1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

51

εὐπετές. Ἐκτήσατο γὰρ, φησὶ, Ζαμβρῆ τὸ ὄρος τῶν Σεμερῶν παρὰ Σεμ μὴρ τοῦ Κυρίου αὐτοῦ δύο ταλάντων ἀργυρίου, καὶ ᾠκοδόμησε τὸ ὄρος, καὶ ἐπεκάλεσε τὸ ὄνομα αὐ τοῦ τοῦ ὄρους, οὗ ᾠκοδόμησεν, ἐπὶ τῷ ὀνόματι Σεμμὴρ τοῦ κυρίου τοῦ ὄρους Σομόρων." Τοιγαρ οῦν ἀπὸ τοῦ Σεμμὴρ τὸ ὄρος ὠνομάσθη Σομόρων, ἀπὸ δὲ τοῦ ὄρους ἡ πόλις Σαμάρεια. Σαμάρεια δέ ἐστιν ἡ νῦν Σεβαστὴ προσαγορευομένη. Ἐν ταύτῃ δὲ ἦν τῶν δέκα φυλῶν τὰ βασίλεια. Ἐξανδραπο δισθεισῶν δὲ τῶν δέκα φυλῶν, καὶ τῆς γῆς ἐκείνης ἐρήμου γεγενημένης, μετέστησάν τινας ἐκ τῶν ἑῴων μερῶν εἰς ἐκείνας τὰς πόλεις τῶν Ἀσσυρίων οἱ βα σιλεῖς, Οὗτοι δὲ ἐκ τῆς Σαμαρείας ὠνομάσθησαν Σα μαρεῖται. Ταῦτα περὶ Ζαμβρῆ εἰρηκὼς, ἐπὶ τὸν Ἰούδαν μετέβη· καὶ τεθαύμακε μὲν τὸν Ἰωσαφὰτ ἐν τοῖς ἄλλοις, καὶ ἔφη αὐτὸν τὸ εὐθὲς ἐνώπιον Κυ ρίου πεποιηκέναι. Ἐμέμψατο δὲ, ὡς τὴν ἐν τοῖς ὑψηλοῖς λατρείαν μὴ παύσαντα· ἀλλὰ καὶ τοῦ Ἀχαὰβ τὴν συγγένειαν ἀσπασάμενον. Ταῦτα δὲ σαφέστερον ἡ τῶν Παραλειπομένων βίβλος ἐδίδαξεν. Οὗ δὴ χά ριν καὶ ὁ τὴν ἱστορίαν συγγεγραφὼς εἰς ἐκείνην ἡμᾶς παρέπεμψεν. ΕΡΩΤ. ΜΘʹ. Πῶς νοητέον· "Οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου Λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰούδα;" Καὶ ἐντεῦθεν δῆλον, ὡς ἅπαντα συνεγράφη τὰ τηνικαῦτα γενόμενα· καὶ ἐξ ἐκείνων τῶν βιβλίων, τὰς μὲν οὗτος ὁ συγγραφεὺς, τὰς δὲ οἱ τὰς Παραλει 80.724 πομένας συγγεγραφότες, ἔλαβον τῆς ἱστορίας τὰς ἀφορμάς. ΕΡΩΤ. Νʹ. Τίνα δὲ λέγει τὸν Βαάλ; Ὡς Ἰώσηπος ἔφη, Τυρίων ἦν οὗτος θεός· ἡ δὲ Ἀστάρτη Σιδωνίων. Τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσ θεν ἐδίδαξε τὰ περὶ τοῦ Σολομῶντος συγγρά φων, ὅτι τέμενος ᾠκοδόμησε τῇ Ἀστάρτῃ βδε λύγματι Σιδωνίων. Ταύτῃ καὶ τὰ ἄλση φυτεύοντες ἀνετίθεσαν· Ἀστάρτη δέ ἐστιν ἡ παρ' Ἕλλησιν Ἀφροδίτη προσαγορευομένη. ΕΡΩΤ. ΝΑʹ. Οὐ δοκεῖ τολμηρὸν εἶναι τὸ περὶ τοῦ Ἠλιοῦ ῥηθὲν, "Εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου;" Τολμηρόν ἐστι τὸ κατὰ τῶν πνευματικῶν ἀνδρῶν τοιούτους εἰσδέχεσθαι