1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

66

κατηγορίαν. ΕΡΩΤ. ΜΗʹ. Τίνι τὸ θυσιαστήριον ἐπέταξεν ὁ Ἄχαζ οἰκο δομηθῆναι ἐν τῷ θείῳ νεῷ; Οὐκ οἶμαι αὐτὸ τῷ τῶν ὅλων κατεσκευακέναι Θεῷ, ἀλλὰ τινὶ τῶν ψευδωνύμων θεῶν. Τοῦτο γὰρ ἡ τῶν Παραλειπομένων αἰνίττεται βίβλος. Λέγει δὲ οὕ τως· "Καὶ προσέθηκεν Ἄχαζ ἀποστῆναι ἀπὸ τοῦ Κυρίου, καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ, Ζητήσω τοὺς θεοὺς ∆αμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι Θεοὶ βασιλέως Συρίας κατισχύουσιν αὐτούς. Τοί νυν θύσω αὐτοῖς, καὶ ἀντιλήψονταί μου. Καὶ ἐγένοντο αὐτῷ αὐτοὶ εἰς σκῶλον, καὶ παντὶ Ἰσραήλ." Καὶ τὰ 80.781 ἑξῆς δὲ τοῦτο δηλοῖ· "Καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου Κυρίου, καὶ κατέκοψεν αὐτὰ, καὶ ἀπέκλεισε τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστή ριον ἐν πάσῃ γωνίᾳ Ἱερουσαλήμ." Ταῦτα καὶ τού τοις ἀκόλουθα διεπράττετο. Καὶ αὐτὴ δὲ ἡ τῶν Βασιλειῶν βίβλος τοῦτο σημαίνει. "Ἐπορεύθη γὰρ, φησὶν, ὁ βασιλεὺς Ἄχαζ ἐπὶ συνάντησιν τῷ Θε γλαθφαλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς ∆αμασκόν· καὶ εἶδε τὸ θυσιαστήριον τὸ ἐν ∆αμασκῷ, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ μέτρον, καὶ τὴν ὁμοίωσιν, καὶ τὸν ῥυθμὸν αὐτοῦ κατὰ πᾶσαν ποίησιν αὐτοῦ." Αὐτίκα γοῦν καὶ τὸ χαλκοῦν θυσιαστήριον, ὃ Σολομὼν κατεσκευάκει, μετ έθηκε· τὸ δὲ νεοποίητον ἐν τῷ ἐκείνου ἔθηκε τόπῳ. Ὅτι δὲ καὶ αἱ μεχωνὼθ βάσεις ἦσαν, τὰ ἑξῆς δι δάσκει. "Συνέκοψε γὰρ, φησὶν, ὁ βασιλεὺς Ἄχαζ τὰ συγκλείσματα τῶν μεχωνὼθ, καὶ μετῆρεν ἀπ' αὐτῶν τὸν λουτῆρα." Ἐτόλμησε δὲ καὶ ἑτέραν ἀσέβειαν. Τῶν γὰρ βασιλείων τὴν θύραν ἔνδον ἐν τῷ θείῳ ναῷ μετέθηκε, τὴν δίοδον διὰ τῶν ἱερῶν περιβόλων ποιούμενος. Καὶ τοῦτο δὲ ἡμᾶς ἡ ἱστορία διδάσκει, ὡς Ἀδραμέλεχ ὁ Αἰθίοψ ἐν Αἰγύπτῳ κατῴκει. Μα ναὰ δὲ δῶρα ἡρμήνευσαν οἱ λοιποί. ΕΡΩΤ. ΜΘʹ. Τί ἐστιν, "Ἀπὸ πύργου φυλασσόντων, ἕως πό λεως ὀχυρᾶς;" Ἐν παντὶ τόπῳ, φησὶ, βωμοὺς τοῖς δαίμοσιν ᾠκο δόμησε, καὶ οὐ μόνον ἐν πόλεσι καὶ κώμαις, ἀλλὰ καὶ ἐν τοῖς κατὰ τὴν ὁδὸν πύργοις, ἐν οἷς ὀλίγοι τι νὲς εἰώθασι φρουρεῖν. Ἐνταῦθα δὲ τὰ ὑψηλὰ τὰ τε μένη τῶν