1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

33

ὠφέλειαν ἡ παράβασις γίγνηται· Οἱ μέντοι Γαβαωνῖται ἑπτὰ ᾔτησαν ἄνδρας τῆς Σαοὺλ συγγενείας, ἰσαρίθμους ταῖς ἡμέραις ἐν αἷς ὁ χρόνος ἀνακυκλεῖται· "Οὐκ ἔστι γὰρ ἡμῖν, ἔφασαν, ἀργύριον, οὐδὲ χρυσίον μετὰ Σαοὺλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ· καὶ οὐκ ἔστιν ἡμῖν θανατῶσαι ἄνδρα ἐκ παντὸς Ἰσραήλ. Ὁ ἀνὴρ ὁ συντελέσας ἡμᾶς, καὶ διώξας ἡμᾶς, καὶ ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσομεν αὐτὸν τοῦ μὴ καθίστασθαι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Καὶ δοθήτωσαν ἡμῖν ἑπτὰ ἄνδρες ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξιλασόμεθα ἐν αὐτοῖς τῷ Κυρίῳ ἐν τῷ βουνῷ τοῦ Σαοὺλ ἐκλεκτοὺς τῷ Κυρίῳ." Ἡ οὖν τῶν Γαβαωνιτῶν μητρόπολις Γαβαὼν ἐκα λεῖτο· μεταβαλλόμενον δὲ τοῦτο τὸ ὄνομα εἰς τὴν Ἑλλάδα γλῶσσαν βουνὸς ὀνομάζεται. Ἐν ἐκείνῳ τοίνυν τῷ χωρίῳ τοὺς ἐκδοθέντας αὐτοῖς ἀνεσκολό πισαν ἄνδρας, ἐν ᾧ τὰς παρανόμους ἐτόλμησεν ἐκεῖ 80.656 νος σφαγάς. Τὸ γὰρ "ἐξηλίασαν," ὁ Ἀκύλας ἀν έπηξαν εἶπεν. Οὗτοι δὲ ἦσαν δύο μὲν υἱοὶ τοῦ Σαοὺλ νόθοι, πέντε δὲ υἱωνοὶ αὐτοῦ. Ὕστερον δὲ ταφῆς καὶ τούτους ἠξίωσεν ὁ εὐσεβὴς βασιλεύς. Τῆσδε τῆς τιμωρίας γεγενημένης, ἵλεως ὁ ∆εσπότης ἐγένετο, καὶ τῶν νεφελῶν ἔλυσε τὰς ὠδῖνας, καὶ τῇ γῇ συνήθως δοῦναι προσέταξε τοὺς καρπούς. Ἡμεῖς δὲ διὰ τοῦτο μανθάνομεν, ὡς γένους ὁ ∆ε σπότης οὐκ οἶδε διαφορὰν, ἀλλὰ τοῖς ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως. ΕΡΩΤ. ΜΓʹ. Πόθεν ὁ ∆αβὶδ παραταττόμενος ἐξελύθη; Πρεσβύτης ἦν· ἐνίκα δὲ τῇ προθυμίᾳ τοῦ σώμα τος τὴν ἀσθένειαν. Πολὺν δὲ πόνον ὑπομείνας ἐν τῇ συμπλοκῇ (πρόμαχος γὰρ τῆς φάλαγγος ἦν), διελύθη τὸν πόνον οὐκ ἐνεγκών. Ἀναιρεθῆναι δὲ κινδυνεύ σας ὑπὸ τοῦ προμάχου τῶν ἀλλοφύλων, παρὰ δόξαν ἐσώθη, τοῦ Ἀβεσσὰ προασπίσαντος, καὶ τὸν μέγι στον ἐκεῖνον πολέμιον κτείναντος. Κἀντεῦθεν τοίνυν ἔστι μαθεῖν, ὡς γίγαντας ὠνόμαζον τοὺς μείζονα σώματα ἔχοντας. Καὶ γὰρ οὗτος ἀπόγονος ἦν γιγάν των, ὡς ὁ ἱστοριογράφος ἐδίδαξε. Τοῦ δὲ βασιλέως τὸν κίνδυνον μεμαθηκὼς ὁ στρατὸς, ὤμοσε μηκέτι