λογισμούς. Προφήτης γὰρ ἦν, καὶ προφητῶν κορυφαῖος, καὶ τῷ θείῳ πυρπολού μενος ζήλῳ. Καὶ ταῦτα τοῦ θείου Πνεύματος ἐνερ γοῦντος εἴρηκεν. Ὅθεν καὶ τὸ πέρας εἴληφεν. ΕΡΩΤ. ΝΒʹ. Πῶς ὁ ἅγιος ὢν, καὶ κατὰ νόμον πολιτευόμενος, ἤσθιε τὴν διὰ τῶν κοράκων αὐτῷ κομιζομένην τροφήν; Αὐτὸς ὁ νομοθέτης ταύτην αὐτῷ διὰ τῶν κορά κων προσέφερεν. Αὐτὸς γὰρ αὐτῷ καὶ προσέταξεν ἐν τῷ χειμάῤῥῳ διάγειν τῷ χόῤῥαν, ὑποσχό μενος πέμψειν αὐτῷ διὰ κοράκων τροφὴν, καὶ πε πλήρωκε τὴν ὑπόσχεσιν. Προσέφερον γὰρ οἱ κόρακες ἄρτους μὲν ἕωθεν, δείλης δὲ κρέα. ∆ιδάσκει δὲ διὰ τούτων ἡμᾶς ὁ νομοθέτης, ὡς τῆς Ἰουδαίων ἀσθε νείας ἕνεκα τοὺς τοιούτους ἐτεθείκει νόμους, οὓς ποτὲ μὲν αὐτὸς παραβῆναι προσέταττεν· ἐν σαβ βάτῳ γὰρ ἑπτάκις κυκλῶσαι τὴν Ἱεριχὼ, καὶ Ἰησοῦν τὸν προφήτην, καὶ Ἐλεάζαρ τὸν ἀρχιερέα, καὶ τοὺς σὺν αὐτῷ ἱερέας καὶ Λευΐτας ἐκέλευσε, καὶ ἅπαντα τὸν λαόν· καὶ νῦν τὸν μέγαν Ἠλίαν δέχε σθαι τὴν διὰ τῶν κοράκων κομιζομένην αὐτῷ τρο φήν· ποτὲ δὲ τοὺς τοιούτους παραβεβηκόσι νόμους οὐκ ἐπεμέμψατο. Καὶ γὰρ ὁ Σαμψὼν διὰ μὲν τὴν μέθην, καὶ τὴν λαγνείαν, τῆς θείας ἐγυμνώθη χά ριτος· φαγὼν δὲ τὸ κηρίον τοῦ μέλιτος, ὃ ἐν νε κρῷ λέοντι ἐξύφηναν μέλισσαι, κατηγορίαν οὐδεμίαν ἐδέξατο. 80.725 ΕΡΩΤ. ΝΓʹ. Τίνος χάριν πρὸς χήραν ἀλλόφυλον ἐκέλευσεν αὐτὸν ἀπελθεῖν· Καὶ τοῦτο πάλιν τῶν τοιούτων νόμων τὰς αἰτίας διδάσκει. Εἰ γὰρ ᾔδει στεῤῥὸν τῶν Ἰουδαίων τὸ φρό νημα, καὶ τὴν πίστιν ἑδραίαν, οὐκ ἂν αὐτοῖς φυγεῖν τῶν ἀλλοφύλων ἐπιμιξίαν προσέταξεν· ἀλλὰ τοὐναντίον ἐκέλευσεν ἂν αὐτοῖς συνδιάγειν, καὶ κηρύττειν αὐτοῖς τὴν εὐσέβειαν. Τοῦτο γὰρ διδάσκει καὶ ἡ τοῦ νόμου αἰτία. Εἰρηκὼς γάρ· "Οὐ δώσεις τὰς θυγατέρας σου τοῖς υἱοῖς τῶν ἀλλοφύλων, καὶ τὰς θυγατέρας αὐτῶν τοῖς υἱοῖς σου," ἐπήγαγεν· "Ἵνα μὴ ἐκπορνεύσωσιν οἱ υἱοὶ αὐτῶν τὰς θυγατέρας ὑμῶν, καὶ αἱ θυγατέρες αὐ τῶν τοὺς υἱοὺς ὑμῶν, ὄπισθεν Κυρίου τοῦ Θεοῦ ὑμῶν." Τὸν δέ γε προφήτην, ὡς εὐεργετῆσαι δυνά μενον, οὐ μόνον οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ προσέταξεν ἀπελθεῖν. Οἶμαι δὲ ὅτι καὶ δεῖξαι βουλόμενος