Refutatio et eversio definitionis synodalis anni

 θυσιαστήριον μέγα κεκράξεται· ὃ καὶ ζῶν κακῶς καθαιρῶν ἐβεβήλου, καὶ ἀναιρούμενος ἐνδίκως τῷ λύθρῳ τῶν ἐναγῶν αἱμάτων πλέον ἔχρανέ τε καὶ κατεμόλυνεν,

 τῶν ἄλλων, οἷς τὰ προέδρια ἐν τοῖς ἱερεῦσιν ἀφώρισται, ἠμοιρήκασιν· ὧν ἄνευ, δόγματος ἐκκλησιαστικοῦ κινουμένου, συστῆναι, κατά γε τὸν ἄνωθεν παραδεδο

 κοινωνοῦντες τῇ ἐκείνων κακοδοξίᾳ, καὶ αὐτοὶ ἐπ' ἀλλοτρίοις καλοῖς ἐγκαλλωπίζονται. τὸ γὰρ φυσικὸν τῆς ἀληθείας κάλλος οὐκ ἔχοντες, ὀθνείαις τισὶ καὶ

 κατὰ τῆς σωτηρίου Χριστοῦ ἐπιφανείας ἐλάλησάν τε καὶ ἐμελέτησαν· ἀθέως γὰρ ἐδογμάτισαν εἰδώλοις τὴν δι' αὐτῆς ἐξ εἰδώλων λελυτρωμένην τοῦ θεοῦ ἐκκλησί

 ἀκέφαλον καὶ ἀνύπαρκτον μεταθέμενοι ψεῦδος, εἰκότως κεφαλῆς καὶ νοῦ τοῦ καθήκοντος ἀπεστέρηνται, τὴν κεφαλὴν τῆς ἐκκλησίας καὶ πάντων Χριστὸν ἠθετηκότ

 ἐχθρῶν αἱ μαρτυρίαι, βεβαιοῦσαι τὴν παρ' ἡμῖν ἀλήθειαν μηδαμῶς τὸ ἀμφίβολον ἐπιδέχεσθαι. 9 πρὸς οὖν τὰς τοιαύτας εἰκαίας καὶ ψυχρὰς δόξας μὴ δὲ τὴν ἀρ

 καθαίρεσιν δὲ δαιμονικῶν ὀχυρωμάτων καὶ ἔλεγξιν διαβολικῆς μεθοδείας καὶ πλάνης, ὡς μικρὸν ὕστερον λέξεσιν αὐταῖς παρατεθήσεται. ἀλλ' οὗτοί γε οἱ ἐντε

 καὶ τὸ στερέωμα τὴν ποίησιν ἀναγγέλλειν τῶν χειρῶν αὐτοῦ· ὁ ἥλιος ἐργάτης ἡμέρας καὶ τῆς νυκτὸς ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν γινόμενος, ὥσπέρ τις διαιτητὴς

 ποῦ γὰρ Χριστιανὸν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν καὶ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ μεμυημένον ἐπὶ τῷ μύσει τούτῳ ἁλόντα τεθέανται, μικρὸν ἢ μέγ

 πάντως αἱρεῖται καὶ τὸ κακὸν ἀποπέμπεται, ὡς ἐπί τε φρονήσεως καὶ ἀφροσύνης, ὑγείας καὶ νόσου, καὶ κάλλους καὶ αἴσχους θεωρεῖται· εἰ δὲ ἐφ' ὧν οὐκ ἐνα

 προτιμήσωσιν, διατοῦτο προτιμήσεις καὶ κατακρίσεις ἐπετεχνάσαντο, οὐδὲ τοῦ περὶ τὸ θεῖον σεβάσματος φροντίδα τιθέμενοι, ἀλλ' ἵνα ὥσπερ ἐκ τοῦ ἐναντίου

 παραπετάσματος ἐπιβάλλοντες, οὐδαμῶς τὴν διάνοιαν κτίσμασιν ἢ χρώμασιν τεθολωμένην ἔχοντες ἀλλὰ πάσης κτιστῆς ἐμφάσεως ἀμιγῆ καὶ καθαρὰν κεκτημένοι, ὁ

 τὸν νοῦν τοῖς φαινομένοις προσιόντες, ἄπαγε, οὐ πίστιν καὶ λατρείαν προσφέρομεν· ἀλλ' ἐντεῦθεν ἐπὶ τὴν ἄβατον καὶ ὑπερκειμένην θεωρίαν νοερῶς σὺν εὐλα

 πάντων τὸ δυσσεβέστερον καὶ ἀθεώτερον ὑπάρχει νόσημα, καὶ διηρευνήσαντο ἀσφαλῶς καὶ κατέκριναν εὐσθενῶς, τοῦ δευτέρου εἰς ἀσέβειαν καταφρονήσαντες, ὃ

 ὡς δὲ μᾶλλον τετίμηται, τὰ ἑξῆς δηλώσει. 17 λείπεται λοιπὸν πρὸς τὰ πολύευκτα τῶν μακαρίων πατέρων, οἳ τὴν σεπτὴν ἡμῖν συγκεκροτήκασιν ἕκτην σύνοδον κ

 ἀρχῆς καὶ διαπρέπειν καὶ τίμια ὑπάρχειν ταῦτα δὴ τὰ σεπτόγραφα παρά τε ἱερεῦσιν καὶ βασιλεῦσιν καὶ Χριστιανοῖς ἅπασιν; ἀξιόχρεοι γὰρ μάρτυρες τὸ ἀπαρά

 δυσσεβέστερον; τί τούτων εἰς βλασφημίαν ἰσόρροπον; τίς οὕτως τῶν μισούντων θεὸν ἦρεν κατὰ θεοῦ κεφαλὴν καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησεν; τίς οὕτως τὴν

 κτηνωδίας καὶ ἀφροσύνης ἀπώλισθεν, ὃς οὕτως ἔχειν φάναι ταῦτα τολμήσοι; ἢ οὐχὶ δὴ μᾶλλον πολέμιοι ἐν ἅπασιν ὁρῶνται; ἃ γὰρ ἐκεῖνοι ὡς σεπτὰ καὶ τίμια

 ἀπηναισχύντησαν πρὸς πάντας. τὰς ψυχὰς γὰρ ὑπ' ἀναιδείας ἀπεσκληκότες, οὐδαμῶς εἰς δέον τῷ λόγῳ χρήσασθαι προτεθύμηνται. ποῦ γὰρ θήσομεν τὸν κεκινημέν

