1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

83

Ἠλίου τοῦ προφήτου λέγοντος· Τάδε λέγει Κύ ριος ὁ Θεὸς τοῦ πατρός σου· Ἀνθ' ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου, καὶ ἐν ὁδοῖς Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων Ἰσραὴλ, καὶ ἐξεπόρνευσας τὸν Ἰούδαν, καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, ὃν τρόπον ἐξεπόρνευ σεν ὁ οἶκος Ἀχαάβ· καὶ τοὺς ἀδελφούς σου, καὶ τοὺς υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπ έκτεινας· διὰ τοῦτο ἰδοὺ Κύριος πατάσσει πληγὴν μεγάλην ἐν τῷ λαῷ σου, καὶ ἐν τοῖς υἱοῖς σου, καὶ ἐν ταῖς γυναιξί σου, καὶ ἐν πάσῃ τῇ οἰκίᾳ σου. Καὶ σὺ ἔσῃ ἐν ἀῤῥωστίαις πονηραῖς, ἐν ἀῤῥωστίᾳ κοιλίας σου, ἕως οὗ ἐξέλθῃ τὰ ἔντερά σου ἀπὸ τῆς ἀῤῥω στίας ἐξ ἡμερῶν εἰς ἡμέρας." Ἐντεῦθεν μανθάνο μεν, ὡς καὶ Ἀσὰ καὶ Ἰωσαφὰτ οὐ παντάπασιν ἦσαν ἀδόκιμοι· ἀλλ' εἰ καί τινα ἐπλημμέλησαν, ἐν τοῖς πλείοσι τὸν Θεὸν ἐθεράπευσαν. Καὶ γὰρ οὗτος ἐνεκλήθη, ὡς τὴν ἐκείνων πορείαν καταλιπών. Ἔλα βε δὲ πέρας ἡ πρόῤῥησις. Οὐ γὰρ μόνον ἀλλόφυλοι τῷ Ἰωρὰμ ἐπεσράτευσαν, ἀλλὰ καὶ Ἄραβες, καὶ τῶν Αἰθιόπων οἱ πρόσοικοι, καὶ προσβαλόντες κατα κράτος ἐνίκησαν, καὶ τὴν πόλιν ἀνεῖλον, καὶ τὸ πλῆ θος ἐξηνδραπόδισαν, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας κατέκτειναν, καὶ τὸν βασιλικὸν ἐσφετε ρίσαντο πλοῦτον. Μόνος δὲ Ὀχοζίας διέφυγε, τῶν παίδων ὁ νεώτατος. Ἐπέσκηψε δὲ αὐτῷ καὶ τῆς γαστρὸς τὸ πάθος, κατὰ τὴν πρόῤῥησιν, καὶ οὐδὲ μετὰ θάνατον βασιλικῆς ἠξιώθη ταφῆς. "Οὐκ ἐποίησε γὰρ αὐτῷ, φησὶν, ὁ λαὸς ἐκφορὰν καὶ καῦ σιν, κατὰ τὴν καῦσιν τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν οὐκ ἐν τάφοις βασιλέων." Ἀληθῶς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. "Ὥσ περ γὰρ ὁ ἔλεος αὐτοῦ ἄῤῥητος, οὕτω καὶ ἡ κό 80.841 λασις ἀνυπόστατος. Ἐκ ταύτης τῆς ἱστορίας μαν θάνομεν, ὡς οἱ Ἀμαζονιεὶμ πρόσοικοι Αἰθιόπων εἰσίν. Ἄνω γὰρ τοὺς ἐπελθόντας πολεμίους τῷ Ἰωρὰμ ὁ συγγραφεὺς ἐδίδαξεν ὁμόρους εἶναι τῶν Αἰ θιόπων. Ἐνταῦθα δὲ εἰπὼν, ὅτι καὶ τὸν Ὀχοζίαν ἐβασίλευσαν ἀντ' αὐτοῦ, τὸν υἱὸν αὐτοῦ τὸν νεώτερον, ἐπήγαγεν, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ λῃστήριον, τὸ ἐλθὸν ἐπ' αὐτοὺς ἀπὸ τῶν βαρβάρων, καὶ ἀπὸ τῶν Ἀμαζονιεὶμ ἐν τῇ παρεμ βολῇ. Καὶ οὗτος δὲ τοῦ πατρὸς ἐζήλωσε τὴν ἀσέβειαν. ∆ιδάσκαλον γὰρ εἶχε τὴν μιαρωτάτην μητέρα. Τοῦ τον ἀνεῖλεν ὁ Ἰηοῦ, σὺν τῷ Ἰωρὰμ τῷ βασιλεῖ Ἰσραήλ. Ἔτυχε μέντοι ταφῆς διὰ τὴν τοῦ πάππου εὐσέβειαν· ἔθαψε γὰρ αὐτὸν Ἰηοῦ, "Ὅτι, εἶπεν, υἱός ἐστιν Ἰωσαφὰτ, ὅστις ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ αὑτοῦ." Μετὰ ταῦτα ἐξηγεῖται τὰ κατὰ τὸν Ἰωὰς, ἅπερ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἡρμηνεύσαμεν· ἐροῦμεν δὲ ὅσα ἐν ἐκείνῃ τῇ βίβλῳ μὴ εὑρήκαμεν κείμενα. Ὁ γὰρ τὰς Παραλειπομέ νας συγγεγραφὼς βίβλους, ἐδίδαξεν, ὡς ὑπὸ θαυ μαστοῦ ἀρχιερέως εἰς ζῆλον ὁ λαὸς πυρσευθεὶς κατέσπασε τοῦ Βάαλ τὴν στήλην, καὶ συνέτριψε, καὶ ἐκ βάθρων ἀνέσπασε τὰ θυσιαστήρια, καὶ τὰς τῶν δαιμόνων εἰκόνας ἐλέπτυνε. Ματθὰν δὲ τοῦ Βάαλ τὸν ἱερέα κατέκτεινε· τὰς δὲ τῶν ἱερέων ἐφ ημερίας ἐκράτυνε, καὶ τῶν Λευϊτῶν τὴν τάξιν, καὶ τὰ ἄλλα ἁπαξαπλῶς, ὅσα ∆αβὶδ ὁ βασιλεὺς εἰς τὴν τοῦ Θεοῦ διετάξατο θεραπείαν. Συνήργει δὲ τοῖς ὑπὸ τοῦ ἀρχιερέως πραττομένοις ὁ βασιλεὺς φωτιζόμενος ὑπ' αὐτοῦ· "Ἐποίησε γὰρ, φησὶν, Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας Ἰωδαὲ ἱερέως." Προσήνεγκε δὲ καὶ τῇ οἰκοδομίᾳ τοῦ ναοῦ τὴν ἁρ μόττουσαν θεραπείαν. Ἐν γὰρ τῷ παρελθόντι χρόνῳ ἠμελήθη, ὅτι "Γοθολία, φησὶν, ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς, κατέσπασαν τὸν οἶκον τοῦ Θεοῦ, καὶ πάντα τὰ ἅγια Κυρίου ἐποίησαν τοῖς Βααλείμ." Τούτων δὲ πάντων ὁ ἀξιάγαστος ἀρχιερεὺς αἰτιώτατος, ὃς διὰ τὴν εὐσέβειαν, καὶ τὴν πολλὴν ἀρετὴν, ἐβίω μὲν ἔτη τριάκοντα καὶ ἑκατὸν, θήκης δὲ ἠξιώθη βασιλικῆς. "Ἔθαψαν γὰρ αὐτὸν, φησὶν, ἐν πόλει ∆αβὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην ἐν Ἰσραὴλ, καὶ μετὰ τοῦ Θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ." Ἐκείνου δὲ τελευτήσαντος, ὁ Ἰωὰς ἀπέκλινεν εἰς ἀσέβειαν τοῖς ἄρχουσιν ὑπαχθείς· ἀλλ' οὐκ ἠμέλησεν ὁ τῶν ψυχῶν ἰατρός. "Ἀπέστειλε γὰρ, φησὶ, Κύριος εἰς αὐτοὺς προφήτας, ἐπιστρέψαι αὐτοὺς πρὸς Κύριον· καὶ διεμαρτύρατο αὐτοὺς, καὶ οὐκ