1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

79

ὑψηλά." Ἐγὼ δὲ οἶμαι διὰ τούτων αἰνίττεσθαι τὰ παρανόμως τῷ Θεῷ ἐν τοῖς βουνοῖς ἀνακείμενα. "Καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξέκοψε τὰ ἄλση." Καὶ ἐν τοῖς ἑξῆς δὲ τοὺς ἐπαίνους διέξεισι. Μετὰ τῆς εὐσεβείας δὲ ταύτης παραταξάμενος ἐτρέψατο τοὺς Αἰθίοπας, καὶ διώκων ἅπαντας κατηνάλωσεν. Ὁμόρους δὲ λέγει τούτους αὐτῶν γεγενῆσθαι. "Ἐσκύλευσαν γὰρ, φησὶ, σκῦλα πολλὰ, καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεράρων, ὅτι ἐγένετο ἔκστασις Κυ ρίου ἐπ' αὐτούς· καὶ διήρπασαν τὰς πόλεις αὐτῶν, 80.828 ὅτι σκῦλα πολλὰ ἐγενήθη αὐτοῖς. Καί γε τὰς σκηνὰς κτηνῶν, καὶ τοὺς Ἀμαζονεὶμ ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ, καὶ καμήλους, καὶ ὑπ έστρεψαν εἰς Ἱερουσαλήμ." Ὅτι δὲ τὰ Γέραρα τῆς Παλαιστίνης ἐστὶν, οὐδένα ἀντερεῖν οἶμαι. Περὶ γὰρ τὴν καλουμένην Ἐλευθερόπολιν Γεραρηνῶν σαλ τὸν μέχρι τοῦ παρόντος ὠνόμασται. Εἰκὸς τοίνυν ἀποίκους Αἰθιόπων ἐκείνην οἰκῆσαι τὴν χώραν· καὶ ἄλλους δέ τινας Ἀμαζονεὶμ ὠνομασμένους, οὓς κατ' αὐτῶν στρατεύσαντας ἄρδην κατέκτειναν ἅπαντας. Μετὰ μέντοι τὴν νίκην, Ἀζαρίας υἱὸς Ὀδὴδὁ προφήτης Πνεύματος θείου πλησθεὶς ἀπαντήσας τῇ στρατιᾷ, καὶ τῆς θείας ἐπικουρίας ἐμνημόνευσε, καὶ προσμένειν τῇ εὐσεβείᾳ παρέτρεψεν· "Ἐὰν γὰρ, φησὶν, ἐκζητήσητε αὐτὸν, καὶ εὑρεθήσεται ὑμῖν· καὶ ἐὰν ἐγκατελίπητε αὐτὸν, ἐγκαταλείψει ὑμᾶς." Ἐπιδείκνυσι δὲ αὐτοῖς καὶ τῶν δέκα φυλῶν τὴν ἀσέβειαν· "Ἡμέραι γὰρ, φησὶ, πολλαὶ τῷ Ἰσραὴλ ἐν οὐ Θεῷ ἀληθινῷ, καὶ οὐχ ἱερέως ὑποδεικνύντος, καὶ ἐν οὐ νόμῳ. Καὶ ἐκάθισαν ἐν στενότητι· καὶ ἐπιστρέψουσιν ἐν θλίψει ἐπὶ Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ ζητήσουσιν αὐτὸν, καὶ εὑρεθήσεται αὐτοῖς." Μὴ ζηλώσητε, φησὶ, τῶν ἀδελφῶν ὑμῶν τὴν ἀσέβειαν. Ἐκεῖνοι γὰρ οὐ τῷ ἀληθινῷ Θεῷ, ἀλλὰ τοῖς ψευδωνύμοις λατρεύουσι· καὶ ἐστέρηνται ἱερέων καὶ διδασκάλων ἐκπαιδευόντων τὸν τοῦ Θεοῦ νόμον· ἀλλὰ μαθήσονται τῇ πείρᾳ ὅσον κακὸν ἡ ἀσέβεια. Παντοδαπαῖς γὰρ συμφοραῖς περιπεσόντες τὴν θείαν ἐπικουρίαν ζητήσουσι· καὶ τεύξονται ταύτης