 βίου ὡς ἄγος τι ὁρᾶν καὶ μὴ δ' ὁπωσοῦν πελάζειν ἢ προσομιλεῖν τὰ εἰς εἰρήνην παντάπασιν αὐτοῖς· εἰ δέ που καὶ περιτύχοιεν, δεσμεῖν, μαστιγοῦν, εἰς δεσ

 ἀποδέχονται, ὅσα δὲ τῆς ἐπιεικείας καὶ ἐλευθέρας βιοτῆς, ἀποπέμπονται. οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς ἀκροωμένους διὰ τοῦ ψεύδους φενα

 μονήρη καὶ ἡσυχαίτατον ἐπανῃρημένος βίον, ἐπί τι μοναστήριον οὐ πολλῷ ἄπωθεν τοῦ μεγίστου ἱεροῦ καθεστὸς κατιὼν ἀφικνεῖται καὶ αὐτοῦ τὸ μοναστικὸν μετ

 τῶν τε ἄλλων ἁπάντων, καθὰ θεσμὸς ἐκκλησιαστικὸς καὶ ἔθος κανονικὸν κεκράτηκεν τὸ ἀνέκαθεν, πρὸς τοὺς πεπιστευμένους τῶν ἀρχιερατικῶν θρόνων τὰς ἡνίας

 ἐκείνων ἐμπληξίας καὶ ἀπονοίας προέρχεται, καὶ ὡς οὐδεμιᾶς κακίας ὑπερβολὴν ἀπολείπει, οὐδεὶς ἂν οἶμαι τῶν συνέσει διαφερόντων διαμφισβητήσειεν· εἰς ἔ

 συγκλωθόμενοι, ὡς ἑαυτοῖς ἤδη τὸν μῶμον τῆς ἀμαθίας, οὐ τοῖς διδασκάλοις, προστρίβοιντο, καὶ οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαίνοντες ἁλώσονται· ὥστε οὐδ

 δέχοιντο, οὕτω κἀκεῖνοι ἄρα τὸ παρ' αὐτοῖς ἐγγραφὲν ἀνάθεμα ἀντιπεριϊστάμενον ἐφ' ἑαυτοῖς ἐκ παντὸς ἐπισπάσωνται. ποῦ οὖν τὸ χρῖσμα; οἴχεται. ποῦ δὲ ἡ

 ὑπομείναντες τὸ ναυάγιον. τούτων ἕτεροι καὶ ἐπὶ κανονικοῖς αἰτιαθέντες ἐγκλήμασιν καὶ τῆς ἱερωσύνης ἐξωθούμενοι, προεδρίοις ἐπὶ τῆς τοῦ συνεδρίου αὐτῶ

 οὐκ ἐβιάσατο· συνήργησεν, οὐκ ἠνάγκασεν· νόμοις εἶξεν θείοις, οὐκ ἐμπαθεῖ δεδούλευκεν φρονήματι, οὐ τυραννίδι καὶ ἐξουσίᾳ ἐπιθεμένη, πειθοῖ δὲ μᾶλλον

 καὶ ἐπ' ἀκάνθαις καὶ κρημνοὺς φέρουσαν ἀβούλως καὶ σφαλερῶς ἐκκεκλικότες. τὸ γὰρ τῆς χάριτος ἠθετήσατε πνεῦμα, τῶν ὑγιαινόντων τῆς πίστεως ἀλογήσαντες

 ἀγαπήσαντες καὶ εἰς ζητήσεις μωρὰς καὶ ἀπαιδεύτους ἐκτρεπόμενοι, περὶ τὴν πίστιν ἀδόκιμοι φανέντες ἐναυάγησαν, ξέναις φωναῖς καὶ ἀλλοτρίαις παρασυρόμε

 οὐκ ἄτιμος, ἐπεὶ οὕτω γε καὶ σταυροῦ τύποι ἐξ ὕλης διαγραφόμενοι καὶ βίβλοι εὐαγγελικαὶ κατασκευαζόμεναι καὶ πλεῖστα ἕτερα κατὰ τὴν ἐκκλησίαν ἀποτελού

 ἐμπλέους εἰπεῖν κατετόλμησεν, κηρῶν τε ἁφὰς καὶ θυμιαμάτων εὐωδίας· σὺν προσκυνήσει βιαίᾳ τοὺς ἀφελεῖς ἀπεπλάνησεν, ... ταῦτα τίνες; οἱ κατήγοροι τῶν

 καὶ δεύτερον Νῶε τοῖς Χριστιανοῖς ἐχαρίσατο, ὃς καὶ τὴν καταιγίδα τῆς αἱρέσεως σὺν τῷ κέντρῳ τοῦ διαβόλου ἀμβλῦναι ἐσπούδασεν. ἀλλ' ἀκουέτωσαν πρός τε

 Φινεὲς τῶν συμπεπλεγμένων ἀλλήλοις κατὰ τὴν ἀσέβειαν καθικνουμένης. καὶ γὰρ πρότερον περί γε ἐκείνων ὅπως ταῖς συνόδοις ἕπονται, πλατύτερον εἴρηται. 3

 κατήγοροι γίνεσθε ὧν οὐκ ἠκούσατε ἀλλ' ὧν ὑμεῖς σκευωρεῖτε πονηρῶν καὶ ἀθέων εὑρημάτων· ἐξ ὧν τὸ βίαιον καὶ ἀπαραίτητον τῆς κατὰ τῶν πιστῶν ἐπιθέσεως,

 χείρονας προὔβησαν. πρότερον γὰρ ἀγνώμονες ἐπὶ ταῖς συνθήκαις, ἃς ἐπὶ τοῦ θείου θυσιαστηρίου θεῷ καθυπέσχοντο, ὀφθέντες, οὐ μέχρι τούτου ἔστησαν τοῦ κ

 περιέστηκεν αὐτοῖς οὐδὲν ἧττον τὰ ἄτοπα καὶ περιπεπτώκασιν ἀκόσμως ἐξ ὧν διαδιδράσκειν ἐνόμιζον. 40 εἰ δὲ χρὴ καὶ ἐκ περιουσίας τὸν ἐπὶ τῷδε διατρανοῦ

 περιγεγράφθαι περὶ τὸν λόγον ἀναφαίνεσθαι, ὡς ἐξεῖναι ὑμῖν καὶ παθητὸν καὶ τρεπτὸν καὶ θνητὸν δοξάζειν καὶ τοῖς ἄλλοις τῆς σαρκὸς ὑποβάλλειν πάθεσιν δ

 ἐγκατέσκηψεν. οἷς ἑπόμενος ὁ τῆς Ἀρειανικῆς μανίας ἔξαρχος καὶ τῶν νῦν ἀρειανιζόντων, ταυτὸν δὲ εἰπεῖν μανιχαϊζόντων, διδάσκαλος κορυφαῖος Εὐσέβιος πρ

