1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

4

λῶν, περιττὸν μὲν εἰπεῖν, καὶ ὑπέλαβεν ὡς ὁ Θεός ἐστιν ὁ καλῶν· ἔφη δέ· "Ἐὰν καλέσῃ σε ὁ καλῶν, ἐρεῖς, Λάλει, Κύριέ μου, ὅτι ἀκούει ὁ δοῦλός σου." Ἀλλ' ὅμως καὶ τὴν τοιαύτην ἡλικίαν τῆς πολιᾶς προτετίμηκεν ὁ Θεός· καὶ τὸν ὀκτὼ καὶ ἐνενήκοντα ἔτη βεβιωκότα, καὶ τεσσαράκοντα ἔτη ἀρχῆς ἀξιωθέντα διπλῆς (καὶ κριτὴς γὰρ ἦν, καὶ ἀρχιερεὺς) καταλιπὼν, τῷ σμικροτάτῳ διειλέχθη παιδίῳ· διδάσκων ὅσῳ πολιᾶς ἀμείνων νεότης ἀρετῇ κοσμουμένη. Ὁ μέντοι Ἡλεὶ δῆλός ἐστιν οἰκείοις μὲν κοσμούμενος κατορθώμασι· διὰ δὲ τὴν τῶν παί δων πονηρίαν τῆς πανωλεθρίας τὴν ψῆφον δεξάμε νος. ∆ηλοῖ δὲ αὐτοῦ τὴν εὐσέβειαν καὶ τὰ ῥήματα. Πρῶτον μὲν γὰρ οὐκ ᾐσχύνθη παρακαλέσαι τὸν νέον μηνῦσαι τὰ θεόθεν ἀπαγγελθέντα· ἀλλὰ καὶ ὅρκοις αὐτὸν κατέδησε καὶ ἀραῖς, ὥστε μηδὲν ἀποκρύψαι τῶν δηλωθέντων. Εἶτα τὴν ἐξενεχθεῖσαν ψῆφον μα θὼν, τὴν ἀξιέπαινον ἀφῆκε φωνήν· "Κύριός ἐστι, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει." Καὶ μέντοι καὶ τῶν υἱῶν τὴν σφαγὴν ἐγνωκὼς, οὐκ ἀγεν νῶς ἤνεγκεν ὁ πατὴρ καὶ πρεσβύτης· τὴν δέ γε κι βωτὸν δορυάλωτον γεγενῆσθαι μαθὼν, κατέπεσε μὲν ἀπὸ τοῦ δίφρου, τῇ δὲ τῆς ἀθυμίας ὑπερβολῇ τοῦ βίου τὸ τέλος ἐδέξατο. ΕΡΩΤ. Ιʹ. Τί δήποτε συνεχώρησεν ὁ Θεὸς δορυάλωτον γε νέσθαι τὴν κιβωτόν; ∆ιπλῆν τὸ γεγονὸς ὠφέλειαν ἐβλάστησε. Τοὺς 80.541 μὲν γὰρ Ἑβραίους ἐδίδαξεν, ἐννόμως μὲν βιοῦν τας τῇ τοῦ Θεοῦ προμηθείᾳ θαῤῥεῖν· παρανομοῦν τας δὲ μήτ' αὐτῷ, μήτε τῇ ἀψαύστῳ κιβωτῷ πε ποιθέναι· τί δήποτε γὰρ εἰς ἐπικουρίαν ἔλαβον παρανομοῦντες τὴν τὸν νόμον ἔνδον ἔχουσαν ἀποκεί μενον; Οὗτοι μὲν οὖν ταύτην ἐντεῦθεν τὴν ὠφέ λειαν ἐδέχοντο. Οἱ δέ γε ἀλλόφυλοι, δείσαντες μὲν ἡνίκα φανείσης τῆς κιβωτοῦ ἠλάλαξαν οἱ Ἑβραῖοι· καταφρονήσαντες δὲ μετὰ τὴν νίκην, καὶ οἱονεὶ ἀκρο θίνιον ταύτην τοῖς οἰκείοις ἀνατεθεικότες εἰδώλοις, ἔμαθον τῇ πείρᾳ τοῦ Θεοῦ τὴν ἰσχύν. Πρῶτον μὲν γὰρ εἶδον πρὸ τῆς κιβωτοῦ πεπτωκότα τὸν οἰκεῖον θεὸν, καὶ τῆς προσκυνήσεως ἐπιδεικνύντα τὸ σχῆμα. Εἶτα