1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

80

τὸν προφή την ἀποστείλας, τὴν ἀπιστίαν διήλεγξε, τάδε εἰπών· "Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι ἐπὶ Κύριον τὸν Θεόν σου, διὰ τοῦτο διεσώθη ἡ δυνάμις βασιλέως Ἰσραήλ." Ἡ σὴ, φησὶν, ἀπιστία προὐξένησεν ἐκείνοις τὴν σωτη ρίαν. Εἰ γὰρ συνήθως ἐπίστευσας, ἄρδην ἂν πάντας κατέκτεινας. Ἀναμιμνήσκει δὲ αὐτὸν καὶ τῶν Αἰθιό πων, καὶ τῶν Λιβύων, καὶ τῶν ἵππων, καὶ τῶν ἁρμάτων, καὶ τῆς αὐτοῦ πίστεως, δι' ἣν αὐτοὺς κατηνάλωσεν ἅπαντας· ὅτι "Ὀφθαλμοὶ Κυρίου, φησὶν, ἐπιβλέπουσιν ἐπὶ πᾶσαν τὴν γῆν, κατισχῦ σαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν." Πᾶς γὰρ, φησὶ, γνησίως αὐτὸν καλῶν, τεύξεται τῆς σω τηρίας. Εἶτα σαφέστερον ἐλέγχει· "Ἠγνόησας ἐπὶ τούτῳ·" ἔπειτα προλέγει τὰ ἐσόμενα σκυθρωπά· "Ἀπὸ τοῦ νῦν γὰρ, φησὶν, ἔσται σοι πόλεμος." Ἐντεῦθεν ἔστι μαθεῖν, ὡς οἱ Ἀμαζονεὶμ Λιβυκόν ἐστιν ἔθνος. Οὓς γὰρ ἄνω Ἀμαζονεὶμ ὠνόμασεν, ἐνταῦθα Λίβυας κέκληκεν. Ὁ δὲ Ἀσὰ, δέον ἀλγῆσαι, καὶ θρηνῆσαι, καὶ τὴν θείαν καλέσαι φιλαν θρωπίαν, οὐ μόνον ὠργίσθη, ἀλλὰ καὶ δεσμωτηρίῳ τὸν προφήτην παρέδωκε. Συναπήλαυσε δὲ καὶ ὁ λαὸς τῆς τούτου πλημμελείας. "Ἐλυμήνατο γὰρ, φησὶν, Ἀσὰ ἐν τῷ λαῷ, ἐν τῷ καιρῷ ἐκείνῳ." Ἐπιμέμφεται δὲ αὐτῷ, ὅτι ἀῤῥωστήσας οὐ τὸν Κύριον ἐζήτησεν, ἀλλ' ἰατρούς. Ἀλλὰ τούτου τὴν 80.832 σαφήνειαν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν τεθεικὼς, ἐπὶ τὰ ἑξῆς βαδιοῦμαι τῆς ἑρμηνείας. Ἐπαινεῖ τὸν Ἰωσαφὰτ ἡ ἱστορία, ὡς κατ' ἀρχὰς τοῦ ∆αβὶδ ζηλώσαντα τὴν ἀρετήν· τοῦτο γὰρ λέγει τὸ "Ἐν ταῖς πρώταις." ∆ιηγεῖται δὲ αὐτοῦ καὶ τὰ ἀξιέπαινα κατορθώματα. "Κύριον γὰρ, φησὶ, τὸν Θεὸν τοῦ πατρὸς αὑτοῦ ἐξεζήτησε, καὶ ἐν ταῖς ἐντο λαῖς αὐτοῦ ἐπορεύθη, καὶ οὐ κατὰ τὰ ἔργα Ἰσραήλ. ∆είκνυσι δὲ καὶ τὸν τούτων καρπόν· "Καὶ κατεύ θυνε Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἐγέ νετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή." Τὸ δὲ, "Ὑψώθη ἡ καρδία αὐτοῦ," οὐκ ἐπὶ κατηγορίας, ἀλλ' εὐφη μίας ἔθηκεν. Ἐπήγαγε γὰρ, "Ἐν ὁδοῖς Κυ-ρίου, καὶ ἐξῆρε τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα." Ἐπέστησε