 βραχὺ ὁ ἀχώρητος; πῶς δὲ καὶ ἑνοῦται τὸ ἄκτιστον τῷ κτιστῷ καὶ τῷ περιγραφομένῳ τὸ ἀπερίγραφον; πῶς καὶ ἐν μέρει ὁ μέγας ἐκεῖνος καὶ ἀμέτρητος καὶ ἀμέ

 διακοσμῶν τὴν ἱεραρχίαν εἰσβαινέτω ἐπὶ τούτοις θεῖος Γρηγόριος, ἐν τοῖς Κατηχητικοῖς αὐτοῦ λόγοις τὰ παραπλήσια δοξάζων· Ἀλλὰ μικρόν, φησίν, καὶ εὐπερ

 οἷς ἂν θεϊκῶς ἐνήργησεν, δίχα τροπῆς ἡ παντοκρατορικὴ καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλης θεότητος ἐνέργεια ἐδείκνυτο, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς δι

 ὢν ἀπεργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πάλιν γένηται βρώματος διαβόλου. τούτων τῶν λόγων τί ἂν γένοιτο πρὸ

 καὶ θεὸν ἡμῶν ἐν ἀνθρωπότητι καὶ τέλειον τὸν αὐτὸν ἐν θεότητι εἰσηγοῦνται, αἵπερ οὐδὲν ἧττον τὸ κατ' αὐτὸν σῶμα περιγραπτὸν κηρύσσουσιν, ὥσπερ τὴν θεό

 παρὰ τὸν ἐκτυπώσαντα ἐναρμόσασθαι), ἐμφανὲς οὖν ὅτι ὁ Ἐμμανουὴλ ἡμῖν διὰ τῆς οἰκείας εἰκόνος ἐκδείκνυται· οὗ καὶ τὴν θέαν καὶ τὴν μνήμην καὶ τοὔνομα ἐ

 πρόσθεν εἴρηται· δοκήσει γὰρ καὶ φαντασίᾳ τὸν θεῖον λόγον σεσωματῶσθαι, οὐκ ἀληθείᾳ δοξάζοντες, οὐδὲν ἧττον τῇ προτέρᾳ τοῦ ψεύδους βλασφημίᾳ περιπαρήσ

 μὲν τοῖς θείοις κανόσιν, οἷς ἀπεναντίας ἦλθον, καταστάντες, ὑπόδικοι δὲ τοῖς τοῦ θεοῦ κρίμασιν ἀθλίως ὀφθέντες· ὧν δὴ χάριν κἀν τοῖς πρόσθεν ἡμῖν ἐρρή

 καὶ μακρὰν πάσης ἐκκλησιαστικῆς θεσμοθεσίας ἐκπέπτωκεν; ἀλλὰ τοῦτο πάσχουσιν ἵνα τῇ ἑαυτῶν κακίᾳ συστήσωνται, πᾶσαν εὐταξίαν ἱερατικὴν κατὰ νώτου θέμε

 καὶ ἰσοσθενῆ τὴν δυσσέβειαν περὶ τὴν θεολογίαν ὁρώμενα, κατὰ τὴν οἰκουμένην πᾶσαν σχεδὸν ἐξεχύθησαν, θεόθεν κεκινημένη, καθελοῦσα καὶ ἐκσοβήσασα, ὁμοο

 τοῦ λόγου μεταχωρησάσης οὐσίαν, μένειν δὲ ἑκατέραν ὅπέρ ἐστιν καὶ μετὰ τὴν ἕνωσιν, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ἡμῖν τὸν αὐτὸν ὁμοούσιον κα

 δὲ ἀσύμφωνος καὶ ἀνακόλουθος τοῖς προκειμένοις τῶν ἱεροφαντῶν ὅροις (καὶ οὐκ οἶδα ὅπως αὐτοὺς ἀποδέχεσθαι καθυπέσχοντο), μαρτυρεῖ τὸ ἱερὸν τέμενος, ὃ

 ὅροις ἑπόμενοι, διατοῦτο πάντοθεν αὐτοῖς περίεστιν πόρρω τῶν ἱερῶν τῆς ἐκκλησίας περιβόλων ἐλαύνεσθαι, καὶ μάτην τὸ Χριστοῦ περιφέρουσιν ὄνομα, μήτιγε

 ἐκκλησίᾳ, ἅτε τῆς αὐτῆς ἐκείνοις ἠξιωμένη χάριτος καὶ τῷ αὐτῷ ἐνεργουμένη πνεύματι, πάντα στέργει καὶ πάντα ἀσπασίως καὶ ὡς οἰκεῖα ἀποδέχεται καὶ περι

 γέμει ταῦτα τῆς εὐνοίας τῆς πρὸς αὐτοὺς καὶ συμπνοίας. ὢ ποία τῶν διδαγμάτων καὶ πόνων ἡ ἀμοιβὴ καὶ ἀντίδοσις. οὕτως αὐθημερὸν καὶ ἀθρόον, ὥσπερ οἱ μῦ

 οἰκεῖον οὐκ ἀντεισήγαγες) οὕτω κἀνταῦθα οὐκ εἴδωλα φής, ὅτι πᾶν εἴδωλον ὁμοίως κακὸν καὶ φευκτὸν καὶ πᾶν ὅ,τι ἐν τῇ ἐκκλησίᾳ Χριστοῦ ὁμοίως καλὸν καὶ

 ἐπιφωνείτω λόγος, ὅτι ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας ἐκφέρει τὰ πονηρά, ὥσπερ ἐκ τοῦ ἀγαθοῦ ὁ ἀγαθὸς ἄνθρωπος. τί δὲ δεῖ πρὸς ταῦτα λέγ

 ταῦτα· οὐ γὰρ εἰς τοσοῦτον οἶμαι ἠλιθιότητος ἵκοντο, ὡς παρ' ἑτέρας θρησκείας καὶ ἀνίστασθαι καὶ τιμᾶσθαι φρονεῖν ἢ λέγειν. ἤδη δὲ καὶ αὐτὴ ἡ τοῦ ὀνόμ

 εὐσεβεῖν αἱρουμένοις, ἤδη τοῦ ἐν αὐταῖς ψεύδους πανταχοῦ πεφωραμένου, ἐφ' ἑαυτοῖς ἡσυχάζειν καὶ σχολὴν ἀπὸ τούτων τῶν ματαίων ἄγειν, οὐκ ἀπωτάτω βλάβη

