κατὰ τὸν πατριάρχην Ἀβραὰμ διακείμενος, καὶ δὴ καὶ λεγέτω· Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ' ὄψιν ἀγούσης τὴν ἱστορίαν. πρόκειται ὁ Ἰσαὰκ παρ' αὐτὸ τὸ θυσιαστήριον ὀκλάσας ἐπὶ τὸ γόνυ καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας· ὁ δὲ ἐπιβεβηκὼς κατόπιν τῷ παιδὶ τῆς ἀγκύλης καὶ τῇ ἀριστερᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας, ἐπικύπτει τῷ προσώπῳ ἐλεεινῶς πρὸς αὐτὸν ἀποβλέποντι, καὶ τὴν δεξιὰν καθωπλισμένος τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει, καὶ ἅπτεται ἤδη τοῦ σώματος ἡ τοῦ ξίφους ἀκμή, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνή, τὸ ἔργον κωλύουσα. 102 ὁ αὐτὸς δὴ οὗτος πατὴρ ἐν τοῖς εἰς τὸν ἅγιον μάρτυρα Θεόδωρον τοιάδε διεξέρχεται· Ὁ ἐλθὼν τοίνυν εἴς τι χωρίον ὅμοιον τούτῳ ἔνθα σήμερον ὁ ἡμέτερος σύλλογος, ὅπου μνήμη δικαίου καὶ ἁγίων λείψανα, πρῶτον μὲν τῇ μεγαλοπρεπείᾳ τῶν ὁρωμένων ψυχαγωγεῖται, οἶκον βλέπων ὡς θεοῦ ναὸν ἐξησκημένον λαμπρῶς τῷ μεγέθει τῆς οἰκοδομῆς καὶ τῷ κάλλει τῆς ἐπικοσμήσεως· ἔνθα καὶ τέκτων εἰς ζῴων φαντασίαν τὸ ξύλον ἐμόρφωσεν καὶ λιθοξόος εἰς ἀργύρου λειότητα τὰς πλάκας ἐπέξεσεν. ἐπέχρωσέν τε καὶ ζωγράφος τὰ ἄνθη τῆς τέχνης, ἐν εἰκόνι διαγραψάμενος τὰς ἀριστείας τοῦ μάρτυρος, τὰς ἐνστάσεις, τὰς ἀλγηδόνας, τὰς θηριώδεις τῶν τυράννων ἐπηρείας, τὴν φλογοτρόφον ἐκείνην κάμινον, τὴν μακαριωτάτην τελείωσιν, τοῦ ἀγωνοθέτου Χριστοῦ τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα· πάντα ἡμῖν ὡς ἐν βιβλίῳ τινὶ γλωττηφόρῳ διὰ χρωμάτων τεχνουργησάμενος, σαφῶς διηγόρευσεν τοὺς ἀγῶνας τοῦ μάρτυρος καὶ ὡς λειμῶνα λαμπρὸν τὸν νεὼν κατηγλάϊσεν· οἶδεν γὰρ καὶ γραφὴ σιωπῶσα ἐν τοίχῳ λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν· καὶ ὁ τῶν ψηφίδων συνθέτης ἱστορίας ἄξιον πεποίηκεν τὸ πατούμενον ἔδαφος. καὶ ὁ τοῖς αἰσθητοῖς οὕτω φιλοτεχνήμασιν ἐνευπαθήσας τὴν ὄψιν ἐπιθυμεῖ λοιπὸν καὶ αὐτῇ πλησιάσαι τῇ θήκῃ, καὶ ἁγιασμὸν καὶ εὐλογίαν τὴν ἐπαφὴν εἶναι πιστεύων. εἰ δὲ καὶ κόνιν δέον φέρειν τὴν ἐπικειμένην τῇ ἐπιφανείᾳ τῆς ἀναπαύσεως, ἀεὶ δῶρον ὁ χοῦς λαμβάνεται καὶ ὡς κειμήλιον ἡ γῆ θησαυρίζεται· τοῦ γὰρ αὐτοῦ λειψάνου προσάψασθαι, εἴ ποτέ τις ἐπιτυχία παράσχῃ τὴν ἐξουσίαν, ὅπως ἐστὶν πολυπόθητον καὶ εὐχῆς τῆς ἀνωτάτω δῶρον, ἴσασιν οἱ πεπειραμένοι καὶ τῆς τοιαύτης ἐμφορηθέντες δυνάμεως. ὡς σῶμα γὰρ ἀνθοῦν οἱ βλέποντες κατασπάζονται, τοῖς ὀφθαλμοῖς, τῷ στόματι, ταῖς ἀκοαῖς, πάσαις ταῖς αἰσθήσεσιν προσάγοντες, ἢ τὸ τῆς εὐσεβείας καὶ τοῦ πάθους προχέοντες δάκρυον· ὡς ὁλοκλήρῳ καὶ φαινομένῳ τῷ μάρτυρι τὴν τοῦ πρεσβεύειν ἱκεσίαν προσάγουσιν, ὡς δορυφόρον τοῦ θεοῦ παρακαλοῦντες αὐτόν, ὡς λαμβάνοντα τὰς δωρεὰς ὅταν ἐθέλῃ ἐπικαλούμενος. 103 τούτοις σύνδρομα καὶ εἰς τὸν ἅγιον μάρτυρα διέξεισιν Βασιλίσκον τοιάδε λέγων· Τὰ μὲν περὶ τῆς ὑπομονῆς τοῦ ἀνδρός, ὅσα περὶ διηγήσεως, ταῦτα ἴσμεν· ἅτινα εἶδον ἐγὼ πολλάκις ἐν τοίχῳ γραφέντα καὶ φοβοῦντα πρὸ τῆς πείρας τοὺς ἀγνοοῦντας τῇ πείρᾳ τε τῆς βασάνου τὸ ἀφόρητον δεικνύντα· οἶδεν γὰρ καὶ γραφὴ σιωπῶσα λαλεῖν καὶ τὰ μέγιστα ὠφελεῖν. 104 ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἀναφαινέσθω· οὗτος δὴ τὸν μέγαν Βασίλειον πλείστοις καὶ μεγίστοις ἐγκωμίοις ἐπάρας, τὴν ἐκ τῶν λόγων καταβαλλόμενος δύναμιν καὶ ἡττᾶσθαι ὑπὸ τῆς μεγαλοφυΐας καὶ ἀρετῆς τοῦ ἀνδρὸς διομολογήσας, εἰκόνι τοῦτον γεραίρειν ἔδοξεν, ἐμφανέστερον παριστῶν ἐκεῖθεν τὰ τοῦ πόθου· ἣν ἀναθεὶς αὐτῷ καὶ ἡρωϊκοῖς μέτροις καὶ ἐλεγείοις ἐφαίδρυνεν, ὡς ζῶντι προσφθεγγόμενος τῷ γεγραμμένῳ· ὧν τοὺς τελευταίους παραθέντες στίχους, τοὺς λοιποὺς τοῖς βουλομένοις ἐντυγχάνειν καὶ τὴν τῶν ἀγίων ἀναμανθάνειν δόξαν παρήσομεν. ἔχουσι δὲ ὧδε· Χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, γρηγορίου τόδ' ἐστιν γράμμ' ἐπιτυμβίδιον, μῦθος δ' ὃν φιλέεσκες, ἔχοις χρέος, ὦ Βασίλειε, τῆς φιλίης καὶ σοὶ δῶρον ἐπευκτότατον. Γρηγόριος, Βασίλειε, τεῇ εἰκόνι τήνδ' ἀνέθηκα τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα. 105 τούτοις ἑπέσθω Ἀστέριος ὁ τῆς Ἀμασέων