διὰ τὴν ἄφατον ἀγαθότητα. Προλέγει δὲ καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον· "Ἐν γὰρ τοῖς καιροῖς, φησὶν, ἐκείνοις οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ, ὅτι ἔκστασις Κυρίου πολλὴ ἐπὶ πάντας τοὺς κατοι κοῦντας γαίας. Καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος, καὶ πόλις πρὸς πόλιν, ὅτι ὁ Θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει." Εἶτα αὐτοῖς εἰσηγεῖται τὴν εἰς τὸν Θεὸν ἐλπίδα κατέχειν ἀσάλευτον· "Καὶ ὑμεῖς γὰρ, φησὶν, ἰσχύσατε· καὶ μὴ ἐκλυέσθωσαν αἱ ὀσφύες ὑμῶν, ὅτι ἔστι μισθὸς τῆς ἐργασίας ὑμῶν." Τού των ὁ βασιλεὺς ἀκούσας, ὅσα ἦν ὑπόλοιπα τῶν εἰδώλων τεμένη κατέλυσε, καὶ ὅσας παρέλαβε τῶν δέκα φυλῶν ἐξεκάθηρε πόλεις. Ἐδίδαξε δὲ ἡ ἱστορία καὶ τοῦτο, ὡς ἐκ τῶν ἄλλων φυλῶν πλῆθος πολὺ τῇ πείρᾳ μεμαθηκὸς τῶν δύο φυλῶν τὴν εὐσέβειαν, καὶ τὴν θείαν κηδεμονίαν, ἧς ἀπολαύουσι, τὰς μὲν 80.829 οἰκείας κατέλιπον πόλεις, εἰς δὲ τὰς τούτων κατέφυ γον, καὶ τὸ παροικεῖν ἐν ἀλλοτρίαις τοῦ τὰς οἰκείας οἰκεῖν προετίμησαν. Τούτους μετὰ τῶν δύο φυλῶν συναγαγὼν ὁ Ἀσὰ, ἑορτὴν ἐπινίκιον ἐπετέλεσε· καὶ πάμπολλα θύματα προσενεγκὼν τῷ Θεῷ, ὀμόσαι παρεσκεύασεν ἅπαντας, ὡς τῆς ἐννόμου πολιτείας οὐκ ἀποστήσονται, ἀλλὰ μόνῳ λατρεύσουσι τῷ σεσω κότι Θεῷ. Οὕτω δὲ θερμῶς τοὺς θείους ἠσπάσατο νόμους, ὅτι καὶ τὴν μητέρα αὑτοῦ, τῇ Ἀστάρτῃ λατρεῦσαι προειλομένην, τῆς βασιλείας ἐγύμνωσε· καὶ τὸ εἴδωλον συγκόψας κατέκαυσεν ἐν τῷ χειμάῤ ῥῳ Κέδρων. Ἀλλ' οὐκ ἐν ἅπασι τέλειος ἦν. Πρῶ τον μὲν γὰρ οὐχ ἅπαντα ἐξῆρε τὰ ὑψηλὰ, τουτέστι τοὺς ἐν τοῖς ὑψηλοῖς χωρίοις ἀνακειμένους τῷ Θεῷ τῶν ὅλων βωμούς. Ἀπηγόρευτο γὰρ ἑτέρωσε θύειν· ἑνὶ γὰρ ἡ κατὰ νόμον λατρεία περιώριστο τόπῳ. Ἔπειτα δὲ τοῦ Βαασᾶ στρατεύσαντος κατ' αὐτοῦ, καὶ τὴν Ῥαμὰ τοῖς Ἱεροσολύμοις ἐπιτειχίσαντος, δέον εἰς συμμαχίαν καλέσαι τὸν τοσούτων ἀγαθῶν αὐτῷ γενόμενον χορηγὸν, τὸν βασιλέα τῆς Συρίας εἰς συμμαχίαν ἐκάλεσεν· ἐκ τῶν βασιλικῶν θησαυ ρῶν, καὶ μέντοι καὶ τῶν θείων, χρυσὸν αὐτῷ πέμψας ὅτι μάλιστα πλεῖστον. Ἀλλ' οὐκ εἴασεν αὐτὸν ἀνία τον ὁ φιλάνθρωπος Κύριος· Ἀνανὶ δὲ