1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

82

τὴν πόλιν. "Τάδε λέγει Κύ ριος ὑμῖν· Μὴ φοβηθῆτε ὑμεῖς, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου· ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλ' ἢ τῷ Θεῷ." Εἶτα κελεύει ἐπί τινος στῆναι κορυφῆς, καὶ θεατὰς γενέ σθαι τῆς παρατάξεως· "Οὐχ ὑμῖν γὰρ, φησὶ, πολε μῆσαι ἐν ταύτῃ. Στῆτε, καὶ συνίετε, καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου τὴν μεθ' ὑμῶν. Ἰούδα καὶ Ἱερουσαλὴμ, μὴ φοβεῖσθε, μηδὲ δειλιᾶτε ἐξελθεῖν αὔριον εἰς ἀπάντησιν αὐτῷ, καὶ ὁ Κύριος μεθ' ὑμῶν." Ἔδωκε τὸ τοῦ θάρσους ἐνέχυρον, καὶ ἐξήλασε τὸ ἀνθρώπινον δέος. Τούτων εἰρημένων ὑπὸ τοῦ Ἰεζεὴλ, προσεκύνησαν ἅπαντες· οἱ δὲ Λευῖται ταῖς ὑμ νῳδίαις ἐχρήσαντο. Ἐξιόντας δὲ τῇ ὑστεραίᾳ ὁ βασι λεὺς περιεθάῤῥυνε, λέγων· "Ἀκούσατέ μου, υἱοὶ Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, πιστεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, καὶ ἐμπιστεύ 80.837 σατε ἐν τοῖς προφήταις αὐτοῦ, καὶ εὐοδωθήσε σθε." Εἶτα τῆς στρατιᾶς ἡγεῖσθαι προσέταξεν, οὐ τοὺς προμάχους ὁπλοφοροῦντας, ἀλλὰ τοὺς Λευΐτας ὑμνοῦντας. Ὁ δὲ διασκεδάζων φυλὰς ἐθνῶν, καὶ ἀθετῶν λογισμοὺς λαῶν, καὶ ἀθετῶν βουλὰς ἀρχόν των, καὶ ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, κατ' ἀλλήλων τοὺς πολεμίους διήγειρε. Καὶ πρῶτον μὲν Ἀμμανῖ ται καὶ Μωαβῖται τοὺς Ἰδουμαίους ἀνήλωσαν· εἶτα κατ' ἀλλήλων χωρήσαντες τὰ παραπλήσια ἀλλήλοις διέθηκαν. Ὁ δὲ βασιλεὺς σὺν τοῖς ὑπηκόοις τὰς τῶν πολεμίων ἐθεώρει σφαγάς. Ἐπειδὴ δὲ ἅπαντες ἔπε σον, καὶ οὐδὲ εἷς διέφυγεν, ἵνα τοῖς οἰκείοις μηνύσῃ τὸ πάθος, ἀδεῶς τοὺς νεκροὺς ἐσκύλευσαν, καὶ τὴν λείαν ἀπήγαγον ἅπασαν. Ἐν τρισὶ δὲ τοῦτο δε δρακότες ἡμέραις, τῇ τετάρτῃ τὸν δοτῆρα τῆς νί κης ἀνύμνησαν. Ἔλαβε δὲ καὶ τὸ πεδίον ἐκεῖνο τῆς εὐλογίας τὴν ἐπωνυμίαν· Κοιλὰς γὰρ εὐλογίας ἐκλήθη. Τὸ δὲ τῆς νίκης παράδοξον ἐξεδειμάτωσεν ἅπαντας τῶν ὁμόρων τοὺς βασιλεῖς. Ἀλλὰ καὶ τῆς μεγίστης ταύτης θαυματουργίας γεγενημένης ἔτι, φησὶν, "Ὁ λαὸς οὐ κατηύθυναν τὴν καρδίαν