 καταβεβλημένων τοὺς ἀνθρώπους ἁρπάζειν καὶ πρὸς τὴν τρίβον τῆς θεογνωσίας ποδηγεῖν καὶ τὴν χάριν ἐμφυτεύειν διὰ τοῦ κηρύγματος; ὃ δὴ καὶ πεποιήκασιν κ

 καὶ τὸν ναὸν ὁμοῦ διὰ τὴν μορφὴν καίτοι προσήκοντα ἤδη παρῄτηνται, οἱ δὲ νῦν τὸν ἐκείνων τρόπον εἰς τὸ ἰουδαΐζειν ὑπερακοντίσαντες, τῷ τύπῳ ἅμα, καὶ τ

 δὲ κατελθών, τὸ ἅγιον πνεῦμα, τοῦτο ἦν ἑωρακώς. ἠρώτησεν δὲ τὸν Ἐπαφρόδιτον· Τίνος ἐστίν, κύριέ μου ἀπόστολε, ἡ φαιδρὰ εἰκὼν ταύτη; ὁ πρεσβύτερος πρ

 ἐνίας δὲ διατέμνοντες καὶ ἀποξέοντες, ἄλλας δολίως παραποιοῦντές πως καὶ νοθεύοντες ἀκλεῶς διέφθειραν. ταῦτα καὶ ἐξ ἑτέρων μὲν πλειόνων ἐμφανὲς πολλοῖ

 ἔργον οἶδεν (εὐλαβείας δὲ εἵνεκεν οὐκ οἶδα εἴ τις τοὺς κεκτημένους διαμέμψαιτο), ἔπειτα δὲ εὐαγγελικὴν ἱστορίαν καλεῖ, ἣν διαμωμεῖσθαι πῶς οὐ πόρρω πο

 πέφυκεν ἤδη· ᾔδει οὖν ἐκ παντὸς ζωγραφούμενον τὸν Χριστόν. διατοῦτο μὴ γράφεσθαι αὐτὸν παρηγγύα, ὡς τοῦτο ἤδη πεφυκότα· καὶ ὃ πέφυκε γίνε σθαι, διὰ δὲ

 δὲ ὁ αὐτὸς καὶ τὸ ἱδρύσαν γύναιον, καὶ μάλα ἀγάμενος τῆς ἀρίστης εὐγνωμοσύνης τὴν ἄνθρωπον καὶ ὧν εἵνεκεν τὸν εὐεργέτην ἀμείβεται, τὸ περὶ τὴν συμπεσο

 ἐξήρτηται, τῶν καιρίων ὅμως ἀπέρρηκται. ἐκ κακῆς οὖν γλώσσης οὐκ ἂν δῶρον ἡδὺ δεξαίμην καὶ μῦθοι οὐκ ἀπεικότως ἔχουσιν. 89 οὕτω ταῦτα διεξιόντες ἐφ' ἑ

 καὶ γυμνὸν ἐπὶ τοῦ βαπτίσματος ἵστησιν, τὴν κάραν ὑποκλίνοντα τῷ βαπτίζοντι· καὶ λαμπρότερα ἐπὶ τῆς θείας μεταμορφώσεως κεράννυσι χρώματα· ἐνερόχρωτα

 μαθητῇ λέγοντι· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν· ὅταν δὲ γηράσῃς, ἄλλος σε ζώσει. τοιαῦτα καὶ ἐπὶ τῶν ἄλλων τοῦ σωτῆρος μαθητῶν γραώδη καὶ φασματώδη

 εἰκόνος, ἔμελλον καὶ τὰ λοιπὰ ξύλα προσκυνεῖν. εἰ ὡς θεὸν προσεκύνουν τὸ ξύλον, οὐκ ἂν πολλάκις λειανθέντος χαρακτῆρος τὴν εἰκόνα κατέκαιον. καὶ πάλιν

 τοῦ ξύλου τὸν Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τὸν Χριστόν· ἐπεὶ καὶ τοῖς πωλήσασιν τὸν τάφον ἀσεβέσιν ἀνθρώποις ὁ Ἀβραὰμ προσεκύνη

 οὕτως, ὦ ἄνθρωπε, οἱ Χριστιανῶν λαοί, ὅσους ἐὰν τύπους σταυροῦ καὶ εἰκόνων ἀσπάζωνται, οὐκ αὐτοῖς τὸ σέβας τοῖς ξύλοις ἢ τοῖς λίθοις προσάγουσιν ἢ τῷ

 οὖν ταῦτα οὕτως, πῶς ἐμοὶ περὶ εἰκόνων ἐγκαλεῖς; ἀλλ' ἐρεῖς μοι ὅτι Ὁ θεὸς τῷ Μωσεῖ προσέταξεν ποιῆσαι ἐν τῷ ναῷ τὰ γλυπτά, κἀγὼ τοῦτο λέγω· ἀλλ' ὁ

 φιλοπόνως ἐκζητοῦσιν ἐμφανεῖς καθίστανται. 93 ἐντεῦθεν ἐφ' ἑτέραν χρῆσιν οἱ τῆς Ἰουδαϊκῆς μοίρας ἵενται Θεοδότου τοῦ ἐκ Γαλατίας ἐπιγραφομένην τοὔνομα

 ἐξώκειλεν ὡς τἀναντία ἑαυτῷ φρονεῖν τε καὶ γράφειν. πῶς γὰρ οἷόν τε τὸν αὐτὸν ἐν ἐγκωμίου μέρει καὶ τὸν γραφέα γράφοντα δέχεσθαι καὶ διαβολικῆς μεθοδε

 γραφῇ τὰ παθήματα, καὶ τοῖχος ἕστηκεν διηγούμενος τοὺς ἀγῶνας τοῦ μάρτυρος καὶ γραφέων χεῖρες πομπεύουσιν τῆς ἀρετῆς τὴν ὑπόμνησιν, οὕτως κἀνταῦθα. 97

 κατὰ τὸν πατριάρχην Ἀβραὰμ διακείμενος, καὶ δὴ καὶ λεγέτω· Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς

 γεγονὼς πρόεδρος θαυμαστῶς ὅπως μουσουργῶν ἐκείνην τὴν ἔκφρασιν, ὄπα λειριόεσσαν ἱείς, ὡς ἄν τις εἴποι ποιητικῶς, καὶ τεθεάσθω πάλιν τὴν ἱερὰν ἐκείνην

 μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον· τὰς γὰρ τοῦ αἵματος σταγόνας οὕτως ἐπέχρωσεν ὁ γραφεύς, ὥστε εἴποις ἂν προχεῖσθαι τῶν χειλέων ἀληθῶς καὶ θρηνήσας ἀπ