δὲ καὶ παντὶ τῷ λαῷ διδασκάλους τοῦ θείου νόμου, καὶ ἱερέας, καὶ Λευΐτας, καὶ ἄρχον τας. Ἐκομίζετο δὲ παρὰ τοῦ ∆εσπότου Θεοῦ τῆς εὐσεβείας τὰ ἐπίχειρα. "Ἐγένετο γὰρ, φησὶν, ἔκστα σις ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς τῆς κύκλῳ Ἰούδα· καὶ οὐκ ἐπολέμουν τῷ Ἰωσαφάτ." Τοσοῦτο δὲ πᾶσιν ἐπέπεσε δέος, ὅτι καὶ ἀλλόφυλοι καὶ οἱ Ἄρα βες δασμὸν αὐτῷ προσεκόμιζον. Ταύτην ἔχων τὴν ἀφθονίαν, καὶ πόλεις ᾠκοδόμησε, καὶ οἰκίας ἐδείματο, καὶ τὰς ἀτειχίστους ὠχύρωσε κώμας. Ἑκουσιαζόμε νον δὲ τῷ Κυρίῳ λέγει τὸν οὐχ ὑπὲρ ἁμαρτημάτων προσφέροντα, ἀλλὰ δῶρα προσκομίζοντα τῷ Θεῷ. "Ἐπιμέμφεται δὲ αὐτῷ τὴν γαμικὴν ἐπιμιξίαν, ἣν πρὸς τὸν Ἀχαὰβ ἐποιήσατο." Γοθολίαν γὰρ τοῦ Ἀχαὰβ τὴν θυγατέρα κατηγγύησε τῷ παιδί. Τέθεικε δὲ καὶ τὸ κατὰ τὸν Μιχαίαν διήγημα, καὶ τοὺς ψευδοπροφή τας, ὅπερ ἐν ταῖς Βασιλείαις ἡρμήνευται παρ' ἡμῶν. Τὸ δὲ παρ' ἐκείνου τοῦ συγγραφέως παραλειφθὲν, ἐνταῦθα δὲ τεθὲν, ἀναγκαῖον οἶμαι εἰπεῖν. Ἐπανιόντι γὰρ ἀπ' ἐκείνης τῆς παρατάξεως τῷ Ἰωσαφὰτ ἀπ ήντησεν Ἰηοῦ ὁ τοῦ Ἀνανὶ ὁ προφήτης, καὶ εἶπεν αὐτῷ· "Βασιλεῦ Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς, εἰ μισουμένῳ ὑπὸ Κυρίου σὺ φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου· ἀλλ' ἢ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοὶ, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον." Ἐντεῦθεν μανθάνομεν, ὡς ἐλαττοῖ τὰς ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας τὰ προ γενόμενα κατορθώματα. Καὶ γὰρ ὁ δίκαιος κριτὴς ταῦτα ἐκείνοις ἀντιμετρῶν οὕτως ἐκφέρει τὴν ψῆφον. Τοῦτο καὶ ἐπὶ τούτου πεποίηκεν. Ἐχα λέπαινε μὲν γὰρ κατ' αὐτοῦ διὰ τὴν συγγένειαν· διὰ δὲ τὴν ἄλλην ἀρετὴν, τῶν προσβαλόντων καὶ κυκλωσάντων ἠλευθέρωσε πολεμίων. Προσήκει τοί νυν ἡμᾶς, ταῦτα μεμαθηκότας, φεύγειν τῶν θεομι σῶν καὶ τὴν συγγένειαν, καὶ τὴν φιλίαν. Ὁ δὲ 80.833 συγγραφεὺς τὸν ψόγον καταλιπὼν, εἰς τὸν τῆς εὐφη μίας μετέβη κατάλογον, καὶ διδάσκει τοὺς ἐντυγχά νοντας, ὡς τὸν ἔλεγχον ὁ βασιλεὺς δεξάμενος, ἐσπού δασεν ἐν τοῖς εὐσεβέσι πόνοις τὴν τῆς συγγενείας ἐξαλεῖψαι