1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

84

ἤκουσαν." Ἑνὸς δὲ προφήτου καὶ ὀνομαστὶ ἐμνήσθη· "Πνεῦ μα γὰρ, φησὶ, Κυρίου ἐνέδυσε τὸν Ζαχαρίαν, τὸν τοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, 80.844 καὶ εἶπεν αὐτοῖς, Τάδε λέγει Κύριος· Ἵνα τί ὑμεῖς παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; Καὶ οὐκ εὐ οδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγ καταλείψει ὑμᾶς." Ἀλλ' οὐ μόνον τοῖς θείοις λόγοις ἀντεῖπον, ἀλλὰ καὶ κατέλευσαν τὸν προφήτην, τοῦ βασιλέως κελεύσαντος, καὶ κατέλευσαν αὐτὸν ἔν δον ἐν τῷ ὑπαίθρῳ τοῦ ναοῦ. Τοιαύτην οὗτος ἀχα ριστίαν ἐνόσησε, καὶ περὶ τὸν σεσωκότα Θεὸν, καὶ περὶ τὸν ὑπουργηκότα τῇ σωτηρίᾳ. Τοῦτο γὰρ ἡ ἱστορία διδάσκει. "Καὶ οὐκ ἐμνήσθη, φησὶν, Ἰωὰς ὁ βασιλεὺς τοῦ ἐλέους, οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ μετ' αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ μετ' αὐτοῦ. Ὡς δὲ ἀπέθνησκεν, εἶπεν· Ἴδοι Κύριος, καὶ κρίναι." Καὶ οὐ διήμαρτε τῆς αἰτή σεως. Ἐνιαυτοῦ γὰρ διελθόντος, ὀλίγη μὲν αὐτοῖς Σύρων προσέβαλε στρατιά· ἐξεδόθησαν δὲ ὑπὸ τοῦ καταφρονηθέντος ∆εσπότου· καὶ τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ ἐξανδραποδίσαντες ᾤχοντο. Οὗτος δὲ ἀῤῥω στίᾳ περιπεσὼν ὑπὸ τῶν ὑπηκόων ἐσφάγη. Ταύτην γὰρ κατ' αὐτοῦ τὴν ψῆφον ἐξήνεγκεν ὁ ∆εσπότης, ὡς ὁ ἱστοριογράφος ἔφη· "Καὶ μετὰ Ἰωὰς ἐποίησε κρίματα, καὶ ἐπέθεντο τῷ Ἰωὰς οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱῶν Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει ∆αβὶδ, καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων." Ἀληθὴς ἄρα ὁ λόγος ὁ πρὸς τὸν Νῶε ῥηθεὶς, "Ὁ ἐκχέων αἷμα ἀνθρώπου, πίνει αὐτὸ, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον." Καὶ τού τους δὲ ὁ τοῦ Ἰωὰς υἱὸς Ἀμασίας βασιλεύσας κατέκτεινεν. Οὐ γὰρ ζήλῳ θείῳ πυρσευθέντες ἀνεῖλον, ἀλλὰ μιαιφόνῳ χρησάμενοι γνώμῃ. Ἀντ' αὐτοῦ δὲ ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀμασίας. Οὗτος στρατεῦ σαι βουληθεὶς κατὰ τῶν Ἰδουμαίων, ἐμισθώσατο Ἰσραηλιτῶν ἑκατὸν χιλιάδας ἰσαρίθμων ταλάντων. Ἀλλ' ὁ προφήτης πρὸς αὐτὸν θεόθεν ἀποσταλεὶς ταῦτα ἔφη· "Βασιλεῦ, μὴ πορευέσθω μετὰ σοῦ δύ ναμις Ἰσραὴλ, ὅτι οὐκ ἔστι Κύριος μετὰ Ἰσραὴλ πάντων τῶν υἱῶν Ἐφραΐμ. Ὅτι ἐὰν ὑπολάβῃς κατ- ισχῦσαι ἐν τούτοις ἐν τῷ πολέμῳ, τροπώσεταί σε Κύ ριος ἐναντίον τῶν ἐχθρῶν σου, ὅτι ἐστὶν ἰσχὺς τῷ Κυρίῳ τοῦ βοηθῆσαι καὶ τοῦ τροπώσασθαι." Ἀρκῶ σοι, φησὶν, εἰς βοήθειαν· οὐ χρῄζεις πλήθους παρα τασσόμενος, μὴ λάβῃ εἰς ἐπικουρίαν τοὺς εὐσεβείας γεγυμνωμένους. Τούτου δὲ εἰρηκότος, "Καὶ τί ποιή σω τοῖς ἑκατὸν ταλάντοις, οἷς ἔδωκα τῇ δυνάμει Ἰσραήλ;" ὑπολαβὼν ὁ προφήτης ἔφη· "Ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλεῖον τούτων." Πιστεύσας δὲ τοῖς εἰρημένοις ἀπῆλθε, καὶ κατέκτεινε μυρίους, ἐξηνδραπόδισε δὲ τοσούτους· ἀλλὰ τῆς θείας ἐπικου 80.845 ρίας τυχὼν, οὐκ ἔγνω τὸν εὐεργέτην. Τῶν γὰρ ἡττη θέντων τοὺς θεοὺς, οὓς μετὰ τῶν λαφύρων ἐκόμισεν, ὡς δοτῆρας τῆς νίκης ἐτίμησε, καὶ ἱερουργίαις ἐγέραιρεν. Ἀλλ' ἤλεγξεν αὐτοῦ τὴν ἀσέβειαν ὁ Θεὸς διὰ τοῦ προφήτου. Εἶπε γὰρ αὐτῷ, "Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν αὑ τῶν ἐκ χειρός σου;" Ἐπὶ πολὺν, φησὶ, χρόνον τού τους ἐθεράπευσαν Ἰδουμαῖοι, ἀλλ' οὐκ ἀπώσαντο τῆς θεραπείας· οὐδεμιᾶς γὰρ παρ' αὐτῶν ἐπικουρίας ἀπήλαυσαν. Σὺ δὲ τῆς ἐμῆς ἀπολαύσας ῥοπῆς, οὐ μό νον κατέκτεινας ἐκείνους, ἀλλὰ καὶ τούτους ἐξ ηνδραπόδισας. Τούτων οὐδὲν ὤνησε τὸν ἀνόητον. Ἔφη γὰρ πρὸς τὸν προφήτην, "Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε σεαυτῷ, ἵνα μὴ πα τάξω σε." Ὁ δὲ προφήτης εἶπε σὺν παῤῥησίᾳ· "Ἔγνων ὅτι ἐβουλεύσατο Κύριος τοῦ διαφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο, καὶ οὐκ ἤκουσας τῆς συμβουλίας μου." Οὕτω τῆς θείας γυμνωθεὶς προμηθείας, προσκαλεῖται μὲν εἰς πόλεμον τοῦ Ἰσραὴλ τὸν βασι λέα· πέπονθε δὲ ἅπερ ἐν ταῖς Βασιλείαις εἰρήκα μεν. Ὁμοίως δὲ τῷ πατρὶ καὶ τὸ πέρας ἐδέξατο. Ἐπαινεῖ δὲ τὸν Ὀσίαν ἡ θεία Γραφή. "Ἦν γὰρ,φησὶν, ἐκζητῶν τὸν Κύριον ἐν φόβῳ Κυρίου, ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν ὁράσει Θεοῦ." Λέγει δὲ καὶ τοὺς τῆς εὐσεβείας καρπούς· "Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐξεζήτησε τὸν Κύριον, καὶ κατηύθυνεν αὐτὸν Κύριος ὁ Θεός."