τοῦτον ἀναστήσαντες εὗρον τῇ ὑστεραίᾳ συν τετριμμένον, καὶ τῶν ἄκρων πάντων ἐστερημένον. Ἔπειτα τὸ διάφορον γνῶναι μὴ βουληθέντες, καὶ τῇ κιβωτῷ τὸ προσῆκον μὴ ἀπονείμαντες σέβας, ποι κίλοις νοσήμασι περιέπεσον. Ὡς μὲν γὰρ οἱ Ἑβδομήκοντα ἡρμήνευσαν, "Εἰς τὰς ἕδρας ἐπλήγησαν·" ὡς δὲ ὁ Ἀκύλας, "τὸ τῆς φαγεδαίνης ἐσχήκασιν ἕλκος." Ὁ δέ γε Ἰώσηπος τὸ τῆς δυσεντερίας αὐτοῖς ἐγγενέσθαι πάθος ἐδίδαξεν· ἀλλὰ μηδεὶς δια φωνίαν νομιζέτω τὰς διαφόρους ἐκδόσεις. Τὴν γὰρ δυσεντερίαν τὸ τῆς ἕδρας διεδέξατο πάθος. Τὸ γὰρ συχνὸν τῆς ἐκκρίσεως τὸ τῆς ἐκκρίσεως κατ έκαυσε μόριον· εἰς φαγέδαιναν δὲ τῷ χρόνῳ τὸ ἕλ κος μετέπεσε. Τὸ δὲ τῆς ἕδρας ὑπέμειναν πάθος, ὡς δυσσεβῶς τὴν κιβωτὸν τὴν θείαν ἑδράσαντες παρὰ τὸν θεὸν τὸν ψευδώνυμον. Ταύτην οἱ Ἀζώτιοι πρῶ τοι τὴν τιμωρίαν ἐδέξαντο. Τοπάσαντες γὰρ οἱ Γετ θαῖοι, μὴ θεήλατον εἶναι τὴν πληγὴν, ἀλλὰ νό σον ἐκ λοιμικῆς τινος καταστάσεως γενομένην, μετ έθεσαν εἰς τὴν Γὲθ τὴν τοῦ Θεοῦ κιβωτόν· ἀλλὰ παραυτίκα ταῖς αὐταῖς ὑπεβλήθησαν συμφοραῖς. Τὸ δὲ, "Ἐποίησαν ἑαυτοῖς οἱ Γετθαῖοι ἕδρας χρυσᾶς," οἱ λοιποὶ οὕτως ἡρμήνευσαν, "Καὶ περιελύ θησαν αὐτῶν αἱ ἕδραι." Τῶν δὲ Γετθαίων εἰς Ἀσκάλωνα μεταθεῖναι τὴν κιβωτὸν πειραθέντων, ἀντεῖπον ἐκεῖνοι, δείσαντες τὰς θεηλάτους πληγάς. Εἶτα μηδεμιᾶς πόλεως δέξασθαι τολμώσης τὴν κι βωτὸν, ἐν ὑπαίθρῳ ταύτην ἔξω κατέλιπον τόπῳ. Τοῦτο γὰρ ὁ ἱστοριογράφος ἐδίδαξεν· "Ἐγένετο γὰρ, φησὶν, ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν τῷ πεδίῳ τῶν ἀλ 80.544 λοφύλων μῆνας ἑπτά." Ἐπειδὴ δὲ ᾠήθησαν ἔξω μενούσης τῆς κιβωτοῦ τῶν θεηλάτων ἀπηλλάχθαι πληγῶν, ἐπήγαγεν ὁ Θεὸς καὶ ∆εσπότης, καὶ τοῖς ἀψύχοις τὰς τιμωρίας. Μυῶν γάρ τι πλῆθος καὶ ταῖς ἀμπέλοις, καὶ τοῖς ληΐοις ἐπέπεμψεν, οἳ πάντας αὐτῶν ἐλυμήναντο τοὺς καρπούς. Ἐδίδαξε δὲ διὰ τούτων, ὡς αὐτὸς καὶ τοῖς Αἰγυπτίοις τὰς δια φόρους ἐπενήνοχε πληγάς. Ὅτι γὰρ ἔναυλον εἶχον ἐκείνων τὴν μνήμην, μαρτυρεῖ τὰ παρ' αὐτῶν εἰρημένα. Καὶ γὰρ ἐν τῷ πολέμῳ τὴν κιβωτὸν θεα σάμενοι, δέους ἐπλήσθησαν, καὶ