1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

70

οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστή ριον Κυρίου ἐν Ἱερουσαλὴμ, εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν." ∆ῆλον δὲ, ὅτι ἐκ τοῦ ἱερατικοῦ γένους ὑπῆρχον οὗτοι. Εἰ δὲ τοῖς εἰδώλοις ἐλάτρευσαν, οὐκ ἂν αὐτοὺς ὁ εὐσεβὴς βα σιλεὺς συγγνώμης ἠξίωσεν. ΕΡΩΤ. Νʹ. Τὸ Ταφὲθ τί δηλοῖ; Ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ πτῶ σιν εὗρον σημαῖνον τὸ ὄνομα. Τόπος δὲ ἦν οὗτος, ἐν ᾧ διῆγον ἐν πυρὶ τὰ παιδία τῷ Μελχώλ· Ἀμ μανιτῶν δὲ ἦν τοῦτο τὸ εἴδωλον. Τοῦτο δὲ καὶ ἡ ἱστορία δεδήλωκεν. "Ἐμίανε γὰρ, φησὶ, τὸ Ταφὲθ τὸ ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ μὴ διάγειν ἄν δρα τὸν υἱὸν αὑτοῦ ἐν πυρὶ τῷ Μελχώλ." Τὸ δὲ φαρουρὶμ τοῦ φρουρίου οἱ περὶ τὸν Σύμμα χον ἡρμήνευσαν. Ὅπως δὲ τοῦτον ἐμίανεν ὁ εὐσεβὴς βασιλεὺς, ἡ ἱστορία διδάσκει· "Ἔπλησε γὰρ, φησὶ, τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων." Καὶ πάλιν· "Ἀπέστειλε καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων, καὶ κατέκαυσεν αὐτὰ ἐπὶ τὸ θυσιαστήριον, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ἐν τῷ ἑστᾶναι Ἱεροβοὰμ ἐπὶ τὸ θυσιαστήριον ἐν τῇ ἑορτῇ." Ὅτι δὲ οὐ ψευδοπροφήτης ἦν ὁ τὸν ἄνθρω πον τοῦ Θεοῦ παραπείσας τροφῆς μεταλαβεῖν παρ' αὐτῷ, καὶ ἐντεῦθεν καταμαθεῖν εὐπετές. ∆ιεσώθη γὰρ, φησὶ, τὰ ὀστᾶ τοῦ πρεσβυτέρου τοῦ προφή του, τοῦ κατοικοῦντος ἐν Βαιθὴλ, μετὰ τῶν ὀστῶν τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἥκοντος ἐξ Ἰούδα, καὶ λελαληκότος πάντα τὰ ἔργα, ἃ ἐποίησεν Ἰωσίας. ΕΡΩΤ. ΝΖʹ. Τί δήποτε καὶ περὶ τοῦ Ἐζεκίου, καὶ περὶ τοῦ Ἰωσίου, τὰ αὐτὰ ἔφη· ὅτι ὅμοιος αὐτοῦ οὐκ ἐγένετο ἔμπροσθεν αὐτοῦ, καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ; Οὔτε ἐκεῖνον τούτῳ συνέκρινεν, οὔτε τοῦτον ἐκείνῳ, ἀλλὰ τοῖς ἄλλοις τοῖς δόξασιν εὐσεβεῖν, τῷ Ἀσᾷ, καὶ τῷ Ἰωσαφὰτ, καὶ τῷ Ἰωάθαμ· καὶτοῦτον κἀκεῖνον παρεξετάσας, τούτους κρείττους 80.800 ἀπέφηνεν. Ἐὰν δέ τις ψιλῷ προσέχῃ τῷ γράμματι, εὑρεθήσεται κἀκεῖνος καὶ οὗτος τοῦ ∆αβὶδ ὑπερκεί μενος. Καὶ περὶ ἐκείνου γὰρ, καὶ περὶ τούτου ἔφη ὅτι "Ὅμοιος αὐτῷ οὐκ ἐγένετο