βίου ὡς ἄγος τι ὁρᾶν καὶ μὴ δ' ὁπωσοῦν πελάζειν ἢ προσομιλεῖν τὰ εἰς εἰρήνην παντάπασιν αὐτοῖς· εἰ δέ που καὶ περιτύχοιεν, δεσμεῖν, μαστιγοῦν, εἰς δεσμωτήρια ἄγειν, ταῖς ἀρχαῖς παραδιδόναι, εἰς τὰ βασίλεια, ὥσπέρ τινας τῶν βαρβάρων δυσμενεῖς καὶ πολεμίους, ἑλόντας περιάγειν, ἠναγκασμένους ἢ ἐξόμνυσθαι τὴν εὐσέβειαν καὶ τὸ ἀποστολικὸν μεταμείβειν σχῆμα καὶ τὴν τῶν λαϊκῶν στολὴν μεταμφιέννυσθαι, τῷ κοινῷ πλήθει ἐναριθμίους γινομένους, ἢ πάσχειν τὰ ἀνήκεστα. καθ' ὧν συχναῖς μὲν ἐχρῶντο καὶ πονηραῖς ταῖς ἐπινοίαις, πλείσταις δὲ κατηγορίαις καὶ συκοφαντίαις, ἃς οὐδ' ἀκοῇ ποτὲ παρεδέξαντο· καὶ οὐδὲν εἶδος πομπείας ἢ κωμῳδίας ἀπέλιπον, ὁπότε καὶ τὸ καινὸν αὐτοῖς, ἐκεῖνο δὴ τὸ "3ἀμνημόνευτοι"3 ἐπεκλήρωσαν ὄνομα· τούτων πλῆθος οὐκ εὐαρίθμητον ἐπὶ θεάτρου ἱππικοῦ βιαίως ἠγμένον, ταῖς μοναζούσαις ὁμοῦ παρθένοις, οὐδὲ τὴν κοσμίαν ἢ γυναικείαν αἰδῶ εὐλαβούμενοι, κατὰ συζυγίαν χερσὶν ἄλλης ἄλλου ἐπειλημμένου συναρτήσαντες ἐθριάμβευον, παραδειγματίζοντες ἄλλα καὶ ὅσα τούτων ἀτοπώτερα καὶ φευκτότερα, ἃ λέγειν μακρόν. οὕτω δὴ οὖν ἀνθρώπων ἕκαστον πρὸς τὸν πλησίον ἐξεπολέμωσεν καὶ ἅπαν τὸ φῦλον σχεδὸν τὴν κατ' ἀλλήλων ἀνελέσθαι δυσμένειαν παρεσκεύασεν. τίς ἂν ἐξαριθμήσαιτο τὰ ἐκ τῆς θείας ὀργῆς μηνίματα, τὰς θεηλάτους πληγάς, καὶ οἷα κατ' ἐκείνους τοὺς χρόνους τοῖς ἀνθρώποις ἐγκατέσκηψεν, δίκας τοὺς ὑπευθύνους εἰσπραττόμενα; ἐκ μὲν τῆς γῆς ὁποῖον τῶν βρασμῶν καὶ τοῦ φρικώδους ἐκείνου κλόνου τὸ χρῆμα, τὰ ἐρείπια κείμενα πτώματα κατὰ τὴν βασιλεύουσαν ἐκβοήσειαν. τὰ ἐξ ὑδάτων παράδοξα τέρατα μαρτυρείτωσαν, ἃ δὴ εἰς κρυστάλλου μεταπαγέντα φύσιν, ἐν ἴσῳ δὲ τοῖς ὑψηλοτάτοις τῶν ὀρέων ὑπεραιρόμενά τε καὶ κορυφούμενα, τῷ πλήθει καὶ τῷ μεγέθει, βάσιμον τοῖς ἀνθρώποις τὴν ὑγρὰν τῆς θαλάσσης φύσιν παρέσχοντο· ὧν δή τινα τῇ πόλει προσρήξαντα, ἱκανῶς τά τε τείχη διέσεισεν καὶ τοὺς ἐντὸς ἐτάραξέν τε καὶ εἰς ἔκπληξιν ἤγαγεν. ὅση δὲ ἡ λοιμώδης φθορὰ τοὺς ἀθλίους