συγχωρήσειν αὐτῷ, συμπλοκῆς κοινωνήσειν. Καὶ δίκαιον γὰρ καὶ συμφέρον εἶξαι τῷ γήρᾳ, καὶ ἔνδον καθήμενον διατάττειν τὴν στρατιάν. Ὁ δὲ ἱστοριο γράφος καὶ ἄλλων ἐμνήσθη γιγάντων, οὓς διὰ ῥώ μην καὶ μέγεθος σώματος οὕτως οἱ τότε ὠνόμαζον, καὶ οὔτε ὡς δυσσεβεῖς, καθά τινες ἔφασαν, οὔτε ὡς πολὺν βιώσαντας χρόνον. Μετὰ τούτους δὲ τοὺς πολέμους ἐπινίκιον τῷ Θεῷ συντέθεικεν ὕμνον ὁ θεῖος ∆αβίδ. Ἔστι δὲ σύμφωνος τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ· μᾶλλον δὲ [ὁ] αὐτός ἐστιν, ὀλίγας ἔχων ὀνομά των ἐναλλαγάς. Ἐγὼ δὲ μετὰ τῶν ἄλλων ψαλμῶν καὶ τοῦτον ἑρμηνεύσας, περιττὸν ὑπέλαβον δευτέ ραν ἑρμηνείαν ποιήσασθαι. Ἔχει δὲ καὶ πρόῤῥησιν περὶ τοῦ Σωτῆρος Χριστοῦ· "Ἐξείλω με γὰρ, φη σὶν, ἐκ λαοῦ, ἔθου με εἰς φῶς ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου." Εἰς φῶς δὲ ἐθνῶν γέγονεν οὐχ ὁ ∆αβὶδ, ἀλλ' ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα, ὁ τοῦ ∆αβὶδ καὶ κύριος καὶ υἱός. Εἰ δὲ καὶ ὁ ∆αβὶδ γέγονεν εἰς φῶς ἐθνῶν, δηλονότι τῇ μελῳδίᾳ καταυγάζων τοὺς τῷ ∆εσπότῃ πεπιστευκότας Χριστῷ. Ἁπάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις ἡ πνευματικὴ τοῦ ∆α βὶδ ὑμνῳδία τὰς τῶν εὐσεβῶν φωτίζει ψυχάς. Ἐπειδὴ δὲ Ἰουδαῖοι προφήτην αὐτὸν ὀνομάζειν 80.657 οὐ βούλονται, ὡς ἐναργῶς ἄγαν τὰ περὶ τοῦ Σω τῆρος ἡμῶν καὶ τῆς τῶν ἐθνῶν προθεσπίσαντα πίστεως, ἀκουσάτωσαν αὐτοῦ λέγοντος, "Πιστὸς ∆αβὶδ ὁ υἱὸς Ἰεσσαὶ, πιστὸς ἀνὴρ, ὃν ἀνέστησεν ὁ Θεὸς χριστὸν, ὁ Θεὸς Ἰακώβ. Καὶ ὡραῖος ὁ ψαλμὸς τοῦ Ἰσραήλ· Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου. Εἶπεν ὁ Θεὸς Ἰακὼβ ἐν ἐμοὶ λαλῆσαι." Εἰ δὲ καὶ Πνεῦμα Κυρίου ἐλάλησεν ἐν αὐτῷ, καὶ ὁ Θεὸς Ἰακὼβ εὐδόκησεν ἐν αὐτῷ λαλῆσαι, προφήτης ἄρα ἐστὶ, καὶ προφήτης μέγιστος· ἐπειδὴ τὰ ἄδηλα καὶ τὰ κρύ φια τῆς σοφίας αὐτοῦ ἐδήλωσεν αὐτῷ ὁ Θεός. Ὅσον μέντοι ὤνησεν αὐτὸν ἡ παιδεία, ἡ ἱστορία διδάσκει. Τῇ πείρᾳ γὰρ μαθὼν, ὅσων ἡ ἐπιθυμία πρόξενος συμφορῶν, ὠρέχθη μὲν ὕδατος ψυχροῦ, ἀνεμνήσθη δὲ τοῦ ἐν Βηθλεέμ. Τρεῖς δὲ τῶν ἀριστεύειν εἰωθό των ἐν μάχαις τῶν ἀλλοφύλων, περὶ τὴν Βηθλεὲμ ἐστρατοπεδευκότων,