διάκειται, ὡσαύτως καὶ εἰ ἑτέραν πρᾶξιν ἄλλος μετέρχεται, οὕτω καὶ αὐτὸς δοκεῖ πως διὰ τῶν εἰρημένων ἔχειν, ὥσπερ ἐν μεσαιχμίῳ τοῦ περὶ τῶν ἱεροτυπιῶν τούτων λόγου εἰσφέρων ἑαυτὸν ἱστάμενον· τὸ γὰρ οὐκ ἐπιμελὲς δείκνυσιν αὐτὸν μὴ πάντῃ τοῦ τοιούτου ἔργου ἀφιστά μενον. ὥστε οὐκ ἀναίρεσιν τούτων οὐδὲ ἀθέτησιν ὧδε ὁ λόγος ἐνδείκνυται, ἢ τοὺς δι' ἐπιμελείας γινομένους γράφεται, οὐδὲ κατολιγωρεῖν τοῦ τοιούτου τρόπου ἐπαγγέλλεται, ὅς γε μὴ δὲ τοῖς δημώδεσιν τὰ τοιαῦτα ποιοῦσιν ἐπὶ τοὺς ἑαυτῶν ἄρχοντας ἐπισκήπτει, ἐφ' ὕβρει δὲ καὶ ἀτιμίᾳ τι πράττειν ὡς ἥκιστα ἐξεπίσταται, ὅπερ τοῖς ἀνοήτοις δοκεῖ. οὐ γὰρ πειστέον οὐδέ γε ἤκουσταί πω ὡς λόγῳ μέν τις δι' ἐγκωμίων ἀποσεμνύνειν ἐπιχειροίη τὸν εὐφημούμενον, εἰκόνι δὲ αὐτοῦ ὕβριν καὶ ἀτιμίαν προστρίβεται, ἢ ἀπείργειν τοὺς εἰκονίζειν ἐθέλοντας· ἀπίθανον γὰρ καὶ τῶν παραφρονούντων ἴδιον. καὶ συμβήσεταί γε τὸν αὐτὸν ἐπαινεῖν καὶ τὸν αὐτὸν ψέγειν, ὃ παρὰ τοῖς παλαιοῖς οὐκ ἀνδρὸς εἶναι ἀγαθοῦ ᾄδεται· τοσούτου γὰρ δέει ἐκείνου τοῦτο εἶναι τὸ φρόνημα, ὥστε οὐχ' ὅπως τοῦ θείου Βασιλείου χάριν, ἀλλ' οὐδὲ ἄλλου οὑτινοσοῦν τῶν ἁγίων ἀκλεές τι πρᾶξαι ὑποληφθῆναι. τίνος οὖν ἕνεκεν οὕτω ταῦτα φθέγγεται, ζητεῖν ἄξιον. εἴρηκεν τοῦ λόγου καταρχόμενος ὅπως οἱ τῶν πόλεων δῆμοι τοὺς ἑαυτῶν ἡγεμόνας τιμῶσιν, τὸ πᾶν τοῦ πόνου καὶ τῆς εὐνοίας εἰς τὰ τούτων καταναλοῦντες ἀφιδρύματα, οὐδενὶ τρόπῳ τῆς διὰ λόγων τιμῆς φροντίδα τιθέμενοι, ἐπεὶ οὐκ εὔπορον αὐτοῖς ὅτι ἀρετῆς ἐπιμελήσονται. τούτων οὖν τὸ μικροπρεπὲς καὶ ἄμουσον περιϊστάμενος, ἀποδιΐστησιν ἐκεῖθεν ἑαυτὸν καὶ τὸ πλέον τῷ λόγῳ χαρίζεται καὶ τῷ πνεύματι, ὥσπερ ἐκεῖνοι τῇ σαρκὶ καὶ τοῖς χρώμασιν· σὰρξ γὰρ τὸ ὅλον τυγχάνοντες, τῷ τῆς σαρκὸς δουλοῦνται φρονήματι, πνευματικῶν οὔ τί που χαρισμάτων μετέχοντες. δι' οὓς λοιπὸν τὰ σαρκικὰ τῶν ἁγίων ἐκτυποῦν οὐκ ἐπείγεται πρόσωπα, τὸ φιλόσαρκον ἐκείνων ὡς ἂν εἴποι τις ἐκκλίνειν πραγματευόμενος, ἐν τούτῳ μόνον αὐτῶν καταγνούς. ὡς οὖν