1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

28

οἱ φυλέται, εὔλογον αἰτίαν ἔχοντες τὴν τοῦ υἱοῦ τοῦ βασιλέως φυγήν. Τοῦτο γὰρ λέγει· "Καὶ εἶπεν ἡ γυνή· Ἵνα τί ἐλογί σθη οὕτως ἐπὶ λαὸν Κυρίου, καὶ ἐκ τοῦ παρελθεῖν τὸν βασιλέα τὸν λόγον τοῦτον, τοῦ ἐγκρατεύσασθαι τοῦ μὴ ἀποστρέψαι τὸν βασιλέα τὸν ἀπωσμένον ἀπ' αὐτοῦ, ὅτι τέθνηκεν ὁ υἱός σου;" Πῶς δύνασαι, φησὶ, τὸν υἱόν μου τῆς σφαγῆς ἀπαλλάξαι μὴ ἐπαν άγων σου τὸν υἱόν; Εἶτα περὶ τοῦ τεθνηκότος ψυχ αγωγεῖ, ὅτι Τέθνηκεν ὁ υἱός σου, καὶ ὥσπερ τὸ ὕδωρ τὸ ἐκχεόμενον ἐπὶ τὴν γῆν οὐ συναχθήσεται, καὶ οὐκ ἐλπιεῖ ἐπ' αὐτῷ ψυχή. Ἀναστῆσαι, φησὶν, ἐκεῖνον οὐ δύνασαι, τί δήποτε καὶ τοῦτον σπεύδεις ἀναιρήσειν, ἵνα ἐστερημένος τῶν δύο βιοτεύσῃς; Οὕτω τὸν περὶ τοῦ Ἀβεσσαλὼμ παρεμβαλοῦσα λόγον, πάλιν περὶ τοῦ οἰκείου δοκεῖ διαλέγεσθαι πά θους· ἵνα μὴ δόξῃ ταῦτα ἐξεπίτηδες εἰρηκέναι· "Καὶ νῦν ὑπὲρ ὧν ἥκω λαλῆσαι πρὸς τὸν βα σιλέα τὸν λόγον τοῦτον, καὶ ὄψεταί με ὁ λαὸς, καὶ ἐρεῖ ἡ δούλη σου, Λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, εἴ πως ποιήσῃ ὁ βασιλεὺς τὸ ῥῆμα τῆς παιδίσκης αὐτοῦ· ὅτι ἀκού σεται ὁ βασιλεὺς, καὶ ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξολοθρεῦσαί με, καὶ τὸν υἱόν μου κατὰ τὸ αὐτὸ, ἐκ τῆς κληρονομίας Κυρίου. Καὶ ἐρεῖ ἡ δούλη σου· Γενηθήτω δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν· ὅτι καθὼς ἄγγελος Κυρίου, οὕτως καὶ ὁ κύριός μου ὁ βασιλεὺς, τοῦ εἰσακούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν· καὶ Κύ ριος ὁ Θεός σου μετὰ σοῦ ἔσται." Τούτων παρὰ τῆς γυναικὸς εἰρημένων, συνῆκεν ὁ βασιλεὺς τοῦ δρά ματος τὴν ὑπόθεσιν, καὶ ἤρετο τὴν γυναῖκα, εἰ γνώμῃ τοῦ Ἰωὰβ τοῖσδε τοῖς λόγοις ἐχρήσατο. Ἡ δὲ συνωμολόγησε τούτων ἕκαστον τὸν Ἰωὰβ ὑποθέ σθαι· "Ὅπως, φησὶ, κυκλώσῃ τὸ πρόσωπον τοῦ λόγου τούτου, ὃ ἐποίησεν Ἰωὰβ ὁ δοῦλός σου τὸν λόγον τοῦτον." Ἐξ εὐθείας, φησὶν, οὐκ ἦν ἱκε τεῦσαί σε· ὅθεν ὑπέθετο χρήσασθαί με τῷ κύκλῳ τῶν λόγων τούτων, ἵνα ἐν τῷ πεπλασμένῳ πάθει τὸ οἰκεῖον ἰδὼν, ἣν