1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

37

στρατηγοῦ δὲ ὁ προφήτης. Συναπεστάλησαν δὲ καὶ οἱ σφενδονῖται καὶ οἱ τοξόται· τούτους γὰρ καλεῖ Χερεθὶ καὶ Φε λεθί. ΕΡΩΤ. Γʹ. Τί δήποτε καὶ οἱ ἄρχοντες τὸν βασιλέα τὸν νέον ἐπὶ τοῦ πατρὸς εὐλογοῦντες εὐκλεέστερον γενέσθαι τοῦ πατρὸς καὶ περιφανέστερον ηὔ ξαντο; "Ἀγαθύναι γὰρ, ἔφασαν, Κύριος τὸ ὄνομα τοῦ υἱοῦ Σολομῶντος ὑπὲρ τὸ ὄνομά σου, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου." Ἤδεσαν ὡς οὐδεὶς ἔχων πατρικὴν φιλοστοργίαν ἐζηλοτύπησε παῖδας· καὶ ὡς ἴδιον πατέρων τὸ βούλεσθαι τοὺς παῖδας καὶ ἑαυτῶν λαμπροτέρους ὁρᾷν. Ἄρειος γὰρ καὶ οἱ τούτου παῖδες ταύτην μόνοι νοσοῦσι τὴν ἄνοιαν. Ὁ δέ γε ∆αβὶδ οὕτως τοῖς παρὰ τῶν ἀρχόντων εἰρημένοις ἐφήσθη. ὅτι καὶ τοῦ γήρως αὐτὸν ἀναστῆναι κωλύοντος, κατακεκλι μένος προσεκύνησε τὸν Θεὸν, τὸν ταῖς ὑποσχέσεσι δεδωκότα τὸ πέρας· "Εὐλογητὸς γὰρ, φησὶ, Κύ ριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρ ματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι." Τῷ μὲν οὖν Θεῷ τοῦ τον τὸν ὕμνον προσήνεγκε, τῷ δὲ διαδόχῳ τῆς βασι λείας παιδὶ φυλάττειν ἀκήρατον τὴν εὐσέβειαν παρ εγγύησε. Πρῶτον δὲ τὸ κοινὸν ἐπέδειξε τέλος· "Ἐγὼ γὰρ, ἔφη, πορεύσομαι ἐν ὁδῷ πάσης τῆς γῆς, καὶ κραταιωθήσῃ, καὶ ἔσῃ εἰς ἄνδρα δυνάμεως καὶ φυλάξεις τὴν φυλακὴν τοῦ Θεοῦ Ἰσραὴλ, τοῦ πορεύεσθαι ἐνώπιον αὐτοῦ φυλάσσειν τὴν ὁδὸν αὐτοῦ· καὶ τὰ προστάγματα αὐτοῦ, ἀκριβάσμα τα αὐτοῦ, καὶ τὰ κρίματα αὐτοῦ, ἐντολὰς αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ, καθὼς γέγραπται ἐν τῷ νόμῳ Μωσέως." Μηδὲ τὸ τυχὸν τῶν γεγραμμένων παραβῆναι τολμήσῃς. Τοῦτο γὰρ δηλοῖ "τὰ ἀκρι βάσματα, καὶ τὰ κρίματα, καὶ τὰ μαρτύρια, καὶ 80.672 ἐντολὰς, καὶ προστάγματα" Ἐδίδαξε δὲ καὶ τὸ ἐν τεῦθεν φυόμενον κέρδος· "Ὅπως εὐοδωθῇ πάντα ἃ ποιήσεις, καὶ πανταχῆ οὗ ἐὰν ἐπιβλέψῃς ἐκεῖ." Τούτων γὰρ, φησὶ, παρὰ σοῦ γινομένων, ἐμπεδώσει ὁ ἀγαθὸς ἡμῶν Κύριος τὴν παρ' αὐτοῦ πρὸς ἐμὲ γεγενημένην ὑπόσχεσιν, ὅτι Οὐ μὴ ἐξαρθήσεταί σοι