ἐπενέμετο (βουβὼν ἐπῆρτο, καὶ θάνατος αὐτίκα παρῆκτο), οὐδὲ τὸν ἀριθμὸν τῶν ὀλλυμένων ἐξειπεῖν οἵα τε γλῶσσα ἀνθρώπων γενήσεται. τὰ ἐκ τοῦ αἰθερίου τόπου δείματα ἐξαίσια οἷα· καὶ γὰρ ἐδόκει τοὺς ἀστέρας ἅπαντας, τοῦ οὐρανίου ἐν ᾧ ἐπεπήγεσαν χώρου ἀπορρηγνυμένους, ῥαγδαίως κατὰ γῆς φέρεσθαι, οὕτω καὶ τῶν στοιχείων καὶ πάσης πασχούσης τῆς κτίσεως, οὐκ ἐνεγκάσης τὴν εἰς τὸν κτίσαντα παρὰ τῶν δυσσεβούντων πλημμέλειαν. ὧν τὰ πολλὰ καὶ μέχρι τοῦ δεῦρο ἀναγγέλλουσιν ἄνθρωποι, κήρυκες τῶν ἐπὶ τοῖς παρανομοῦσι παθῶν περισῳζόμενοι. τοιοῦτοι μὲν οὖν οἱ ἐκ τῆς παρ' ἐκείνοις συνόδου καρποί· οὕτως ἀκύμαντος ἡ ἐκκλησία τετήρηται· τοσαῦτα τὰ τῆς εἰρήνης αὐτοῖς διαπεπραγμάτευται ἀγαθά. ἀλλ' ἐπειδή, ἐξ ὧν καὶ οὗτοι ἐδογμάτιζον, προῄσθοντο ὡς ὁ ἶσος Χριστιανοῖς ἐπαναστήσεται κλύδων, ταύτῃ τοι ἐπὶ τῇ τῶν προλαβόντων κακίᾳ ὥσπερ ἐπὶ οἰκείᾳ ἐφιλοτιμοῦντο ἀρετῇ, ἵνα ἐφ' οἷς μέλλουσι δρᾶν μὴ αἰσχύνοιντο. 24 καὶ ἐντεῦθεν οὖν ἐλέγχονται οἱ τάλανες τῷ ψεύδει καὶ τῇ πλάνῃ τῆς ἀσεβείας θερμῶς συνιστάμενοι. τοῖς εἰρημένοις δὲ ἐπισυνάπτοντες καὶ ψεῦδος ἐκ ψεύδους διαμείβοντες, γράφουσι τοιάδε· ... ἕως ἂν τὸ βασιλεύειν ἐξ ἀνδρῶν εἰς γυναῖκα μετέπεσεν καὶ τῇ γυναικείᾳ ἀφελότητι ἡ ἐκκλησία τοῦ θεοῦ ἐπημαίνετο· ἀπερίσκεπτον γὰρ ἄθροισμα συναγείρασα, ἀμαθεστάτοις ἐπισκόποις ἐπακολουθήσασα, ... πάλιν οἱ τῶν πραγμάτων ἄδικοι κριταὶ καὶ ἐπὶ τοῖς εὖ πεπραγμένοις καὶ λελεγμένοις ἀεὶ δυσχεραίνοντες, τοῖς δὲ ἀπεναντίας ἔχουσιν συνηδόμενοι, οἷα δὴ παραβλῶπές τινες καὶ τὰς ὄψεις ἐνδιάστροφοι, τὸ μὲν εὐθὺ καὶ εὖ ἔχον βλέπειν οὐ βούλονται, οὐδὲ τοῖς εἰς προῦπτον πᾶσιν κειμένοις καὶ ἐγνωσμένοις ἐφιστάνειν τὸν νοῦν ἐθέλουσιν. διὸ περὶ τὰς εὐεργεσίας τοῦ θεοῦ ἀγνωμονοῦντες δείκνυνται, ἀρετῆς μὲν γὰρ καὶ χρηστότητος δριμεῖς κατήγοροι, κακίας δὲ καὶ θρασύτητος ἐπαινέται θερμοὶ καθιστάμενοι· καὶ οἷα μὲν τοῦ ἀλογωτάτου θράσους τῶν δυσμενῶν Χριστιανοῖς καὶ τῆς πικρᾶς δουλείας,