1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

74

μόνην, ἣν νῦν καλοῦσιν Ἀρκαδίκιν. Τὸ δὲ χερχὰλ ἀντὶ κολλυρίδα ἐν ταῖς Βασιλείαις εὑρήκαμεν. Αἰνίττεται δὲ ἡ βίβλος, ὡς τοῦ πανευφήμου ∆αβίδ εἰσιν ἅπαντες οἱ ψαλμοί. Λέγει δὲ οὕτως· "Ἔταξε ∆αβὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσὰφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ." ∆ιηνεκῶς δὲ τῆς ὑμ νῳδίας ἐπετέλουν τὰς λειτουργίας, τῇ διαδοχῇ τὸν πόνον συλῶντες. Νῦν μὲν γὰρ οὗτοι, νῦν δὲ ἐκεῖνοι, τῷ ποιητῇ τῶν ὅλων ὕμνον προσέφερον. Λέγει δὲ ὅτι καὶ ἐν τῇ Γαβαὼν Σαδοὺκ τὸν ἱερέα προσφέρειν τὰς θυσίας ἐκέλευσεν, ἐπειδήπερ ἡ 80.812 ὑπὸ Μωσῆ κατασκευασθεῖσα σκηνὴ ἐν ἐκείνῃ ἐπε πήγει τῇ πόλει. Ἡνίκα δὲ ὁ θεήλατος θάνατος ἐπ ηνέχθη τῷ λαῷ, καὶ τὸν ἄγγελον ἐπάγοντα τὸν ὄλεθρον ἐθεάσατο, ἐν τῇ ἁλῷ Ὀρνᾶ θυσιαστήριον ᾠκοδόμησεν, καὶ τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσ ήνεγκεν· οὐχ ὡς τὸν θεῖον παραβαίνων νόμον, ὃς ἐκέλευσεν ἐν τῷ πρὸ τῆς σκηνῆς θυσιαστηρίῳ τὰς θυσίας προσφέρειν· ἀλλὰ διὰ τὴν τοῦ λαοῦ τιμωρίαν ἠπείχθη τὸν Θεὸν ἱλεώσασθαι. Τοῦτο γὰρ καὶ ἡ ἱστο ρία ἐδίδαξε. "Καὶ ἡ σκηνὴ γὰρ, φησὶ, Κυρίου, ἣν ἐποίησε Μωσῆς ἐν τῇ ἐρήμῳ, καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, ἐν τῷ καιρῷ ἐκείνῳ ἦν ἐν Βαμᾷ τῇ ἐν Γαβαών· καὶ οὐκ ἠδυνήθη ∆αβὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτῆς τοῦ ἐκζητῆσαι τὸν Θεὸν, ὅτι οὐ κατέπαυσεν ἀπὸ προσώπου τῆς ῥομφαίας τοῦ ἀγγέλου Κυρίου." Εἶτα τὸν τόπον, ἐν ᾧ τὸν Θεὸν ἱλεώσατο τὴν θυσίαν προσενεγκὼν, ἀφιέ ρωσεν, ὥστε ἐν αὐτῷ τὸν θεῖον οἰκοδομηθῆναι ναόν. "Εἶπε γὰρ, φησὶ, ∆αβὶδ, Οὗτός ἐστιν ὁ οἶκος τοῦ Θεοῦ, καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ἰσραήλ." Ὅτι δὲ οὐκ ἐμέμφθη πόῤῥω τῆς σκηνῆς τὴν θυσίαν προσενεγκὼν, ἡ ἱστορία διδάσκει. Τὰ γὰρ ἱερεῖα κατέκαυσεν οὐ χειροποίητον πῦρ, ἀλλ' οὐρανόθεν καταπεμφθέν. "Ἐβόησε γὰρ, φησὶ, ∆αβὶδ πρὸς Κύριον, καὶ ἤκουσεν αὐτοῦ Κύριος ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως." Ἐκέλευσε δὲ καὶ πάντας ἀριθμη θῆναι