 αὐτόχρημα ταῦτα παραδείκνυνται, ὥσπερ παρόντων αὐτῶν καὶ ἐναθλούντων τοῖς σκάμμασιν καὶ τὰς καθέκαστον ἀριστείας καὶ πράξεις καὶ οὓς ὑπὲρ τῆς εὐσεβεία

 γλωττηφόρῳ διὰ χρωμάτων τεχνουργησάμενος ὁ ζωγράφος σαφῶς πάντα τοῦ μάρτυρος διηγόρευσεν· καὶ μὴν καὶ ὅτι Οἶδεν γραφὴ σιωπῶσα ἐν τοίχῳ λαλεῖν καὶ τὰ μ

 ἐν τοῖς μαρτυρίοις τῶν ἁγίων ἀναγέγραπται (μακρὸν γὰρ ἂν εἴη καὶ δυσεξίτητον ἐπιβάλλειν τοῖς καθέκαστα καὶ τὸν περὶ τούτων διεξιέναι λόγον)· τοῖς γὰρ

 ὑπόγυον ἡμῖν παρατέθειται· ἤδη δὲ καὶ ἄλλα τούτοις παραπλήσια καὶ δράσαντες καὶ διαλεξάμενοι οὐδὲ τὴν γραφικὴν τέχνην κακίζειν ἐπεχείρησαν πώποτε, ἀλλ

 Σελευκείᾳ μετὰ τοὺς ἀγῶνας τοὺς μαρτυρικούς, τὴν ἀποστολὴν ἐμπιστευθεῖσα παρὰ τοῦ ἀποστόλου Παύλου τοῦ διδασκάλου αὐτῆς καὶ τῆς οἰκουμένης, εὗρεν πάντ

 καὶ πρόσαντες ἐγκεῖσθαι ἀθρόον ταραττέτω, μὴ δὲ ἐκ πρώτης ἐπιβολῆς καὶ ἐντεύξεως οἵ γε ταῦτα ἐντυγχάνοντες κρινέτωσαν, ἀλλὰ μετ' ἐμμελοῦς ἐρεύνης καὶ

 διάκειται, ὡσαύτως καὶ εἰ ἑτέραν πρᾶξιν ἄλλος μετέρχεται, οὕτω καὶ αὐτὸς δοκεῖ πως διὰ τῶν εἰρημένων ἔχειν, ὥσπερ ἐν μεσαιχμίῳ τοῦ περὶ τῶν ἱεροτυπιῶν

 ψυχῶν αὐτῶν εἰκόνες εἰσίν, ὡς ἂν οἱ συνετοὶ καὶ ἀγχίνοι εἴποιεν, οὐ τὰς εἰκόνας τῶν ἁγίων ἀποπέμπεται, ἐπεὶ καὶ δι' εἰκόνων αὐτοὺς ἐτίμα· ὡς ἐνταῦθα κ

 τέχνην. 118 ἀλλ' ἄγε δή (καὶ γὰρ τοῦτ' ἐρεῖν ἄξιον μάλα εὐκαίρως) οἷα διαπέπραχεν καταθρήσωμεν ὅ γε ὡς ἀληθῶς τῆς τοῦ μεγάλου Βασιλείου ἀγάπης λαμπρῶς

 θυσιαστήριον, τἀναντία τῆς κατὰ Χριστιανοὺς θεσμοθεσίας θεσπίζοντι. ἐξ οὗ καὶ τὰς πρεσβευτικὰς αὐτῶν πρὸς θεὸν ἐντεύξεις ἐξουθενῶν παραιτῇ καὶ τοὺς αἰ

 οὐ παρὰ τὸ μὴ δεῖσθαι τὸν ζωγράφον τῆς ἐκ τοῦ λόγου ἐμπειρίας τε καὶ δυνάμεως, ἤδη καὶ τὰ τῶν λογογράφων ἄχρηστα οὐδὲ ἀναιρετέον τὴν ἐκ τῶν λόγων διδα

 οἰκεῖον συνειδὸς προκαθίζουσιν· δι' ὧν τὰ τῆς ἀληθείας πᾶσιν τοῖς τοῦ καλοῦ ἐρῶσιν φανεροῦται καὶ ἐκκαλύπτεται. ἡμῖν γὰρ οὐκ ἐξεγένετο, καίτοι πολλὰ κ

 ὀργὰς ἐξέχεαν· καὶ δὴ ἂν τὴν ὕβριν οὐ φέρων, ἐκ βάθρων τὴν πόλιν αὐτοῖς οἰκήτορσιν ἀνάστατον πεποιήκει (ἤδη γὰρ καὶ πῦρ ἀνάπτειν ἠπείλει), εἰ μὴ ὁ ἐν

 βασιλέως τῇ Χριστοῦ νέμουσιν εἰκόνι, τοῦ γε μόνου ὡς ἀληθῶς βασιλέως καὶ πάντων βασιλεύοντος βασιλέων. ἀλλ' εἰ τῶν ἐν σκήπτροις αἱ εἰκόνες τοσαύτης ἔλ

 μᾶλλον καὶ ἀτιμίας πλησθήσονται. 126 καὶ ταῦτα μὲν ὧδε· μὴ ταραττέτω δὲ ἡμᾶς ὁ τὸ μὴ προσκυνεῖσθαι τὴν τοῦ δούλου μορφὴν παρεγγυῶν λόγος· τὰ γὰρ κατὰ

 τῶν ἀνθρωπίνων κακῶν. διατοῦτο παρ' ἐκείνων ἡ ἐρωτηματικὴ αὕτη φωνὴ πρὸς τοὺς προπομπεύοντας γίνεται· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα ἡ τού

 ἡ ἀνάστασις καὶ φαντασία τὰ ὀφθέντα καὶ πλάσματα· μάταιον ἡμῶν τὸ κήρυγμα. καὶ τηνάλλως ταῦτα γέγραπται καὶ πεπίστευται, ὡς ἐξεῖναι αὐτοῖς κατὰ τὸν οἰ

 σωτῆρος Χριστοῦ τοῖς ἐπὶ γῆς, τῆς αἰχμαλωσίας τοῦ πικροῦ τυράννου ἀπηλλάγμεθα. καὶ οὐκέτι σκιὰ γοῦν κτίσεως ἐν τῇ καθ' ἡμᾶς ὁπωσοῦν ἀνατυποῦται πίστει

 χρωμάτων, οἵων αὐτοὶ ᾔδεσαν, ὁ λόγος τῷ πατρί; ἐπιφέρει γάρ· Βένθος ἐμοὶ φίλον (ὅπερ αὐτοὶ ἔφασαν· ἡ ἐν βάθει τοῦ νοός, ἐκείνη μοι προσφιλής) πρὸς ἀντ

 τοῦ σταυρωθέντος οὐ τῆς ἐκκλησίας οἱ τοῖχοι, ἀλλὰ τῆς οἰκουμένης τὰ πέρατα. ἐκ δὴ τούτων μανθανέτωσαν τί ποτέ ἐστιν περιγραφή, ὅτι οὐδὲν ὅρου ἀπέοικεν

 ἀναισθητότεροι καὶ τῶν λίθων ἀκινητότεροι, σκληρὰν καὶ ἀτεράμονα τὴν καρδίαν πρὸς τὴν σύνεσιν τῶν ἀληθῶν θέμενοι καὶ μηδὲν πλέον τῶν λεγομένων ἢ ἀκουο

 τὸν Ἀβραὰμ καὶ Ἕλληνας δέχεσθαι δίκαιον παρ' Ἑλλήνων δι' ἀγαλμάτων δεικνύμενα. ποία οὖν τοῖς ἀσεβέσιν πρόφασις τὰ κατὰ τὴν ἐκκλησίαν κακίζειν; ἢ ποῖος

 καὶ ἀπορία οὐ μικρὰ τοῖς ἐντυγχάνουσιν ὡς τὸ εἰκὸς περιχυθήσεται· πότερον, ὅπως εἰς ἄκρον ἠλιθιότητος καὶ ἀναισθησίας οἱ κεχρημένοι παραλόγως ἵκοντο,

 ἡμῶν τοὺς ἁγίους, λαμβάνει παραδείγματος τρόπῳ τὰ ἐπαγόμενα καὶ φησίν· εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκ

 ἁγίοις ὑπηρετησάμενα, ἐν οἷς τὸ γενναῖον καὶ στερρὸν καὶ ἀδάμαστον ἐν ταῖς βασάνοις ἐπεδείξαντο· μεθ' ὧν ὡς συνάθλοις καὶ συστεφθήσονται, ἡνίκα κατὰ τ

 ἐκκλησιαστικῆς παραδόσεως σταυρὸν ἐγχαράξας ἀρκέσθητι· δι' οὗ σταυροῦ ἐσώθη πᾶν τὸ ἀνθρώπινον γένος· καὶ τὸ λοιπὸν τοῦ οἴκου λεύκανον. 155 ἔχει δὲ καὶ

 καττυθέντων τὸν τρόπον· Ἐπιφανίδην γάρ τινα τῆς τῶν ∆οκητῶν ἀπιστίας καὶ τοῦ Μανιχαίων σκότους ὑπασπιστὴν ταῖς ἀληθείαις διὰ τῶν λόγων αὐτῶν ἐμφανίζου

 εἰκὸς ἦν ποιεῖν, εἴπερ προεγεγόνει, καθὰ τοῖς εἰς δευτέραν ἰοῦσιν διάταξιν ἀναγκαῖον πάντως καὶ σύνηθες ἢ κυροῦν τὰ προδιατεταγμένα ἢ ἕτερα ἀντὶ τούτω

 τοῦτο δὲ ὅτι μὴ Ἐπιφάνιος ἀλλ' οὐδὲ ἄλλος τῶν εὐσεβούντων τὶς ὑπολήψεται· παρ' οἷς ταῦτα σεμνὰ καὶ ἅγια οὐδ' ἐρεύνης δεόμενα, πίστει προσιοῦσι καὶ πόθ

 παρατηρήσεσιν, ὡς ἐξεῖναι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι, εἰς δὲ τὸν τῆς Χριστοῦ οἰκονομίας λόγον ἱκέσθαι μηδαμῶς ἕλοιντο. διατοῦτο γὰρ καὶ τῆς οἰκ

 εἰκόνα διϊσχυρίζεσθαι καὶ ταύτῃ εἰδώλων σεβάσματος ἀπηλλάχθαι; ὅσῳ οὖν χρόνῳ τὰ κατὰ Ἀβραὰμ καὶ Μωσέα πρὸς τὴν τοῦ σωτῆρος ἡμῶν διέστηκε σάρκωσιν, τοσ

 ποιεῖσθαι προστέτακται, οἰκειοῦντα θεῷ μᾶλλον ἢ ἀπάγοντα, ὧν τινα καὶ τίμια εἶναι καὶ σεβάσμια· καὶ ἅγια ἁγίων κέκληται καὶ οὐδὲ πᾶσιν εἰσιτητὰ καὶ βά

 πάντως γὰρ ταύτῃ τῇ ὑποθέσει ἐτόλμησάν τινες ὑμῶν ἔνδον τοῦ ἁγίου οἴκου τὸν τοῖχον κονιάσαντες χρώμασιν διηλλαγμένοις, εἰκόνας ἀνατυπώσαντες Πέτρου κα

 πάντοθεν ὡς οὐδὲν πρὸς συνηγορίαν τῆς ματαιότητος τοῦ ἄφρονος οἱ προκείμενοι λόγοι αὐτῷ χρησιμεύσοιεν. ψευδωνύμους δὲ καλεῖ τὰς ἱερὰς εἰκόνας, ἀναιρεῖ

 ἀποστρέφεται, καίτοι οὐδὲν συντεῖνον ἐνταῦθα πρὸς τὰ χειρόκμητα. οὐχ' ὧδε γὰρ ὁ Παῦλος ἔφη, ἀλλὰ συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ· οὐ μὴν οὐδέ γε

 παραναγινωσκόμενα ἐνσημαίνεται, οὕτω καὶ τὰ ἐν πίναξιν ἐντυπούμενα ταῖς τῶν ὁρώντων ὄψεσιν ἐναποτίθεται. εἰ δὲ ναοῦ λόγος οὐδεὶς ὃν οὐ στέφει ἄγαλμα (

 χρώμασιν καὶ σκιογραφίαις; προϊὼν δὲ αὐτός, ἔνθα τὰ ἡμέτερα τοῖς ἀπίστοις ἔθνεσιν ὡσαύτως ἔχειν τερατολογεῖ, τοιαῦτα χριστομαχῶν διέξεισιν· Εἰ μὴ τοῖς

 ἀπάτης θέμενος. διατοῦτο καὶ υἱὸν θεοῦ ψιλὸν προσαγορεύει, ἐπεὶ καὶ τὸν σταυρὸν καὶ ὅλον τὸ πάθος ἐπὶ τὴν θεότητα ἀναφέρει (καὶ τοῦτο Ἀρειομανιτῶν καὶ

 διὰ τοῦ εὐαγγελίου, ὅτι εὐαγγέλιον· ταῦτα ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου παραδιδόασιν, οἳ δὴ καὶ ἑωράκασιν καὶ αἱ χεῖρες αὐτῶν ἐψηλ