αὑτῶν πρὸς Κύριον τὸν Θεὸν τῶν πατέρων αὑτῶν." Ἐμνη μόνευσε δὲ πάλιν ἡ ἱστορία τῆς τοῦ Ἰηοῦ τοῦ Ἀνανὶ ἐγγράφου προφητείας. Ἔφη δὲ οὕτως· "Καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, οὐκ ἰδοὺ γεγραμμένοι εἰσὶν ἐν λόγοις Ἰηοῦ Ἀνανὶ, οὓς κατέγραψεν ἐπὶ βιβλίου λόγων βασιλέων Ἰσ ραήλ;" Ἐπιμέμφεται δὲ πάλιν τῷ Ἰωσαφὰτ, ὅτι τῷ Ὀχοζίᾳ τῷ υἱῷ Ἀχαὰβ ἐκοινώνησε· καὶ ἐπήγαγε· "Καὶ αὐτὸς ἠνόμησε τοῦ ποιῆσαι καὶ πορευ θῆναι εἰς Θαρσεῖς· καὶ ἐποίησε ναῦς ἐν Γασίων Γαβέρ." Καὶ ἤδη δὲ ἔφην, ὅτι πόλις ἦν αὕτη τῷ Ἰνδικῷ πελάγει παρακειμένη, Αἰθίοπας οἰκήτορας ἔχουσα. Καλοῦσι δὲ αὐτὴν κατὰ τὴν Ἑλλάδα φωνὴν Βερονίκην. Ὁ δὲ τῶν ψυχῶν ἰατρὸς, Ἐλιέζερ τὸντοῦ ∆ωδίου, τὸν προφήτην, πρὸς τὸν Ἰωσαφὰτ ἀπο στείλας, ἐπεμέμψατο τῇ φιλίᾳ, καὶ τὴν παιδείαν προεῖπεν· "Ὡς ἐφιλίασας γὰρ, φησὶ, τῷ Ὀχοζίᾳ, καὶ ἐκοινώνησας μετ' αὐτοῦ, διέκοψε Κύριος τὰ ἔργα σου, καὶ συνετρίβησαν αἱ νῆές σου, καὶ οὐκ ἠδυνήθησαν τοῦ πορευθῆναι εἰς Θαρσεῖς." Ὅσων δὲ κακῶν πρόξενος ἡ δυσσεβὴς ἐκείνη συγγένεια, τὰ ἑξῆς διδάσκει τῆς ἱστορίας· Ἰωρὰμ γὰρ, ὁ τοῦ Ἰωσαφὰτ υἱὸς, Ἀχαὰβ τοῦ κηδεστοῦ ἐζήλωσε τὴν ἀσέβειαν. Οὗτος καὶ τοὺς ἀδελφοὺς κατέκτεινεν ἅπαντας, καὶ διὰ πάσης ὥδευσε πονηρίας. "Ἐπορεύθη γὰρ, φησὶν, ἐν 80.840 τῇ ὁδῷ βασιλέων Ἰσραὴλ, ὡς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ γυνή· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἠβού λετο Κύριος ἐξολοθρεῦσαι τὸν οἶκον ∆αβὶδ διὰ τὴν διαθήκην, ἣν διέθετο τῷ ∆αβὶδ, ὃν τρόπον εἶπε δοῦ ναι αὐτῷ λύχνον, καὶ τοῖς υἱοῖς αὐτοῦ, πάσας τὰς ἡμέρας." Ἐντεῦθεν ἐδιδάχθημεν ὅσον ὀνίνησιν ἡ τῶν προγόνων εὐσέβεια. Ἀνέχεται γὰρ καὶ πονη ρῶν ὁ φιλάνθρωπος, τῆς τῶν κατοιχομένων ἀρετῆς μεμνημένος. Ἐδρέψατο δὲ καὶ τοὺς τῆς εὐσεβείας καρπούς. Ἀπώσατο μὲν γὰρ Ἰδουμαία τὸν τῆς δουλείας ζυγόν· ἀπέστη δὲ καὶ Λομνὰ, πόλις οὖσα τῆς Ἰουδαίας. Ὁ δὲ ∆εσπότης διὰ Ἠλιοῦ τοῦ πάνυτὴν ψῆφον κατ' αὐτοῦ ἐξενήνοχεν. Ἀλλ' οὐκ αὐτὸς ὁ προφήτης ἀφίκετο, διὰ γραμμάτων δὲ μεμήνυκε τὴν θείαν ἀπόφασιν. "Ἦλθε γὰρ, φησὶν, ἐγγραφὴ παρὰ