τοὺς προσηλύτους· καὶ τοὺς μὲν λιθοτόμους ἀπέφηνε, τοὺς δὲ μετακομίζειν τοὺς τεμνομένους λίθους προσέταξεν. Ἐνετείλατο δὲ τοὺς λίθους ἐν αὐταῖς ταῖς λιθοτομίαις καθαιρεῖσθαι καὶ ἀποξέεσθαι, εἶθ' οὕτω μετακομίζεσθαι. Τὸ δὲ, "Σὺ οὐκ οἰκοδο μήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξ έχεας ἐπὶ τῆς γῆς ἐναντίον μου," εἰρῆσθαι οἶμαι εἰς ὠφέλειαν τῶν τὰς μιαιφονίας ἐργαζομένων. Οὐ γὰρ ἂν δίκαιον φόνον ἐπεμέμψατο βασιλεῖ, ὁ τοῦ Φινεὲς τὸν δίκαιον φόνον θυσίαν προσαγορεύσας. Καίτοι Φινεὲς ἱερεὺς ἦν ἐπαινούμενος. "Φινεὲς γὰρ, φησὶν, υἱὸς Ἐλεάζαρ ἔστησε τὸν θυμόν μου ἐν τῷ ζη λῶσαι αὐτὸν τὸν ζῆλόν μου." Καὶ αὐτὸς δὲ ὁ προ φήτης ∆αβὶδ μετὰ πολλὰς ἔφη γενεάς· "Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος." Καὶ Μωσῆς δὲ ὁ νομοθέτης τρισχι λίους ἀνεῖλε τελεσθέντας τῷ μόσχῳ, τοῖς Λευΐταις χρησάμενος ὑπουργοῖς· καὶ Σαμουὴλ δὲ ὁ μέγας αὐτόχειρ ἐγένετο τοῦ Ἄγαγ· καὶ Ἠλίας ὁ μέγας πεντήκοντα πρὸς τοῖς ὀκτακοσίοις κατέκτεινε τοῦ 80.813 Βάαλ προφήτας καὶ ἱερέας. ∆ι' ἑτέραν τοιγαροῦν αἰ τίαν οὐκ αὐτὸς, ἀλλ' ὁ τούτου παῖς, τὸν θεῖον νεὼν ᾠκοδόμησεν. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Χριστὸς, ὁ κατὰ σάρκα μὲν υἱὸς τοῦ ∆αβὶδ, ὡς Θεὸς δὲ, καὶ κύριος τοῦ ∆αβὶδ καὶ δεσπότης, τὰς κατὰ πᾶσαν τὴν οἰκουμένην οἰκοδομήσειν ἐκκλησίας, οὐκ εἴασε τὸν ∆αβὶδ τὸν Ἰουδαϊκὸν οἰκοδομῆσαι νεών· ἀλλὰ τὸν ἐκείνου υἱὸν τοῦτο δρᾶσαι προσέταξεν, οὗ ἡ προσ ηγορία τὴν τοῦ Σωτῆρος ἡμῶν προετύπου εἰρήνην. Καὶ γὰρ Σολομὼν εἰρηνικὸς ἑρμηνεύεται· καὶ ὁ Κύριος ἡμῶν εἰρήνη προσαγορεύεται. Καὶ μάρτυς ὁ μακάριος Παῦλος βοῶν· "Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας." Ἡ μέντοι ἱστορία διδάσκει τὸν τῶν Λευϊτῶν ἀριθμὸν, καὶ πόσαι μὲν χιλιάδες τῇ οἰκοδομίᾳ ἐπιστατεῖν προσετάγησαν, πόσαι δὲ κρί νειν, καὶ παιδεύειν τὸν νόμον, πόσαι δ' αὖ πάλιν πυλωρεῖν, καὶ φυλάσσειν τοῦ ναοῦ τὰς εἰσόδους, πό σαι δὲ ᾄδειν καὶ τῶν ὅλων τὸν Κύριον ἀνυμνεῖν. Λέγει δὲ ὅπως καὶ τοῦ Μωσέως τοὺς ἀπογόνους τοῖς Λευΐταις συνέταξε· "Μωσῆς γὰρ, φησὶν, ἄνθρωπος