1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

71

ἀνελίττειν λόγους. Τὸν δὲ Ἰωαχὶμ, τὸν τοῦ Ἰωακεὶμ υἱὸν, ὁ θεῖος Ἱερεμίας Ἰεχονίαν καλεῖ· ἡ δὲ τῶν Παραλειπομένβίβλος Ἰωακείμ. Τοῦτον ὁ Εὐϊλὰτ Μερωδὰχ τῆς εἱρκτῆς ἀπαλλάξας, ὁμοδίαιτον εἶχε καὶ ὁμοτράπε ζον. Ὁ τύπτων γὰρ καὶ ἰώμενος τοῖς πολεμίοις ἐκδεδωκὼς, πάλιν αὐτὸν ἐλευθερίας ἠξίωσεν. 80.801

ΕΙΣ ΤΗΝ ΠΡΩΤΗΝ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ. Τῆς βίβλου τῶν Παραλειπομένων τὴν ὑπόθεσιν ἡ προσηγορία δηλοῖ. Ὅσα

γὰρ παρέλιπεν ὁ τὰς Βασι λείας συγγεγραφὼς, ταῦτα συντέθεικεν ὁ τόνδε τὸν πόνον ἀναδεξάμενος, ἐκ πολλῶν αὐτὰ προφητικῶν βιβλίων συναγαγών. Πολλὰ δὲ καὶ τῶν ἐκεῖ συγγε γραμμένων τούτοις συνήρμοσεν, ἵνα φυλάξῃ τῆς ἱστορίας τὴν ἁρμονίαν· Ἄνωθεν δὲ ἀπὸ τῆς γενεα λογίας ἤρξατο, ἵνα δείξῃ συντόμως, ὡς ἐξ ἑνὸς ἀν θρώπου πάντα τὰ φῦλα τῶν ἀνθρώπων ἐβλάστησεν. Ἐπειδὴ δὲ μόνης τῆς Ἰούδα βασιλείας ποιεῖ τὴν μνήμην, διδάσκει τίνες αἱ τούτων πόλεις καὶ κῶμαι, καὶ ἐκ τίνων τὰς προσηγορίας ἐσχήκασιν. Ἐντεῦθεν μανθάνομεν ὡς Νάθαν, ἐξ οὗ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἐγενεαλόγησεν ὁ Λουκᾶς ὁ θαυμάσιος, καὶ τοῦ ∆αβὶδ ἦν υἱὸς, καὶ τοῦ Σολομῶντος ὁμομήτριος ἀδελφός. "Οὗτοι γὰρ, φησὶ, τῷ ∆αβὶδ ἐτέχθησαν ἐν Ἱερουσαλὴμ, Σαμαὰ, καὶ Σωβὰβ, καὶ Νάθαν, καὶ Σολομὼν, υἱοὶ τέσσαρες τῆς Βηρσαβεὲ θυγατρὸς Ἠλᾶ." Καὶ τὸν Ῥηχὰβ δὲ, τὸν πολλαχοῦ τῆς Γραφῆς ἐπαινούμενον, αὕτη δείκνυσιν ἡ βίβλος ἐκ τῆς Ἰούδα ὄντα φυλῆς. ∆ιδάσκει δὲ σαφέστερον τὴν αἰτίαν, δι' ἣν ὁ μὲν Ῥουβεὶμ τῶν πρωτοτο κίων ἐξέπεσεν, ὁ δὲ Ἰωσὴφ τούτων τετύχηκεν, ἡ δὲ Ἰούδα φυλὴ τιμῆς ἀπήλαυσε πλείονος. "Υἱοὶ γὰρ, φησὶ, Ῥουβεὶμ πρωτοτόκου Ἰσραὴλ, ὅτι αὐτὸς ὁ πρωτότοκος. Ἐν δὲ τῷ βεβηλῶσαι τὴν στρωμνὴν τοῦ πατρὸς αὐτοῦ, ἔδωκε τὰ πρωτοτόκια αὑτοῦ τοῖς υἱοῖς Ἰωσὴφ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια ὁ Ῥουβεὶμ, ὅτι Ἰούδας δυνατὸς ἰσχύει ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ τὰ πρωτοτόκια τῷ Ἰωσήφ." ∆ηλοῖ δὲ ὁ λόγος, ὡς τὰ μὲν πρεσβεῖα τῶν πρωτοτοκίων ὁ Ἰωσὴφ ἐκομίσατο, τὴν δὲ ἡγεμονίαν Ἰούδας ἐδέξατο διὰ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα βλαστήσαντα Κύριον. Τοῦτο γὰρ αἰνίτ τεται τὸ εἰς ἡγούμενον ἐξ αὐτοῦ. Οὐ γὰρ μόνους τοὺς ἐξ αὐτοῦ βασιλέας ὁ λόγος δηλοῖ, ἀλλὰ καὶ τὸν αἰώνιον βασιλέα, ὃς οὔτε ἀρχὴν ἔσχεν ἡμερῶν, οὐδὲ 80.804 τέλος λήψεται. ∆ιδάσκει δὲ, ὅπως καὶ αἱ πέραν τοῦ Ἰορδάνου φυλαὶ, ἡ τοῦ Ῥουβεὶμ, καὶ ἡ τοῦ Γὰδ, καὶ τὸ ἥμισυ τῆς Μανασσήτιδος φυλῆς, συνεπλά κησαν τοῖς Ἀγαρηνοῖς, καὶ τοῖς Ἰτουραίοις καὶ Ναφισαίοις, καὶ τοῖς ἄλλοις τοῖς μετὰ τούτων παρατασσομένοις, καὶ ὡς μάχης καρτερᾶς γενο μένης κατακράτος ἐνίκησαν, καὶ τοὺς Ἀγαρηνοὺς ἐξήλασαν. Λέγει δὲ καὶ τὴν αἰτίαν τῆς νίκης, "Ὅτι τῷ Θεῷ, φησὶν, ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτῶν, ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ." Συνέγραψε δὲ καὶ τῆς λείας τὸν ἀριθμόν· "Πεντή κοντα γὰρ, φησὶ, χιλιάδας καμήλων ἔλαβον, καὶ προβάτων διακοσίας καὶ πεντήκοντα χιλιάδας, καὶ ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνθρώπων ἑκατὸν χιλιά δας. Τραυματίαι γὰρ πολλοὶ ἦσαν, ὅτι παρὰ Θεοῦ ἦν ὁ πόλεμος, καὶ κατῴκισαν ἀντ' αὐτῶν ἕως τῆς ἀποικίας." Γενεαλογεῖ δὲ καὶ τοὺς ἱερέας, καὶ τοὺς Λευΐτας· καὶ λέγει τὸν Σαδοὺκ, τὸν ἐπὶ τοῦ ∆αβὶδ ἀρχιερατεύσαντα, ἑνδέκατον ἀπὸ Ἀαρὼν γεγενῆ σθαι· Ἀζαρίαν δὲ, ὃς ἔκγονος ἦν τοῦ Σαδοὺκ, πρῶτον ἐν τῷ ναῷ οἰκοδομηθέντι ὑπὸ τοῦ Σολο μῶντος ἱερατεῦσαι. Ἐκ τούτων ἦν καὶ Ἰωσεδὲκ, ὃς δορυάλωτος εἰς Βαβυλῶνα μετὰ τῶν ἄλλων ἀπήχθη. Τούτου υἱὸς ἦν Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας, ὃς σὺν τῷ Ζοροβάβελ τὴν αἰχμαλωσίαν ἐπανήγαγε, καὶ τὸν θεῖον ναὸν ᾠκοδόμησεν. Ἐντεῦθεν μανθά νομεν, ὡς Κορὲ ὁ κατὰ Μωσῆ τοῦ μεγάλου τὴν στάσιν ἐγείρας, τοῦ Σισαὰρ ἦν ἔκγονος· ὃς τοῦ μὲν Καὰθ ἦν υἱὸς, ἀδελφὸς δὲ Ἀμρὰμ τοῦ πατρὸς Ἀαρὼν καὶ Μωσῆ· τοιγάρτοι ἀνεψιδοῦς ἦν τοῦ