ἔμελλες ἐπιθεῖναι θεραπείαν ἐμοὶ, ταύτην ἐπιθῇς σαυτῷ· καὶ ἧς μεταδώσειν ἐπικου 80.637 ρίας ὑπέσχου τῷ ἐμῷ παιδὶ, ταύτης τῷ σῷ μετα δῷς. Τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς, ἐπαν ελθεῖν μὲν τὸν Ἀβεσσαλὼμ παρηγγύησεν, ἰδεῖν δὲ αὐτὸν διεκώλυσεν· ὕστερον δὲ καὶ τοῦτο δέδρακε, τοῦ Ἰωὰβ δεξάμενος τὴν παράκλησιν. Ἀλλὰ τεσσάρων διεληλυθότων ἐτῶν, τῇ χρηστότητι τῶν λόγων προκατασκευάσας τὴν τυραννίδα, τῇ σκήψει μὲν τῆς θυσίας εἰς τὴν Χεβρὼν ἀπελήλυθεν· ἐκεῖ δὲ τὴν πατρικὴν ἥρπασε βασιλείαν· ἐμελέτησε δὲ καὶ τοῦ πατρὸς τὴν σφαγήν. Τοῦτο μαθὼν ὁ βασιλεὺς, κατ έλιπε τὴν μητρόπολιν, ἀρίστην ἡγούμενος στρατ ηγίαν καὶ τὴν εἰς καιρὸν γενομένην φυγήν. Ἠκο λούθησε δὲ αὐτῷ καὶ τῶν ἀσπιδοφόρων καὶ δορυφό ρων πλῆθος. Ἠκολούθησε δὲ καὶ Ἰεθὶ ὁ Γετθαῖος σὺν ἑξακοσίοις λογάσιν, ἄρτι μὲν τὴν οἰ κείαν πατρίδα καταλιπὼν, προσήλυτος δὲ μετὰ τῶν ὑπηκόων γενόμενος. Τοῦτον ὁ βασιλεὺς πεῖσαι μὲν ἐπεχείρησεν ἀναστρέψαι, ἵνα μὴ εὐθὺς αὐτοῖς συνοι κήσας πάλιν γένηται μετανάστης· "Τί γὰρ, φησὶ, πορεύῃ σὺ μεθ' ἡμῶν; Ἀνάστρεφε καὶ κάθισον μετὰ τοῦ βασιλέως, ὅτι ἀλλότριος σὺ, καὶ ὅτι μετῴκη σας ἐκ τοῦ οἴκου σου· εἰ ἐχθὲς παραγέγονας σὺ, καὶ σήμερον κινήσω σε τοῦ πορεύεσθαι μεθ' ἡμῶν· ἐγὼ δὲ πορεύσομαι οὗ ἐὰν πορεύωμαι." Ἐμὲ, φησὶ, ἀνάγκη μεταναστεύειν, σὲ δὲ οὐ δίκαιον ἀρ τίως ἀφιγμένον σὺν ἡμῖν ὑπομένειν τὸν πόνον. Ἄξιον δὲ θαυμάσαι τοῦ ∆αβὶδ τὴν πραότητα. Καὶ διωκόμενος γὰρ, καὶ πολεμούμενος ὑπὸ τοῦ παμ μιάρου παιδὸς, οὐ πατραλοίαν, οὐκ ἀδελφοκτόνον, ἀλλὰ βασιλέα ὠνόμαζε· καὶ πολλῆς· δεόμενος βοηθείας, τῆς τοῦ προσηλύτου σωτηρίας ἐφρόντιζεν· "Ἀνάστρεφε γὰρ, φησὶ, καὶ ἀπόστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν." Ἀλλ' ὅσῳ τὴν περὶ αὐτὸν ὁ βασιλεὺς ἐδείκνυ κηδεμονίαν, τοσούτῳ ἐκεῖνος μείζονα τὴν εὔνοιαν ἀπεδείκνυτο. "Ζῇ γὰρ, φησὶ, Κύριος, καὶ ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου ὁ βασι λεὺς, ἐάν τε εἰς θάνατον, ἐάν τε εἰς ζωὴν, ἐκεῖ ἔσται ὁ δοῦλός σου." Τούτων ἕκαστον εἰς ἡμετέραν