· "Ἐποίησε γὰρ, φησὶν, Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὑτοῦ, καὶ ἀπ έστησε τὰ θυσιαστήρια τὰ ἀλλότρια," τουτέστι, τὰ τῶν εἰδώλων. Εἶτα ἐπήγαγε, "καὶ τὰ