ἀνὴρ ἀπὸ τοῦ θρόνου Ἰσραήλ. ΕΡΩΤ. ∆ʹ. Τίνος χάριν αὐτὸς μὴ κολάσας τὸν Ἰωὰβ, τῷ παιδὶ τοῦτο δρᾶσαι προσέταξε; Πρῶτον μὲν ᾐδέσθη αὐτὸν, ἅτε τῶν πόνων καὶ κινδύνων γενόμενον κοινωνόν· ἔπειτα δὲ αὐτοῦ καὶ τὸ θρασὺ ὑφωρᾶτο. Τοῦτο γὰρ ἐδήλωσε δι' ὧν εἴρηκεν, ὅτι "Υἱοὶ Σαρουΐα σκληρότεροί μού εἰσι." Πρὸς δὲ τούτοις, μαθὼν συγκατασκευάζοντα αὐτὸν τῷ Ὀρνίᾳ τὴν τυραννίδα, ἔδεισε μὴ τῇ συνήθει κακο ηθείᾳ χρησάμενος, καταφρονήσῃ τῆς τοῦ Σολομῶν τος νεότητος, καὶ δυοῖν θάτερον δράσῃ· ἢ εὐνοίας προσωπείῳ χρησάμενος ἀνέλῃ λαθὼν, ὥσπερ δὴ τὸν Ἀβεννὴρ καὶ τὸν Ἀβεσσᾶ κατέκτεινεν· ἢ προφανῶς ἀντιπαρατάξηται, καὶ διέλῃ τὸν Ἰσραήλ. Ἐδίδαξε δὲ αὐτὸν καὶ τοῦ Βερσελῆ τὴν εὔνοιαν, καὶ τοὺς ἐκείνου παῖδας πάσης ἀξιωθῆναι κηδεμονίας ἐκέλευσεν, ὀφεί λειν αὐτῷ τοῦτο χρέος ὁμολογῶν. ΕΡΩΤ. Εʹ. ∆ιατί τῷ Σεμεῒ δεδωκὼς τὴν συγγνώμην, τῷ Σολομῶντι κολάσαι τοῦτον προσέταξε; Τυραννικὸν ᾔδει τὸν ἄνδρα, καὶ ἄγαν θρασύν· καὶ τῆς τοῦ παιδὸς προμηθούμενος σωτηρίας, ἐδί δαξεν αὐτὸν ἃ τετόλμηκεν, ἵνα τὴν τοῦ ἀνδρὸς φυλάτ τηται πονηρίαν. Ἤδει δὲ καὶ, ὡς προφήτης, ὅτι τοῦ Σολομῶντος παραβαίνων τὰς ἐντολὰς διαφθα ρήσεται. Μιαρὸς γὰρ ἦν ὁ ἀνὴρ, καὶ στάσεων ἀρχ ηγός. ΕΡΩΤ. ʹ. Τί ἐστιν ἡ πόλις ∆αβίδ; Τὴν Σιὼν ἡ θεία Γραφὴ πόλιν προσαγορεύει ∆αβίδ. Οὕτω δὲ καὶ ἡ ἄνω πόλις ἐκέκλητο· πᾶσα δὲ νῦν Ἱερουσαλὴμ ὀνομάζεται. Ἐν ταύτῃ φησὶν ὁ Ἰώσηπος καὶ αὐτὸν ἀξιωθῆναι ταφῆς, καὶ τοὺς μετ' αὐτὸν βασιλεῖς· τὸ δὲ μνῆμα παρὰ τὴν Σιλοὰμ εἶναι, ἀντροειδὲς ἔχον τὸ σχῆμα, καὶ τὴν βασιλικὴν δηλοῦν πολυτέλειαν. Ἔφη δὲ καὶ πολὺν αὐτῷ συγκατορυ γῆναι χρυσὸν παρὰ τοῦ παιδὸς Σολομῶντος· καὶ τοῦτο γενέσθαι δῆλον ἐκ τῶν ὕστερον γενομένων Ὑρκανὸν γὰρ τὸν ἀρχιερέα, πολιορκουμένης τῆς πόλεως ὑπὸ Ἀντιόχου τοῦ ∆ημητρίου παιδὸς, ἀνοῖ ξαι τὸ μνῆμα, καὶ τάλαντα ἐκεῖθεν ἐκφορῆσαι τρισ χίλια. ∆αβὶδ μέντοι ὁ βασιλεὺς ἑβδομηκοντούτης 80.673 γενόμενος ἐδέξατο τοῦ βίου τὸ πέρας. Τριακοντούτης μὲν γὰρ ἐβασίλευσε, τεσσαράκοντα δὲ βασιλεύων ἐξήνυσεν ἔτη. ΕΡΩΤ. Ζʹ. Νεμεσῶσι τῷ