διασαλεύειν ἐκμηχανῶνται. ἔπειτα, ὥσπερ συμπεραίνων ἃ κακῶς καὶ ἀθέως συνελογίσατο, ἐπιφέρει· Οὐκοῦν οὐκ ἔστιν ὅμοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς. τί ταῦτα λέγων; ὅτι εἰ γράφεται, καταληπτός ἐστιν· εἰ καταληπτός ἐστιν, ἐνηνθρώπησεν· εἰ ἐνηνθρώπησεν, οὐκ ἔστιν ὅμοιος τῷ πατρί. καὶ πῶς οὐχὶ τοῦτο ἄτοπον; ὅμοιος γὰρ ὁ υἱὸς τῷ πατρί· καὶ ἐπεὶ ὁ πατὴρ ἀκατάληπτος καὶ ἄγραφος, καὶ διατοῦτο καὶ ὁ υἱὸς ταῦτα· οὐκ ἄρα ὁ υἱὸς ἐνηνθρώπησεν, ἵνα μὴ καταληφθῇ· οὐ καταληφθήσεται δέ, ἵνα μὴ γραφῇ· οὐ γρα φήσεται δέ, ἵνα ᾖ ὅμοιος τῷ πατρί. οὕτως ἐκ τοῦ ἀγράφου δι' ἀναλύσεως φωράσει τις ἐκτυπώτερον τὴν βλασφημίαν. οὐκ ἔστιν οὖν, φησίν, ὅμοιος τῷ πατρί. οὐκοῦν ἐπειδή σοι οὐ κατείληπται, οὐ δύνῃ διὰ χειρῶν σου γράψαι, καὶ διατοῦτο οὐκ ἐνηνθρώπησεν. οὐκ ἄρα ὅμοιος μητρί. ἢ μὴ δὲ μήτηρ παρὰ σοί; ἀλλὰ μὴν ἔστιν αὐτῷ μήτηρ. πῶς γὰρ οὔ; ἐνηνθρώπησεν ἄρα, διατοῦτο καὶ κατείληπται. οὐκοῦν ἐκ παντὸς καὶ γράφεται, ἐπεὶ καὶ ἡ μήτηρ. οὕτως ἄν τις ἀνθυπενεγκὼν εἴποι. δικαιότερον δ' ἂν μᾶλλον ῥηθείη ὅτι ἡ ἄμετρος τοῦ λόγου αὐτοῦ βλασφημία εἴη εἰς ἐκεῖνον, ἐπεὶ οὐδὲ μητέρα τῷ Χριστῷ διδόναι βούλεται. ἀλλ' ὡς φατὲ ὑμεῖς, ἔπειτα οὐδὲ ζωοποιεῖ τοὺς νεκροὺς εἰ γράφεται, φησίν, ταυτὸν δέ, εἰ ἐνηνθρώπησεν, ὡς ὁ λόγος συνήγαγεν· ὡς εἰ ζωοποιεῖ, οὐκ ἐνηνθρώπησεν κατ' αὐτόν. πῶς δὲ ζωοποιεῖ, ἴδωμεν. ἆρα οὐκ ἐπειδὴ νενέκρωται σώματι, καὶ ἀνιστάμενος ἐξ Ἅιδου, τοὺς ἀπ' αἰῶνος τοῖς τοῦ θανάτου βρόχοις κατειλημμένους συνεξανίστησιν; εἰ τοίνυν νενέκρωται, πῶς οὐκ ἐνηνθρώπησεν; πῶς οὐ καταληπτὸς κατ' αὐτό γε τὸ ἐνηνθρωπηκέναι; πῶς οὐ γράφεται; ζωοποιὸν δὲ τὸ σῶμα Χριστοῦ· θεοῦ γὰρ σὰρξ καὶ ζωῆς σῶμα, ὅπερ ἐκεῖνος ἀθετῶν, τῆς ὄντως ζωῆς διημάρτηκεν καὶ ζῶν ἔτι τέθνηκεν. πρὸς τί οὖν ἔρχεται ὁ λόγος αὐτῷ; ἢ μὴ πιστευθῆναι ἀληθῶς καὶ κυρίως σεσωματῶσθαι τὸν λόγον, τῇ τῆς δοκήσεως ὑπαγομένῳ ἐξαπάτῃ, ἤ, εἰ τοῦτο δοθείη, ἠλλοτριῶσθαι τῆς τοῦ πατρὸς ὁμοιότητος. 