οὖν ταῦτα οὕτως, πῶς ἐμοὶ περὶ εἰκόνων ἐγκαλεῖς; ἀλλ' ἐρεῖς μοι ὅτι "Ὁ θεὸς τῷ Μωσεῖ προσέταξεν ποιῆσαι ἐν τῷ ναῷ τὰ γλυπτά", κἀγὼ τοῦτο λέγω· ἀλλ' ὁ Σολομῶν ἐκεῖθεν ὁ δηγηθεὶς καὶ πλείονα ἐν τῷ ναῷ κατεσκεύασεν, ἅπερ οὐδὲ ὁ θεὸς αὐτῷ προσέταξεν οὐδὲ ἡ σκηνὴ τοῦ μαρτυρίου ἔσχεν οὔτε ὁ ναὸς ὃν ὁ Ἰεζεκιὴλ ἐκ θεοῦ ἑώρακεν, καὶ οὐ κατεγνώσθη ἐν τούτῳ ὁ Σολομῶν· εἰς δόξαν γὰρ θεοῦ τὰς τοιαύτας μορφὰς κατεσκεύασεν, ὥσπερ καὶ ἡμεῖς. εἶχες δέ, ὦ Ἰουδαῖε, καὶ ἕτερά τινα εἰς μνήμην καὶ δόξαν θεοῦ, τὴν ῥάβδον Μωσέως, τὰς νεοτεύκτους πλάκας, τὴν ἄφλεκτον βάτον, τὴν ξηρένυγρον πέτραν, τὴν μαννοφόρον στάμνον, τὴν κιβωτόν, τὸ θυσιαστήριον, τὸ θεώνυμον πέταλον, τὸ θεόδηλον ἐφούδ, τὴν θεόσκηνον σκηνήν. εἴθε καὶ σὺ πρώην τούτοις ἐσχόλαζες, προσκυνῶν καὶ ἐπικαλούμενος τὸν ἐπὶ πάντων θεόν, καὶ αὐτοῦ ἐμνημόνευες διὰ τῶν μικρῶν εἰκόνων τούτων καὶ τύπων, καὶ μὴ τὸν μόσχον καὶ τὰς μυίας κατεῖχες ὑπὲρ τὰς θεοπνεύστους πλάκας. εἴθε καὶ τὸ ἅγιον καὶ χρυσοῦν θυσιαστήριον ἐπόθεις καὶ σὺ καὶ μὴ τὰς δαμάλεις τῆς Σαμαρείας. εἴθε τὴν βλαστήσασαν ῥάβδον καὶ μὴ τὴν Ἀστάρτην τὴν ἐρημώσασάν σου τὴν πόλιν. εἴθε τὴν ὀμβρήθεον ἠσπάσω πέτραν καὶ μὴ Βάαλ τὸν ἄθεον. ἀλλὰ διατοῦτο ταῦτα πάντα οὐ προσκυνεῖς, ὁ πάλαι Ἰσραήλ, ἐπειδὴ οὐκ ἠγάπας τὸν θεὸν ἐξ ὅλης τῆς καρδίας σου· ὁ γὰρ ἀγαπῶν τὸν ἑαυτοῦ φίλον ἢ βασιλέα καὶ μάλιστα εὐεργέτην, κἂν υἱὸν αὐτοῦ θεάσηται, κἂν ῥάβδον, κἂν θρόνον, κἂν στέφανον, κἂν οἶκον, κἂν δοῦλον, κρατεῖ καὶ ἀσπάζεται καὶ τιμᾷ διὰ τούτων τὸν εὐεργέτην, καὶ μάλιστα τὸν θεόν. ὅταν οὖν ἴδῃς Χριστιανοὺς προσκυνοῦντας τὸν σταυρόν, γνῶθι ὅτι τῷ σταυρωθέντι Χριστῷ τὴν προσκύνησιν προσάγουσιν καὶ οὐ τῷ ξύλῳ, ἐπεὶ εἰ τὴν φύσιν τοῦ ξύλου ἔσεβον, πάντως ἂν καὶ τὰ δένδρα καὶ τὰ ἄλση προσεκύνουν, ὥσπερ σὺ ποτὲ Ἰσραὴλ προσεκύνεις τούτοις λέγων τῷ δένδρῳ καὶ τῷ ξύλῳ· Σύ μου εἶ θεὸς καὶ σύ με ἐγέννησας. πάλιν δέ, οὐχ' οὕτως λέγομεν ἡμεῖς τῷ σταυρῷ οὐδὲ ταῖς μορφαῖς τῶν ἁγίων· "Θεοὶ ἡμῶν ἐστέ." οὐ γὰρ εἰσὶν θεοὶ ἡμῶν, ἀλλ' ὁμοιώματα καὶ εἰκόνες Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ, πρὸς ἀνάμνησιν καὶ τιμὴν καὶ εὐπρέπειαν ἐκκλησιῶν προκείμενα καὶ προσκυνούμενα· ὁ γὰρ τιμῶν τὸν μάρτυρα τὸν θεὸν τιμᾷ, καὶ ὁ τῇ μητρὶ αὐτοῦ προσκυνῶν, αὐτῷ τὴν τιμὴν προσάγει, καὶ ὁ τὸν ἀπόστολον τιμῶν, τὸν ἀποστείλαντα τιμᾷ. εἴθε καὶ σὺ Μωσαϊκὰς εἰκόνας ἐποίεις καὶ προφητικὰς καὶ καθ' ἑκάστην ἡμέραν ἐν αὐταῖς προσεκύνεις τῷ θεῷ καὶ δεσπότῃ αὐτῶν καὶ μὴ τῇ εἰκόνι τῇ χρυσῇ Ναβουχοδονόσορ. καὶ πῶς οὐκ αἰσχύνῃ κατ' ἐμοῦ κινούμενος καὶ κατεπαιρόμενος περὶ τῶν εἰκόνων καὶ τοῦτο ἐγκαλῶν, εἰ Ἀβραὰμ τοὺς εἰδωλολάτρας προσεκύνει, εἰ Μωσῆς τῷ Ἰοθὸρ εἰδωλολάτρῃ προσεκύνησεν καὶ Ἰακὼβ τῷ Φαραὼ καὶ ∆ανιὴλ τῷ Ναβουχοδονόσορ· εἰ οὗτοι, προφῆται καὶ δίκαιοι ὄντες, διά τινας εὐεργεσίας προσεκύνουν αὐτοῖς ἐπὶ τὴν γῆν, εἰδωλολάτραις οὖσιν, ἐμοῦ κατεπαίρῃ προσκυνοῦντος τῷ σταυρῷ καὶ χαρακτῆρσιν ἁγίων, ἐξ ὧν μυρία ἀγαθὰ παρὰ θεοῦ δι' αὐτῶν κομίζομαι; ὁ γὰρ τὸν βασιλέα φοβούμενος οὐκ ἀτιμάζει τὸν υἱὸν αὐτοῦ, καὶ ὁ τὸν θεὸν φοβούμενος τιμᾷ πάντως καὶ σέβει καὶ προσκυνεῖ ὡς υἱὸν θεοῦ Χριστὸν τὸν θεὸν ἡμῶν καὶ τὸν τύπον τοῦ σταυροῦ αὐτοῦ καὶ τοὺς χαρακτῆρας τῶν ἁγίων αὐτοῦ. Καὶ τὰ μὲν ἐκ τῶν τοῦ αὐτοῦ μεταλαχόντων ὀνόματος (ὀκνῶ γὰρ εἰπεῖν προσώπου) ἀντίθε τα πρὸς αἰσχύνην τῶν ἀθετούντων εἰς τὸν οἶκον τοῦ νοητοῦ ∆αυΐδ, τοιαῦτα· ἐῶμεν δὲ τανῦν λέγειν, ὥστε μὴ ἐν παρεκβάσει τοῦ προκειμένου σκοποῦ γενέσθαι, οἷα καὶ ὅσα πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ εἴ τις ἄλλη ἀντίθετος τοῦ ὀρθοῦ λόγου μοῖρα καὶ ἕτεροι ἱεροὶ ἄνδρες τῆς εὐσεβείας προμαχησάμενοι ἀντεῖπον, Ἀναστάσιός τε ὁ θεοφιλὴς ὁ κατὰ τὸ Σιναῖον ὄρος ἤτοι τῆς Ἀντιοχέων προεδρεύσας, καὶ Ἰωάννης ὁ τῆς Θεσσαλονικέων ἐπιτροπεύσας ἀρχιερωσύνης, Σέργιός τε καὶ Μόσχος οἱ εὐλαβέστατοι καὶ Κωνσταντῖνος ὁ θεοσεβέστατος διάκονος καὶ χαρτοφύλαξ τῆς μεγάλης κατὰ τὴν βασιλεύουσαν ἐκκλησίας γνωρισθείς· ὧν οἱ λόγοι ὁποῖοι καὶ ὑπὲρ τίνων τοῖς