1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

39

ναὸς ἐδεδόμητο. Τοῦτο γὰρ καὶ ἡ ἱστορία δεδήλωκεν· "Ἦσαν γὰρ θυμιῶντες καὶ θύοντες ἐν τοῖς ὑψηλοτάτοις, ὅτι οὐκ ᾠκοδομήθη ὁ οἶκος τῷ ὀνόματι Κυρίου ἕως τοῦ νῦν." 80.677 Ἐντεῦθεν νοητέον τὰ περὶ τῶν ἄλλων ἱστορού μενα βασιλέων, ὅτι ἐξῆραν τὰ ἄλση, καὶ τὰς στήλας τοῦ Βαὰλ συνέτριψαν· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆραν. Καὶ γὰρ Ἀσὰ, καὶ Ἰωσαφὰτ, καὶ ἄλλοι τινὲς, τὸτοῖς δαίμοσι θύειν ἐκώλυσαν, καὶ τὰ ἐκείνων τεμένη κατέλυσαν· οὐ μὴν ἐπαύσαντο τοῦ ἐν τοῖς ὑψηλοῖς τὰς θυσίας προσφέρειν. Τῷ μέντοι Ἰεζεκίᾳ, καὶ τῷ Ἰωσίᾳ, ταύτην τὴν τελειότητα μεμαρτύρηκεν ἡ θεία Γραφή. Ὅτι δὲ ἐν τοῖς ὑψηλοῖς τῷ Θεῷ τῶν ὅλων τὰς θυσίας προσέφερον, τὰ ἑξῆς μαρτυρεῖ· "Ἠγάπησε γὰρ, φησὶ, Σολομὼν τὸν Κύριον, τοῦ πορεύεσθαι ἐν τοῖς προστάγμασι ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ· πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία·" τουτέστιν οὐ πρὸ τῆς σκηνῆς, οὐδὲ πρὸ τῆς κιβωτοῦ, κατὰ τὸν θεῖον νόμον. Ὅτι δὲ οὐ τοῖς εἰδώλοις, ἀλλὰ τῷ Θεῷ τότε τὰς ἑκατόμβας καὶ χιλιόμβας προσ έφερε, σαφῶς ἡμᾶς ἡ ἱστορία διδάσκει· "Ἐπορεύθη γὰρ, φησὶ, Σολομὼν εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη καὶ μεγάλη, χιλίαν ὁλοκαύτω σιν δεχομένη. Καὶ ἀνήνεγκε Σολομὼν ἐπὶ τὸ θυ σιαστήριον τὸ ἐν Γαβαὼν, καὶ ὤφθη Κύριος τῷ Σο λομῶντι ἐν ὕπνῳ τὴν νύκτα· καὶ εἶπεν αὐτῷ, Αἴτησαι αἴτημα σεαυτῷ." Οὐκ ἂν δὲ, εἰ τοῖς εἰ δώλοις τὰς θυσίας προσενηνόχει, ὁ Θεὸς αὐτῷ ἀντ απέδωκε τὰς παντοδαπὰς δωρεάς. Τούτων γὰρ ἁπάν των ὁμοῦ τῶν κατὰ τὸν βίον, ἢ ὄντων, ἢ δοκούντων ἀγαθῶν τὴν σοφίαν προελομένου, δέδωκεν ὁ μεγαλό δωρος σοφίας μὲν χάριν, ὅσην ἡ φύσις ἐδέχετο· πλοῦτον δὲ καὶ δυναστείαν, καὶ τὴν ἐν εἰρήνῃ βασιλείαν, ὑπὲρ πάντας τοὺς τηνικάδε βασιλέας· ὥστε τούτου τὸ κλέος πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν. Ἀξιάγα στα δὲ αὐτοῦ καὶ τῆς προσευχῆς τὰ ῥήματα. Ἀνα μνήσας γὰρ τῶν ὑπαρξάντων ἀγαθῶν τῷ πατρὶ, καὶ τὸν τούτων χορηγὸν ἀνυμνήσας, τὴν ὑπὲρ ἑαυτοῦ ἱκετείαν προσήνεγκε· "Καὶ νῦν, Κύριέ μου, Κύριε, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ τοῦ ∆αβὶδ τοῦ πατρός μου· καὶ ἐγώ εἰμι παιδάριον μικρὸν, καὶ οὐκ οἶδα τὴν εἴσοδόν μου καὶ τὴν ἔξοδόν μου. Καὶ ὁ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολὺν, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἣ οὐ διαριθμηθή σεται ἀπὸ τοῦ πλήθους, καὶ οὐ διηγηθήσεται· καὶ δώσεις τῷ δούλῳ σου καρδίαν φρονίμην, τοῦ ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύ νῃ, καὶ τοῦ συνιέναι ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ." ∆ιὰ δὲ τούτων καὶ τῆς φύσεως ἔδειξε τὴν ἀσθένειαν, καὶ τῆς ἡλικίας τὸ ἀτελὲς, καὶ τῆς δοθείσης ἐξου 80.680 σίας τὸ μέγεθος, καὶ τὸ τῆς κρίσεως ἐπικίνδυνον, καὶ τῆς φρονήσεως τὸ ἀναγκαῖον, καὶ τὸ συνετὸν τῆς αἰτήσεως. Ὅθεν ὁ ∆εσπότης Θεὸς ἐπαινέσας τὴν αἴτησιν, καὶ ταύτην ἔδωκε, καὶ τἄλλα προὐτέ θεικε. Τοῦτο κἀν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ ∆εσπό της ἐνομοθέτησεν· "Αἰτεῖτε γὰρ, φησὶν, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὰ λοιπὰ πάντα προστεθήσεται ὑμῖν." Ταύ τας μέντοι τῷ Σολομῶντι τὰς δωρεὰς δέδωκεν ὁ Θεὸς, πάσης δὲ αὐτὸν ἀξιώσειν προμηθείας ὑπέσχετο· "Ἐὰν πορευθῇς γὰρ, φησὶν, ἐν τῇ ὁδῷ μου, τοῦ φυλάσσειν τὰς ἐντολάς μου, καὶ τὰ προστάγματά μου, ἐν οἷς ἐπορεύθη ∆αβὶδ ὁ πατήρ σου, καὶ μακρυνεῖς τὰς ἡμέρας σου." ΕΡΩΤ. ΙΓʹ. Πῶς νοητέον τὸ, "Ἐξυπνίσθη Σολομὼν, καὶ ἰδοὺ ἐνύπνιον;" ∆ιαναστὰς, φησὶ, τοῦ ὀνείρατος ἀνεμνήσθη· καὶ συνεὶς θείαν οὖσαν τὴν ἀποκάλυψιν, ἐπανῆλθε μὲν εἰς τὴν μητρόπολιν, πρὸ δὲ τῆς θείας κιβωτοῦ χα ριστήριον θυσίαν προσήνεγκεν. ΕΡΩΤ. Ι∆ʹ. Τὸ κατὰ τὰς δύο ἑταίρας διήγημα τίνος χάριν τέθεικεν ὁ τὴν ἱστορίαν γραψάμενος; Ἐπιδεῖξαι τὴν τοῦ βασιλέως ἐβουλήθη σοφίαν. Σοφωτάτης γὰρ τῷ ὄντι διανοίας, τὸ τὰ λανθάνοντα δεῖξαι, καὶ τὰ κεκρυμμένα δηλῶσαι, καὶ προσ ενεγκεῖν τῇ φύσει τὴν βάσανον, καὶ αὐτῇ τῆς δίκης ἐπιτρέψαι τὴν ψῆφον. Αὐτίκα γοῦν ἡ μὲν μήτηρ ἐδείχθη, ἡ δὲ οὐ μήτηρ ἠλέγχθη, ΕΡΩΤ. ΙΕʹ. Παύσας τὸν Ἀβιάθαρ πῶς αὐτὸν πάλιν συνέταξε τῷ Σαδώκ; Τὴν ἀρχὴν ἀφείλετο, οὐ τῆς ἱερωσύνης ἐγύμνω σεν. Τὴν γὰρ τῆς ἱερωσύνης ἀξίαν οὐκ ἐκ χειροτο νίας, ἀλλ' ἐκ γονικῆς εἶχον διαδοχῆς. ΕΡΩΤ. Ιʹ.