184 τούτων μὲν οὖν ἅλις. ἑξῆς δ' ἂν εἴη τὰ ὑπερτεθέντα τῆς χρήσεως τούτοις ἐπισυνάπτειν, ἐν οἷς ἰουδαΐζων φάσκει τοιάδε· Ποῦ γάρ σοι διέταξεν ταῦτα ἐλθὼν ἐπὶ γῆς, ποιῆσαι ὅμοιον αὐτοῦ καὶ προσκυνεῖν ἢ ὁρᾶν; αὕτη ἡ διάταξις, τοῦ πονηροῦ, δῆλον, ἵνα καταφρονήσῃς θεοῦ. εἴ σοι πεπίστευται ὅτι ἦλθεν θεὸς ἐπὶ γῆς ἐπιφανεὶς τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, ἐγνώρισας ἂν αὐτὸν ὡς ἦλθεν, ὅ ἐστιν θεὸς μετὰ σαρκός· καὶ τὸ μὲν κεκρυμμένον καὶ νοούμενον, ὡς ἄληπτον καὶ ἀόριστον, ἄγραφον ἤδη ἐγίνωσκες, ἔγραφες δ' ἂν τὸ φαινόμενον ὀρθῶς ὡς ὁριζόμενόν τε καὶ καταλαμβανόμενον· νῦν δὲ φαντασιούμενος, τῷ φαινομένῳ καὶ τὸ νοούμενον δυσσεβῶς καὶ ἀθέως συμπαραγράφῃ. ἀντιπυθέσθαι δέ σου καιρός. σοὶ γὰρ ποῦ διέταξεν ἐλθὼν ἐπὶ γῆς καὶ ἄνθρωπος ὀφθεὶς ἀληθῶς μετὰ τοῦ εἶναι θεός, ὅμοιον αὐτῷ μὴ ποιεῖν κατὰ τὸ ἀνθρώπινον ἢ τοὺς εὐσεβῶς καὶ θεοπρεπῶς ποιοῦντας καὶ προσκυνοῦντας ἐξείργειν, λόγοις ἐγγράφοις νομοθετοῦντι; εἰ γοῦν οὐδὲν τούτων πρὸς διάταξιν προὔκειτο, νικᾶν οἶδεν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὸ εὐσεβέστερον, καὶ πολλοῖς ἄνωθεν χρόνοις κρατούμενον. εἶτα ποῦ σοι διατέτακται θεῖα ἀνορύττειν θυσιαστήρια καὶ ἱερὰ καθαιρεῖν τεμένη διὰ πυρός τε ἄγειν καὶ κατῃθαλωμένα δεικνύειν τὰ εἰς τὴν ὑπηρεσίαν τῶν θείων μυστηρίων κατηρτισμένα τίμια σκεύη; ἃ δὴ πάντα Χριστιανῶν πίστις ἡ εἰς θεὸν καὶ πόθος ἔνθεος καὶ περὶ τὰ ἅγια καὶ ἱερὰ σπουδὴ κατεσκεύασεν. ταῦτα οὐ θεοῦ διάταξις, τὰ θεῖα διαφθείρεσθαι καὶ ἀπόλλυσθαι. ἀλλ' ὅπέρ σοι ἀκούειν ἄξιον, ἄκουε· αὕτη ἡ διάταξις, τοῦ ἐν σοὶ ἐνοικοῦντος καὶ διὰ σοῦ φθεγγομένου πονηροῦ πνεύματός ἐστιν. ἡμῖν δὲ τοῖς τὸ θεῖον καὶ σωτήριον κήρυγμα δεξαμένοις διάταξις πάσης τῆς ὁπωσοῦν προστάξεως ἀμείνων πολλῷ καὶ ἰσχυροτέρα ἡ πρὸς τὸν κηρυσσόμενον ἀκλινὴς πίστις καὶ ὀρθὴ ὁμολογία καὶ ἀληθινὴ ἀγάπη καὶ ὁ θεῖος ἔρως καὶ ὁ ἔμφυτος πόθος καὶ ὁ θερμὸς ζῆλος, ἐπεγνωκόσιν τὴν χάριν δημοσιεύειν καὶ διὰ τῆς γραφῆς ταύτης τοῦ σεσωκότος τὴν μεγάλην καὶ ἀνέκφραστον εὐεργεσίαν. οὐ γὰρ πάντα τῇ προστάξει τοὺς πιστοὺς προσανέχειν