οἷς ἂν θεϊκῶς ἐνήργησεν, δίχα τροπῆς ἡ παντοκρατορικὴ καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλης θεότητος ἐνέργεια ἐδείκνυτο, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κἂν διὰ σαρκὸς διέλαμπε φύσει πεπερασμένης. ἐπιστατέον δὲ ὅτι τὸ πεπερασμένης ταυτόν ἐστιν τῷ "3περιγεγραμμένης"3. 59 μετὰ δὴ τούτους ὁ θεοφόρος διανιστάσθω Ἀναστάσιος, ὁ τῆς Ἀντιοχέων μεγαλοπόλεως ἐγχειρισθεὶς τὰ πηδάλια, καὶ καθαιρείτω τοὺς ἀνιδρύτους καὶ κατασεσεισμένους καὶ γνώμην καὶ δόγματα καὶ δὴ καὶ ὁριζέσθω· Ἰδιότης ἐστὶν τὸ κυρίως ἔν τινι φύσει ἰδικῶς γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ μὴ εὑρισκόμενον. οἷον τί λέγω· ἐν τῇ θείᾳ φύσει τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ' ὑπάρχουσιν ἐν ἄλλῃ οἱᾳδήποτε οὐσίᾳ οὔτε ἐν αὐτῷ τῷ παναγίῳ σώματι τοῦ Χριστοῦ κατ' οὐσίαν· οὔτε γὰρ προαιώνιόν ἐστιν οὔτε ἄκτιστον, οὔτε ἀπερίγραπτον ἔσται ποτέ. 60 ἐντεῦθεν ὁ ἱεροκῆρυξ προερχέσθω Σωφρόνιος, ὃς τὸν τῶν Ἱεροσολυμιτῶν ἔν τε δόγμασιν ἔν τε πράξεσιν κατεκάλλυνεν θρόνον, καὶ σωφρονιζέτω τοὺς ἀκολασταίνοντας καὶ ἀφραίνοντας· καὶ διδασκέτω μὴ πόρρω θέειν τῆς ἐκκλησίας τῶν θείων ὁρισμάτων, ἐν τῇ πρὸς Ὀνώριον τὸν τῆς Ῥωμαίων ἱερωσύνης οὐκ εὐαγῶς ἐξηγησάμενον δογματικῇ ἐπιστολῇ ὧδέ πῃ συγγεγραφώς· Ἐκ δύο φύσεων τὸν Χριστὸν νομίζοντες. καὶ μετὰ βραχέα· Ἁπτὸν τὸν αὐτὸν καὶ ἀνέπαφον, περιγραπτὸν τὸν αὐτὸν καὶ ἀπερίγραφον. καὶ μετά τινα· Ὅθεν καὶ τόπον ὡς ἡμεῖς ἐκ τόπου μετέβαινεν ὁ Χριστὸς δῆλον δήπου, ἐπεὶ καὶ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος καὶ φύσιν τὴν ἡμῶν ἔσχεν ἀμείωτον καὶ περιγραφῆς ἠνέσχετο σώματος καὶ σχῆμα τὸ ἡμῖν ἁρμόζον πεφόρεκεν. σωματικὴ γάρ, τοῦτ' ἔστιν σώματος, καὶ ἡ μορφὴ τυγχάνει τοῦ σχήματος, καθ' ἣν ἐν μήτρᾳ συλληφθεὶς διεπέπλαστο καὶ ἣν εἰς ἀεὶ διετήρησεν καὶ εἰς αἰῶνα τηρεῖ τὸν ἀπέραντον. καὶ μετ' ὀλίγον· Εἷς υἱὸς γινωσκέσθω ὁ πᾶσαν ἐξ ἑαυτοῦ προφέρων ἐνέργειαν, θείαν τε καὶ ἀνθρώπειον, ταπεινὴν καὶ ὑπέρογκον, χθαμαλὴν καὶ οὐράνιον, σαρκικὴν καὶ ἀσώματον, ὁρατὴν καὶ ἀόρατον, περιγραπτὴν καὶ ἀπερίγραπτον, ἀναλογοῦσαν αὐτοῦ τῇ δυάδι τῶν φύσεων. 