 θεοφόρον διδάσκαλον, οὐδενὶ τρόπῳ ἐν τῇ κατὰ Χριστὸν μιᾷ ὑποστάσει διαιρέσεως ἐπινοουμένης. 178 οἶδεν οὖν ἄρα ὁ ἀληθὴς Ἐπιφάνιος περιγραπτὸν καὶ καταλ

 οὐδὲ κατέχοντες τὴν κεφαλὴν τῆς πίστεως, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ, ὡ

 ἐστὶν ἡμῖν θεὸν ἔχειν ζωγραφητόν, ὥσπερ χαλεπαίνων κατεγκαλεῖ, ὡς τοῦτο τεθεα μένος. ὅτι δὴ ἀνατυποῦσιν διὰ χρωμάτων φησίν, καὶ ἐν τοίχοις ζωγραφοῦσιν

 διασαλεύειν ἐκμηχανῶνται. ἔπειτα, ὥσπερ συμπεραίνων ἃ κακῶς καὶ ἀθέως συνελογίσατο, ἐπιφέρει· Οὐκοῦν οὐκ ἔστιν ὅμοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νε

 χρεών, λογικούς τε ὄντας καὶ τὴν ἐκλογὴν τοῦ κρείττονος παρὰ θεοῦ ποιεῖσθαι πεπιστευμένους, ἐπεὶ οὐδὲ πίστεως τοῦτο καὶ ἀγάπης εἰλικρινοῦς καὶ τελείας

 κατακρίνεσθαι ἄξιοι. διδάσκουσιν δὲ οὐ πίστιν ἀλλ' ἀπιστίαν, οὐ περὶ τὰ θεῖα εὐλάβειαν ἀλλ' ἀναισχυντίαν, οὐκ οἰκοδομεῖν ἀλλὰ καταστρέφειν καὶ κατασκά

 ἀνεκτόν· ἔχει γὰρ οὕτως· Μὴ οὖν ἡ γάγγραινα νομὴν ἕξῃ· ὁ θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ ἀκριβῶς λέγων· Κύριον τὸν θεόν σου προσκυν

 ἐν οὐδενὶ λόγῳ τὴν τοῦ κακοῦ ποιούμενον ἔφοδον ἐπ' ἀπωλείᾳ καὶ βλάβῃ τῶν ὑπὸ χεῖρα. πῶς γάρ, ὅς γε παρὰ τοῦ γεγραφότος ἱκανῶς μεμαρτύρηται εὐσθενῶς ἄγ

 τιμῶσι τὰ σύμβολα. 190 ἀλλὰ τί γὰρ δράσειν οὐκ ἤμελλον οἳ δι' ὧν ἐπλάσαντο φωνῶν, τοῦ ἀκαταλήπτου λέγω καὶ ἀπεριγράπτου, τὸ μέγα τῆς σωτηρίας ἡμῶν μυσ

 ἐμπεφορημένοι, τὸ μὴ δεῖν εἰκονίζεσθαι Χριστὸν ὠνειροπόλουν, ἐπεὶ μὴ δὲ σεσῶσθαι ἐν αὐτῷ τέλεον τὸ ἀνθρώπειον ᾔδεσαν εἶδος. ὡς οὖν ἀσύμβατα ταῦτα τῇ Ἐ

 οἰκονομίας καὶ δὴ καὶ τοῖς τῶν ἁγίων ἀφομοιώμασιν παρὰ Χριστιανοῖς εὐσεβοῦσιν προσαγομένην τιμὴν καὶ προσκύνησιν οὕτω καλῶν. ἣν δὴ Θεοδόσιος διαφερόντ

 δεσπόζοντος καθυβρίζων καὶ καθαιρῶν τὸ ἀπεικόνισμα; εἰ γὰρ καὶ μὴ παρὰ πόδας διὰ τὴν θείαν μακροθυμίαν ἡ ἀντίδοσις, ὅμως ὀψὲ γοῦν τῆς οἰκείας παρανομί

 κατηγορίαν καὶ δίκην ταῦτα οὐκ οἴσει, Ἐπιφάνιον ἐκ Κύπρου καὶ ὡς ἀπωτάτω διῳκισμένον πονεῖν καὶ βασιλέως κατακτυπεῖν ἀκοὰς καὶ διεγείρειν πρὸς εὐσεβεί

 τοῦ θεοῦ τινὲς γράφειν ἐπαγγέλλονται καὶ πάλιν ὅτι οὐ μέμνημαί τι τοιοῦτον ἰδὼν νῦν ἔχοντα ἑαυτὸν εἰσάγει θεὸν διὰ χρωμάτων ζωγραφητόν. οὕτω καὶ πρὸς

 γεγεννηκότων αὐτὸν παρατίθεται, πολὺ μᾶλλον αὐτὸν περιοπτέον καὶ ὡς ψεύστην ἤδη καὶ ἀλαζόνα τοῦ ἱερατικοῦ συλλόγου ἀλλότριον ἡγητέον καὶ ξένον παντὸς

 ἐζωγράφησεν; τίς τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ Μωσέα τε καὶ τοὺς λοιποὺς προφήτας καὶ πατριάρχας ἢ Πέτρον ἢ Ἀνδρέαν ἢ Ἰάκωβον ἢ Ἰωάννην ἢ Παῦλον ἢ το

 περιεχόμενοι τῶν δογμάτων, τί φησιν ὁ καθ' ὑμᾶς Ἀστέριος, ὃν κράτιστον ἐν τοῖς ὑμετέροις λόγοις μάρτυρα ἐπιφέρεσθε, καθ' ἣν χρῆσιν τοῦ ὀρθοῦ καταφρυάτ

 μικρὰν δυσχέρειαν τὸ πᾶν τοῦ πόνου ἀπώλεσεν; πολλὰ γὰρ καμὼν καὶ πολλὰ γράψας τοὺς εἰδωλικοὺς θεσμοὺς καὶ τοὺς ζωγραφητοὺς θεοὺς αὐτοῦ καὶ πᾶσαν, ὡς ε

 σαθρὸν καὶ κατεψυγμένον ἀντιφέρεσθαι, σκαιὸν οἶμαι καὶ ἀπαίδευτον· κινδυνεύσειε γὰρ ἄν τις τοῖς ἴσοις αἰτιάμασιν περιπίπτειν, τῇ ματαιότητι τοῦ ἄφρονο

 ἀνῄρηται κατὰ τὴν φωνὴν τοῦ ἱερέως Συμεών· διὰ γὰρ τὸ ἁπλοϊκὸν τοῦ ἤθους τοῦ ἀνδρὸς καὶ τῆς φράσεως τὸ ἀπερίεργον καὶ τῶν συνταγμάτων τὸ πλῆθος εὐεπιχ