εἰδώλων ἐκάλεσεν. "Ὠκοδόμησαν γὰρ, φησὶν, ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν· καὶ ἐστήλωσαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ στήλας καὶ ἄλση, ἐν παντὶ βουνῷ ὑψηλῷ, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους· καὶ ἐθυμίων ἐκεῖ ἐν τοῖς ὑψηλοῖς, καθὼς τὰ ἔθνη ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐ τῶν." Κοινωνοὺς δὲ οἶμαι εἰρῆσθαι τὴν πρὸς τὰ ἔθνη συμφωνίαν, καὶ τοὺς ἐξ ἐκείνων ὁρμωμένους, καὶ διδάξαντας τῆς ἀσεβείας τοὺς νόμους. Τοῦτο γὰρ αἰνίττεται τὰ ἑξῆς· "Καὶ ἐποίησαν κοινωνοὺς, καὶ ἤρξαντο παροργίσαι Κύριον, καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπε Κύριος αὐτοῖς, Οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο." Πανταχοῦ δὲ ἄλσος οἱ λοιποὶ Ἀστα ρὼθ ἑρμηνεύουσι. ∆ηλοῖ δὲ τοῦτο τὴν Ἀστάρτην, 80.784 ἤγουν τὴν Ἀφροδίτην. Τὸ δὲ "Ἐποίησαν ἐφοὺδ καὶ θεραφίμ·" τὸ μὲν ἐφοὺδ κατὰ μίμησιν τοῦ ἱερα τικοῦ ἐνδύματος, τὸ δὲ θεραφὶμ ταῖς μαντικαῖς ἦν ἁρ μόττον προῤῥήσεσιν. Ἵνα δὲ μή τις εἰς ἀπολογίαν προφέρῃ τοῦ Ἰσραὴλ, τὸ τῆς ἀσεβείας αἰτίαν γε νέσθαι τὴν τῆς βασιλείας διαίρεσιν, καὶ τὸ πόῤῥω τῶν Ἱεροσολύμων διάγειν, ἀναγκαίως τῆς Ἰούδα φυλῆς ἀπέδειξε τὴν ἀσέβειαν. Ἔφη δὲ οὕτως· "Καί γε καὶ Ἰούδας καὶ αὐτὸς οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυ ρίου τοῦ Θεοῦ αὑτοῦ, καὶ ἐπορεύθη ἐν τοῖς δικαιώ μασι παντὸς Ἰσραὴλ οἷς ἐποίησαν, καὶ ἀπώσαντο τὸν Κύριον ἐξ αὐτῶν." Ὅτι δὲ χρόνῳ ὕστερον τῶν Βασιλειῶν συνεγράφη ἡ βίβλος ἐκ τῶν ὑπὸ τῶν προ φητῶν καθ' ἕκαστον συγγραφέντων καιρὸν, καὶ τόδε τὸ χωρίον διδάσκει. "Ἀπῳκίσθη γὰρ, φησὶν, Ἰσραὴλ ἀπὸ τῆς γῆς αὐτοῦ εἰς Ἀσυρίους ἕως τῆς ἡμέρας ταύτης." Καὶ τοῦτο πολλάκις εἴρηκεν ὁ τὴν ἱστορίαν συγγεγραφώς. Ἐδίδαξε δὲ καὶ τὰ κατὰ τοὺς νῦν καλουμένους Σαμαρείτας, ὅθεν τε μετῳκίσθη σαν, καὶ ὅπως τὸν Μωσαϊκὸν φυλάττειν ἠναγκάσθη σαν νόμον. Ὑπὸ γὰρ τῶν θηρίων ἀναλισκόμενοι, ἱκέτευσαν ἕνα τῶν Ἰσραηλιτῶν αὐτοῖς ἱερέων ἀπο σταλῆναι, ἵνα οὗτος ἐκπαιδεύων αὐτοὺς τοῦ Θεοῦ τῆς γῆς τὸν νόμον, τῆς ἐπικειμένης λώβης ἐλευθε ρώσῃ. Ἐτόπαζον γὰρ μερικὸν εἶναι τῶν ὅλων τὸν ποιητήν. Ἀλλ' ὅμως καὶ