βασιλεὺς ἔμπροσθεν αὐτοῦ." Ἀλλὰ δῆλον, ὡς οὔτε τὸν Ἐζεκίαν τοῦ ∆αβὶδ προὐτέθεικεν, οὔτε τοῦ Ἐζεκίου τὸν Ἰωσίαν,καὶ τοῦ ∆αβὶδ ἀπέφηνε κρείττονα· ἀλλὰ τοῖς ἄλλοις αὐτοὺς εὐσεβέσι συνέκρινεν. Εἰ δέ τις ὑπείληφε μεμφθῆναι τὸν Ἐζεκίαν, ὡς φρονήματι χρησάμενον ὑψηλῷ, καὶ τοῖς Βαβυλωνίου πρεσβευταῖς τοὺς θησαυροὺς ὑποδείξαντα, ὄψεται καὶ τὸν Ἰωσίαν οὐ παντάπασιν αἰτίας ἐλεύθερον. Ἡνίκα γὰρ Φαραὼ Νεχαὼ κατὰ τῶν Ἀσσυρίων ἐστρατεύσατο, ἐπικουρῆσαι τοῖς Ἀσσυρίοις ἐσπούδασε· καὶ ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξε βίβλος, ἔφη πρὸς αὐτὸν Φα ραώ· "Τί ἐμοὶ καὶ σοὶ, βασιλεῦ Ἰούδα; Οὐκ ἐπὶ σὲ ἥκω σήμερον ποιῆσαι πόλεμον, ἀλλ' ἢ ἐπὶ τὸν τόπον τοῦ πολέμου, καὶ ὁ Θεὸς εἶπε τοῦ κατα σπεῦσαί με. Πρόσεχε σὺ ἀπὸ τοῦ Θεοῦ τοῦ μετ' ἐμοῦ, μὴ καταφθείρῃ σε. Καὶ οὐκ ἀπέστρεψεν Ἰω σίας τὸ πρόσωπον αὐτοῦ· ἀλλ' ἐκραταιώθη τοῦ πο λεμεῖν αὐτόν· καὶ οὐκ ἤκουσεν Ἰωσίας τῶν λόγων Φαραὼ Νεχαὼ ἐκ στόματος Κυρίου· καὶ ἦλθε τοῦ πολεμεῖν ἐν τῷ πεδίῳ Μαγεδδώ. Καὶ ἐτόξευσαν οἱ τοξόται Φαραὼ ἐπὶ τὸν βασιλέα Ἰωσίαν. Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὑτοῦ, Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα." Ὁ δὲ Ἔσδρας οὕτω φησί· "Καὶ διεπέμψατο ὁ βασιλεὺς Αἰγύπτου πρὸς Ἰωσίαν, λέ γων, Τί ἐμοὶ καὶ σοὶ, βασιλεῦ τῆς Ἰουδαίας; Οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ Θεοῦ. Ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μοί ἐστι. Καὶ νῦν Κύριος μετ' ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ. Καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσίας ἐπὶ τὸ ἅρμα αὑτοῦ· ἀλλὰ πολεμεῖν αὐτὸν ἐπεχείρει, οὐ προσέχων ῥήμασιν Ἱερεμίου τοῦ προφήτου ἐκ στόματος Κυρίου· ἀλλὰ συνεστή σατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ μετὰ ἀδίκου." Οὐ τοίνυν αὐτοὺς ἀλλήλοις συγκρίνει, οὐδὲ ἀλλήλων ὑπερτίθησι. Τὸ γὰρ οὕτω νοεῖν ἀνοίας ἐστὶν ἐσχά της· ἀλλὰ τοῖς ἄλλοις αὐτοὺς παρεξήτασε βασιλεῦσι. Τὰ δὲ κατὰ τὸν Ἰωαχὶμ, καὶ Ἰωακεὶμ, καὶ Ἰεχνίαν, καὶ Σεδεκίαν, πλατύτερον ὁ θεῖος Ἱερεμίας συνέγραψε. Κἀκείνην δὲ τὴν βίβλον διὰ τῆς θείας χάριτος πᾶσαν ἡρμηνεύσαμεν. Παρέλκον τοίνυν ὑπολαμβάνω δὶς τοὺς αὐτοὺς