1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

85

Ἐντεῦθεν μαν θάνομεν, ὡς πολλοὶ Ζαχαρίαι γεγένηνται. Καὶ γὰρ ὁ τοῦ Ἰωδαὲ υἱὸς, ὃν Ἰωὰς κατέλυσε, Ζαχαρίας ὠνόμασται· καὶ οὗτος ὁ ἐπὶ τοῦ Ὀζίου Ζαχαρίας κέκλη ται. Οἶμαι δὲ τοῦτον εἶναι, περὶ οὗ πρὸς τὸν Ἡσαΐαν ἔφη Θεός· "Ποίησόν μοι μάρτυρας πιστοὺς ἀν θρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου." Καὶ γὰρ ὁ Ἡσαΐας κατ' ἐκεῖνον προεφήτευσε τὸν καιρόν· "Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας,καὶ κατὰ Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας." Λέγει δὲ αὐτὸν καὶ ἐν πολέμοις ἀνδρεῖον, καὶ ἐν οἰκοδομαῖς φιλότιμον, καὶ ἐν γεωργίαις φι λόκαλον. Πέτρας δὲ τῆς πόλεως τοὺς οἰκήτορας Ἄραβας ὀνομάζει. Ἀλλ' οὐκ ἤκουσε τοῦ προγόνου ∆αβὶδ, λέγοντος, "Εἰς τὸ τέλος μὴ διαφθείρῃς." Ἀλαζονικῷ γὰρ φρονήματι χρησάμενος, ἔργον ἀρ χιερατικὸν ἐπιτελέσαι τετόλμηκεν· "Ὡς γὰρ κατ ίσχυσε, φησὶν, Ὀζίας, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ 80.848 διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὑτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, τοῦ θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων." Οὐ γὰρ ἐν τῷ βωμῷ τῶν ὁλοκαυτωμάτων τοῦτο δρᾶσαι τετόλμηκεν, ἀλλ' ἔνδον ἐν τῷ ναῷ. Ἀλλ' οὐ παρεχώρησεν ὡς βασιλεῖ ὁ ἀρχιερεὺς, ἀλλ' ἐν παῤῥησίᾳ διήλεγξεν. "Εἰσῆλθε γὰρ, φησὶν, ὀπίσω αὐτοῦ Ζαχαρίας ὁ ἀρχιερεὺς, καὶ μετ' αὐτοῦ ὀγδοήκοντα ἱερεῖς, υἱοὶ δυνάμεως· καὶ ἐπέστησαν τὸν Ὀζίαν τὸν βασιλέα, καὶ εἶπον αὐτῷ· Οὐ σοὶ, Ὀζία, τοῦ θυμιάσαι τῷ Κυρίῳ, ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις τοῦ θυμιάσαι. Ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ τοῦ Κυρίου· καὶ οὐκ ἔσται σοι εἰς δόξαν παρὰ Κυρίου τοῦ Θεοῦ." ∆ιόρισται, φησὶ, παρὰ τοῦ Θεοῦ τὰ τοῖς βασιλεῦσι προσήκοντα, καὶ τὰ τοῖς ἱερεῦσιν ἁρμόττοντα. Γενικὸν ἔχουσι τὸ γέρας οἱ ἱερεῖς. Τί πατεῖς τὸν θεόσδοτον νόμον; τί παραβαίνεις τοὺς ὅρους; ἁρπάζων τὰ μὴ προσήκοντα, καὶ τὰ οἰκεῖα προσαπολέσεις. Ἀλλ' οὐ μόνον οὐκ εἶξεν, ἀλλὰ καὶ ἐχαλέπηνε πρὸς τοὺς λόγους, καὶ ἐπέμεινε τῆς ἱε ρουργίας κατατολμῶν. Ἀλλ' ἀντὶ τῆς δόξης ἀτιμίαν ἐδρέψατο. "Ἀνέτειλε γὰρ, φησὶν, ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ, καὶ ἐν τῷ οἴκῳ Κυρίου ἐναντίον τῶν ἱερέων, ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων." Παραυτίκα δὲ οἱ ἱερεῖς τὴν θεήλατον πληγὴν θεασά μενοι, καὶ ἄκοντα αὐτὸν ἐξήλασαν τοῦ νεώ· καὶ τὰ αὐτὰ πέπονθεν Ἀδὰμ τῷ προπάτορι. Καὶ γὰρ ἐκεῖ νος ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσεν· καὶ οὗτος πειραθεὶς τὴν ἱερω σύνην ἁρπάσαι, καὶ τῆς βασιλείας ἐξέπεσεν. Ἔνδον γὰρ ἐν θαλάμῳ ἐκάθητο, τῆς ἐν τῷ μετώπῳ λέ πρας τὴν ἐν τῷ πλήθει διατριβὴν καὶ παῤῥησίαν ἀπειργούσης. Ἔφερε γὰρ ἐν τῷ μετώπῳ τῆς παρα νομίας τὸν ἔλεγχον. Ἰωάθαμ δὲ ὁ τούτου παῖς ἰθύνων διετέλει τὴν βασιλείαν. Αὐτὸς γὰρ καὶ τοῦ πατρὸς τελευτήσαντος τὰ σκῆπτρα παρέλαβεν. Ἠρίστευσε δὲ καὶ οὗτος ἐν πολέμοις, καὶ τοὺς Ἀμμανίτας δασμὸν φέρειν ἠνάγκασε. Λέγει δὲ καὶ τὴν αἰτίαν ὁ συγγραφεὺς, "ὅτι ἡτοίμασε τὰς ὁδοὺς αὑτοῦ ἔναντι Κυρίου τοῦ Θεοῦ αὑτοῦ." Ἄχαζ δὲ ὁ τού του παῖς ἐν ταῖς τῆς ἀσεβείας ἐπινοίαις τοὺς ὁμοίους ἀπέκρυψεν ἅπαντας. Τοῦτο καὶ τῶν Βασιλειῶν ἡ βίβλος ἐδίδαξεν. Αὕτη δὲ πρὸς τούτοις ἡ ἱστορία καὶ τὴν συμφορὰν ἐδήλωσεν, ἣν ὑπέμεινε. Πρῶτον μὲν γὰρ ἐξεδόθησαν Σύροις· καὶ πολλοὶ μὲν ἀνῃρέθη σαν, πολλοὶ δὲ ἐξηνδραποδίσθησαν. Ἔπειτα δὲ Φα κεὲ, τῶν δέκα φυλῶν ὁ βασιλεὺς, ἐν μιᾷ συμπλοκῇ δώδεκα αὐτῶν μυριάδας κατέκτεινε, καὶ τοῦ βασι λέως τοὺς παῖδας, καὶ τοὺς στρατηγούς· εἴκοσι δὲ μυριάδας ἐξηνδραπόδισεν. Ὠδὴδ δὲ ὁ προφήτης τοῖς νενικηκόσιν ὑπαντήσας ἠπείλησε τοῦ Θεοῦ τὴν 80.849 ὀργὴν, ὅτι δὴ παρὰ τὸν θεῖον νόμον εἰς δουλείαν ἦγον οὓς ᾐχμαλώτευσαν. "Ἰδοὺ γὰρ, φησὶν, ὀργὴ τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν ἐπὶ Ἰούδαν· καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπ εκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ, καὶ ἕως τῶν οὐρανῶν ἔφθασε. Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας. Ἰδοὺ οὐκ εἰμὶ μεθ' ὑμῶν, μαρτύρεται Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ νῦν ἀκούσατέ μου, καὶ