61 λεόντειον δὲ ἐξαλλέσθω καὶ σμερδαλέον ὁ σοφὸς καταβρυχέσθω Λεόντιος, ἐκδειματῶν ἐντόνως τῶν ἐναντίων τοὺς σκύλακας, μεγίστην αὐτοῖς ἐνεργαζόμενος παρὰ τῶν θείων δογμάτων τὴν πτοίαν, τοὺς κατὰ τῆς ποίμνης Χριστοῦ ἐπιφυέντας ἀγρίους θῆρας τοὺς περὶ Νεστόριον καὶ Εὐτυχέα τοὺς μιαρωτάτους καὶ ἀθεωτάτους τῇ ἀλκῇ καὶ τῇ πλοκῇ τῶν γλαφυρῶν δογμάτων εὐτόλμως τε καὶ γενναίως ἀποσοβῶν, ἐκεῖνά που διαπεραίνων ἐν λόγοις· Ἀλλ' ἡ ψυχή, φασὶν οἱ τῆς διαιρέ σεως πρόμαχοι, περιγέγραπται ἐν τῷ σώματι καὶ πάθη δέχεται καὶ ἀλγηδόνας ὑπομένει. καὶ εἰ οὕτως ἥνωται ὁ λόγος, ὥρα καὶ αὐτὸν τοῖς ἴσοις ὑποβάλλειν, καὶ ποιεῖν αὐτὸν παθητὸν καὶ περιγραπτόν. τί δέ; οὐχὶ μᾶλλον ὑμεῖς ταῦτα κατασκευάζετε, εἴποιμι ἄν, ἅπερ ἡμῖν ἐγκαλεῖτε; δεδοίκατε γὰρ αὐτὸν σαρκὶ συνάπτειν καὶ ὅλῳ ἀνθρώπῳ, ὡς ἐξ ἀνάγκης περιγραφησόμενον καὶ πεισόμενον. εἰ μὲν οὖν φύσει παθητὸς ὁ λόγος ἢ τὴν ἐν τόπῳ δέχεται περιγραφήν, ἔσται ταῦτα ἐν αὐτῷ δι' αὐτόν, ἀλλ' οὐ διὰ τὴν πρὸς τὸ περιγραπτὸν καὶ παθητὸν σῶμα ἕνωσιν· καὶ ἔσται οὕτως παθητὸς καὶ περιγραπτός, κἂν μὴ πέπονθε μὴ δὲ περιγέγραπται. εἰ δὲ φύσει ἄτρεπτός ἐστιν καὶ ἀπερίγραπτος καὶ ἀπαθής, κἂν ἐν σώματι γένηται, σῴζοι ἂν τὸν ἴδιον τῆς ἀπαθείας καὶ παντελῆ τῆς ἀτρεψίας λόγον. 62 ὁ τῆς Κυπρίων ἱερομύστης, ὁ μακάριος καὶ σημείων παραδοξοποιῶν ἐργάτης Ἐπιφάνιος, ὃν κατήγορον ἀλλ' οὐ συνήγορον ἐναργῆ ἐν τοῖς ἑαυτῶν ἀτόποις δόγμασιν οἱ δυσσεβεῖς κέκτηνται, ἑπομένως ἡμῖν τὸν περὶ τῆς περιγραφῆς εἰσηγείσθω λόγον, κἂν μὴ πρὸς ἔπος ἀποφαινόμενος, ὅμως γοῦν οὐδὲν ἧττον καὶ δι' ἑτέρων πλειόνων λέξεων τὴν αὐτὴν ἡμῖν τῆς περιγραφῆς ἔννοιαν παριστώντων διεξερχόμενος εὐκρινῶς, ἐν τῷ Ἀγκυρωτῷ αὐτοῦ καλουμένῳ βιβλίῳ ὡδὶ συγγεγραφώς· Ὅσα γὰρ ἐν ἀνθρώπῳ καὶ εἴ τι ἐστὶν ἄνθρωπος, ταῦτα ἦλθεν καὶ ἔλαβεν ὁ μονογενής, ἵνα ἐν τῷ τελείῳ ἀνθρώπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς