1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

8

τῶν δορκάδων ὁ Ἀκύλας ἡρμήνευ σεν. ΕΡΩΤ. ΚΘʹ. ∆ιὰ ποίαν αἰτίαν σίδηρον οὐκ εἶχεν ὁ Ἰσραήλ; Νενικηκότες αὐτοὺς οἱ ἀλλόφυλοι πάντα τὸν σίδη ρον ἔλαβον, καὶ κτήσασθαι ἕτερον διεκώλυσαν· ὅθεν παρ' αὐτοῖς τὰ γεωργικὰ κατεσκεύαζον ὄργανα. Ὀδόντα δὲ ὁ μὲν Σύμμαχος ὕνιν, ὁ δὲ Ἀκύλας τὸ ἄροτρον ἡρμήνευσαν. Τὸν δὲ σίκλον στα τῆρα ἐκάλεσαν. Ἐπὶ δὲ σταθμοῦ ὁ σίκλος λαμβανό μενος, ἡμιόγκιον εἷλκεν· ἐπὶ δὲ ἀργυρίου, εἴκοσιν ὀβολούς. ΕΡΩΤ. Λʹ. Τί δήποτε ὁ Ἰωνάθαν προσβαλεῖν τοῖς πολε μίοις βουλόμενος, σημεῖά τινα δέδωκε τῷ ὁπλοφόρῳ; Οὐ συμβολικῶς δέδωκεν, ἀλλ' ὡς πιστὸς γνῶναι ἠθέλησε τὸ βούλημα τοῦ Θεοῦ, καὶ σημεῖα ἑαυτῷ δέδωκε τοῦ θείου θελήματος· ἵνα εἰ μὲν κληθεῖεν 80.557 ὑπ' αὐτῶν προσβάλωσιν, ὡς τοῦ Θεοῦ προφανῶς συνεργοῦντος. Τοῦτο γὰρ ἔφη· "Καὶ ἀναβησό μεθα, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖ ρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον." - "Ἐὰν δὲ, φησὶν, εἴπωσιν ἡμῖν, Ἀπόστητε ἐκεῖ, οὐκ ἀναβησό μεθα ἐπ' αὐτούς." Ὅτι δὲ τῷ Θεῷ θαῤῥήσας εἰς προῦπτον ἑαυτὸν ἐξέδωκε κίνδυνον, μαρτυροῦσιν οἱ λόγοι. "∆εῦρο γὰρ, φησὶ, διαβῶμεν εἰς τὴν ὑπό στασιν τῶν ἀπεριτμήτων τούτων, εἴπως ποιήσει τι Κύριος ἡμῖν, ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συν εχόμενον σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις." Ταῦτα δὲ τὰ ῥήματα ψυχῆς ἐστι τῷ Θεῷ πεποιθυίας. Οὕτω δὲ θαῤῥήσας οὐκ ἐψεύσθη τῆς ἐλπίδος. Εὐθὺς γὰρ προσβαλὼν, καὶ βέλος ἀφιεὶς, καὶ λίθους ἀκοντίσας, συνέχεε τὴν τῶν πολεμίων παρεμβολήν. Ἀγνοοῦντες γὰρ ἀλλήλους ἀνῄρουν ἐκεῖνοι, ἐκ διαφόρων συν ειλεγμένοι πόλεων ὄντες, καὶ ἀλλήλοις ὡς πολεμίοις ἐκέχρηντο. Τοῦτο πόῤῥωθεν ὁ Σαοὺλ θεασάμενος, καὶ διὰ τῆς ἱερατικῆς στολῆς τὴν νίκην μεμαθηκὼς, ὥρμησε καὶ αὐτὸς κατὰ τῶν ἀλλοφύλων· εἶτα τραπέντας ἐκείνους ἰδὼν, ἀνοήτως καὶ ἄγαν ἠλιθίως ἀνεθεμάτισε τὸν τροφῆς ἢ ποτοῦ πρὸ τῆς ἑσπέρας μεταλαμβάνοντα. ΕΡΩΤ. ΛΑʹ. Εἰ ἀνοήτως ἀνεθεμάτισε, τί δήποτε ὁ Θεὸς τὸν ἀναθεματισμὸν ἐβεβαίωσεν; Ἐρομένῳ γὰρ, εἰ πολεμητέον, οὐκ ἀπεκρίνατο. Πρῶτον αὐτὸν διελέγχει παραλόγως ἐπαρασάμενον. Ἔπειτα διδάσκει μηδὲ τῶν τοιούτων ἀναθεμάτων καταφρονεῖν. Ἐνταῦθα δὲ ὁ μὲν σκοπὸς εὐσεβὴς ἦν· εἰς Θεοῦ γὰρ ὡρίσθη τιμήν. Ἀλλ' ἔδει σκοπῆσαι τῶν πολεμούντων τὸν πόνον, καὶ ὡς εἰκὸς ἦν τινας τῷ πόνῳ τρυχομένους πιεσθῆναι δίψει, καὶ βιασθῆναι παραβῆναι τὸν ὅρον. Τοῦτο γὰρ πέπονθε καὶ Ἰωνάθαν ὁ θαυμάσιος· ἀλλ' ἀγνοῶν παρέβη τὸν τοῦ ἀναθέματος ὅρον. Μετὰ γὰρ δὴ τὴν τοῦ μέλιτος γεῦ σιν, ἤκουσε τοῦ πατρὸς τὴν ἀρὰν, ἑτέρων ἀπαγγει λάντων. Ἀλλ' ὅμως καὶ τὴν τῆς ἀγνοίας ἔχων ἀπο λογίαν, ἄχρις αὐτῆς ἐκινδύνευσε τῆς ζωῆς. Ἀπηλ λάγη δὲ τῆς σφαγῆς διὰ τὴν τοῦ λαοῦ δικαίαν συνη γορίαν καὶ ἱκετείαν σπουδαίαν. ΕΡΩΤ. ΛΒʹ. Πῶς νοητέον τὸ, Μεταμεμέλημαι ὅτι ἔχρι σα τὸν Σαοὺλ εἰς βασιλέα; Πολλάκις εἰρήκαμεν, ὅτι μεταμέλεια Θεοῦ ἡ τῆς 80.560 οἰκονομίας μεταβολή. Οἷον χειροτονηθῆναι προσέταξε τὸν Σαοὺλ διὰ τὸ τοῦ σώματος ἀξιοθέατον· οὐκ ἐπειδὴ μεγίστοις αὐτὸς ἐπιτέρπεται σώμασιν· αὐτὸς γάρ ἐστι καὶ τῶν μεγάλων, καὶ τῶν μικρῶν δημιουργός· ἀλλὰ τῷ λαῷ χαριζόμενος, τοῖς αἰσθητοῖς μόνοις ὀφθαλμοῖς κεχρημένῳ. Ὅτι γὰρ προτιμᾷ πολλάκις καὶ μικρὰ σώματα μεγάλων, καὶ νέους γεγηρακό των, μάρτυς ὁ Ζακχαῖος μικρὸς ὢν, καὶ τὸν ∆εσπό την ὑποδεξάμενος. Μάρτυς ὁ Σαμουὴλ νέος ὢν, καὶ τῆς θείας ἐπιφανείας ἀξιωθείς. Μάρτυς ὁ ∆αβὶδ τῶν μειζόνων καὶ πρεσβυτέρων προτιμηθεὶς ἀδελφῶν. Τοῦτον ἐθελήσας βασιλέα χειροτονῆσαι, καὶ τῷ σπέρ ματι αὐτοῦ φυλάξαι τὴν βασιλείαν, διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον κατὰ σάρκα βασιλέα τῆς κτίσεως, ἀν θρωπίνοις ἐχρήσατο ῥήμασιν ἀνθρώποις διαλεγό μενος, καὶ εἶπε· "Μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα," ἀντὶ τοῦ, Ἑτέρῳ βούλομαι δοῦ- ναι τῆς βασιλείας τὴν ἐξουσίαν, τοῦτον δὲ παῦσαι τῆς δυναστείας. ΕΡΩΤ. ΛΓʹ. Καὶ τί δήποτε διὰ φιλανθρωπίαν αὐτὸν τῆς βασιλείας ἐγύμνωσεν; Προῄδει μὲν αὐτοῦ καὶ τὰς ἐσομένας παρανομίας, τὰς κατὰ τῶν εὐεργετούντων ἐπιβουλὰς, τὰς τῶν ἱε ρέων σφαγὰς, τῶν ὅρκων τὰς παραβάσεις, τὸν πρὸς τὴν ἐγγαστρίμυθον δρόμον. Ἀπόχρη δὲ