κρεῖττόν τι ἔχειν τὴν ἐκ τοῦ λόγου δύναμιν εἰδώς, ταύτῃ χρώμενος τοὺς καθηγεμόνας τῆς ἐκκλησίας γεραίρειν προτιμᾷ, ὡς ἂν τοὺς τὰς περικοσμίους ἀρχὰς ἐγκεχειρισμένους καὶ ἐνθένδε παρευδοκιμοῖεν ἅτε περὶ τὴν ἀρετὴν καὶ τὰ θεῖα πλεονεκτοῦντες ἀνδραγαθήματα, ὁμοῦ καὶ τὸν προκείμενον αὐτῷ τῆς διδασκαλίας σκοπὸν μετὰ τοῦ λόγου ἐξαίρων, ὅτι σπουδὴ αὐτῷ διὰ τῶν λεγομένων παιδοτριβεῖν τοὺς ἀκροωμένους, πρὸς μίμησιν τῆς τῶν ἁγίων διανίστασθαι πολιτείας καὶ καρποῦσθαι ἐντεῦθεν τὰ κράτιστα καὶ ὠφέλιμα. ἥττονα τοίνυν τιθεὶς τοῦ λόγου τὰ χρώματα καὶ καθάπαξ προτετιμηκὼς τὴν διὰ τοῦ λόγου διδασκαλίαν, ὡς οὐκ ἐπιμελῶς περὶ ταῦτα ἔχων προάγεται, ὡς ἂν μὴ δόξειεν ἀμαθίαν κατακριθῆναι περὶ τὴν τοιαύτην ἱστορίαν, τὴν πᾶσαν σπουδὴν ὡσαύτως ἐκείνοις καταβαλλόμενος, οἷς οὐδέν τι μέλει τῆς ἐκ τῆς λογιότητος εὐχρηστίας, λόγου παντάπασιν κεχηρωμένοις. πρὸς οὖν ἐκείνων τὸν νοῦν καὶ τὴν πρᾶξιν ἀποσκοπῶν καὶ ὥσπερ παραιτούμενος τὸ ἀσύφηλον αὐτῶν καὶ ἀπαίδευτον, ταῦτα φάσκει εἰδὼς ὅτι τοῖς τὸ ἱερατικὸν περιβεβλημένοις ἀξίωμα καὶ τὴν ἐν λόγῳ διακονουμένοις διδασκαλίαν, γλώσσῃ τὰ πολλὰ προσῆκεν διαγωνίζεσθαι. οὐχ' ἁπλῶς οὖν τὸ οὐκ ἐπιμελὲς οἰητέον εἰρῆσθαι, ἀλλ' ἐν οἷς καὶ ὅτε καὶ ἡνίκα καὶ ἐφ' ὧν δεῖ. 116 ὥσπερ γὰρ Ἀστέριος, ὃν οἱ θεοστυγεῖς ἀνοήτως εἰς συνηγορίαν τῆς ἀσεβείας παρακομίζουσιν, μὴ γράφε τὸν Χριστὸν προστάττων, οὐ τὸ μὴ γράφειν αὐτὸν προηγουμένως παρεγγυᾷ, ἀλλὰ τοῖς τῷ πλούτῳ προσκεχηνόσι καὶ τοῖς σηρικοῖς ἀμφιέσμασιν ἐπιγαννυμένοις, πλούτου καταφρονεῖν παραινεῖ καὶ τῶν λαμπρῶν περιβολαίων ὑπερορᾶν, τῇ δὲ τῶν πενήτων εὐεργεσίᾳ καὶ ἐπισκέψει ταῦτα προσδαπανῶντας τῇ κρείττονι κτίσει πλουτίζεσθαι, καὶ μὲν δὴ καὶ ὥσπερ ὁ μέγας Ἰωάννης ὁ τῆς βασιλίδος ἀρχιερεὺς ἐγκώμια εἰς τοὺς ἁγίους συντιθείς, φάσκων ὅτι Ἡμεῖς διὰ τῶν γραφῶν, τῆς τῶν ἁγίων ἀπολαύομεν παρουσίας, οὐχὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχοντες, ἀλλὰ τῶν ψυχῶν· τὰ γὰρ παρ' αὐτῶν εἰρημένα, τῶν