 σκοπῷ, τὴν ἑαυτοῦ τε καρδίαν πρὸς τὸν εὐθῆ καὶ σωτήριον ἀπευθύνειν λόγον, καὶ ἀκλινῶς τὴν ἐπ' εὐθὺ φέρουσαν λείαν καὶ βασιλικὴν διαστείχειν τρίβον, κα

 ἐκκλησίας ὁ διωγμός· ἐντεῦθεν πᾶν κατασινόμενον τὸ ὑπήκοον, τοῖς ἐκεῖθεν δόγμασιν καὶ θελήμασιν ὑποκύπτειν ἐκβιαζόμενον· ὧν ἕνεκεν τὸ ἔμψυχον κεχάλκευ

παρατηρήσεσιν, ὡς ἐξεῖναι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι, εἰς δὲ τὸν τῆς Χριστοῦ οἰκονομίας λόγον ἱκέσθαι μηδαμῶς ἕλοιντο. διατοῦτο γὰρ καὶ τῆς οἰκονομίας ἀπαγορεύει τὰ σύμβολα. ὅτι δὲ ταῦτα οὕτως ἔχει, φανερὸν ἐξ ὧν τὸν νόμον αὐτοῖς εὐθὺς ἐφίστησιν λέγων· εἰδόσιν οὖν νόμον λαλῶ, τοῦτ' ἔστιν· "τοῖς τὸν νόμον τὸν παλαιὸν ἐκμεμελετηκόσιν καὶ ἐν νόμῳ πολιτεύεσθαι ἐπανῃρημένοις τέως λαλῶ", ὥστε μηδὲν μεθέξειν τῆς εὐαγγελικῆς πολιτείας καὶ χάριτος. 162 οὕτω ταῦτα παρῳδήσας καὶ ὡς ἐν νόμῳ τῷ παλαιῷ τοὺς ἀκροωμένους βιοῦν ῥυθμίσας καὶ καταρτίσας, τῇ καινῇ λοιπὸν νομοθεσίᾳ ἐφάλλεται καὶ φησίν· Εἰπάτωσαν δὲ καὶ οἱ ἀδήλως τρέχοντες· τίς τῶν ἁγίων πατέρων χειροποίητον προσεκύνησεν ἢ τίς τοῖς ἰδίοις σέβειν παρέδωκεν; τίς τῶν ἁγίων καταλιπὼν τὸν ἀνεκλιπῆ πλοῦτον, τὴν εἰς θεὸν ἐλπίδα, ἐν γνώσει αὐτὸν ζωγραφήσας προσκυνεῖσθαι ἐκέλευσεν; ὁ ἡγούμενος τῶν ἐν πίστει Ἀβραὰμ οὐχὶ φεύγων τὰ νεκρὰ φίλος ζῶντος θεοῦ ἐκλήθη; ἢ Μωσῆς οὐχὶ φεύγων τὴν τοιαύτην πλάνην ἠρνήσατο τὴν παροῦσαν ἀπόλαυσιν; ἀδήλως τρέχοντας τίνας καλεῖ, ἢ πάντῃ καὶ πάντως τοὺς ἐν χάριτι δεδικαιωμένους διὰ τῆς πίστεως καὶ τὸν εὐαγγελικὸν χαρακτῆρα μεταδιώκοντας; οἷς διαλοιδορούμενος ἐκεῖνα καταφλυαρεῖν ἔοικεν, ὡς ἐπ' ἀδήλοις καὶ ἑώλοις τὸν ἀγῶνα διατίθενται, οὐ πρός τινα σκοπὸν ἑδραῖον καὶ ἐμφανῆ τὸν δρόμον ἀπευθύνουσιν, διεψευσμένη αὐτῶν ἡ πίστις, ἀνόνητον καὶ ἀκερδῆ τῆς ἐλπίδος τὸν δίαυλον ἐξανύουσιν· μάτην ἄρα εἰς Χριστὸν πεπιστεύκασιν μηδὲν ἐκ τῆς πίστεως ἀπονάμενοι, εἰκῇ δεδεγμένοι τὸ εὐαγγέλιον, ἐπὶ κεναῖς ἐλπίσιν προσκεχηνότες τῆς χάριτος, ἐν ᾗ οὐδὲν ἱδρυμένον καὶ βέβαιον, εἰκαῖον αὐχοῦσι τὸ βάπτισμα καὶ τὴν τῆς τριάδος ἔχειν ἐπίγνωσιν. ἀδήλως οὖν τρέχουσιν, παραβεβηκότες τὸν νόμον καὶ τὴν εἰς θεὸν ἐλπίδα καταλελοιπότες καὶ τὴν τῶν πατέρων πολιτείαν ὑπεριδόντες καὶ εἰς εἰδώλων ἀπονενευκότες προσκύνησιν. πῶς καὶ τίνα τρόπον; νέαν ὁδὸν καὶ καινὴν πολιτείαν τέμνουσιν, χειροποιήτοις προσερχόμενοι καὶ ἐπ' αὐτοῖς τὴν ἐλπίδα τιθέμενοι. Πῶς σύ, φησίν, εἰκόνι Χριστοῦ προσέρχῃ, ἣν οὐδεὶς τῶν πατέρων οὔτε εἶδεν οὔτε προσεκύνησεν, καὶ σοὶ θεὸς τὸ ὁρώμενον, ἀλλ' οὐκ ἐκείνοις; θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε. τίς λοιπὸν ἀνθρωπισθέντα θεὸν πιστεύσειεν; τίς τόκον ἀκούων παρθενικὸν γεγενῆσθαι προσήσεται; τίς ὁρώμενον θεὸν ἢ καταληφθέντα ἢ γραφόμενον ἀνέξεται, παθόντα δὲ καὶ τῶν καθ' ἡμᾶς τινα τάχα οἴεσθαι οὐ παρῄτηται; λῆρος δὲ αὐτῷ τηνάλλως καὶ μεμυθευμένον νενόμισται ἡ ἀνάστασις. ὅλον οὖν αὐτῷ τῆς Χριστοῦ οἰκονομίας ἀνατέτραπται καὶ διέρριπται τὸ μυστήριον. εἶτα πάλιν τὸν Ἀβραὰμ καὶ Μωσέα εἰς πίστωσιν τῶν ἑαυτοῦ λόγων παραλαμβάνει, καὶ τὴν πίστιν αὐτῶν ἀπὸ τοῦ παραιτεῖσθαι χειροποίητον ὑπεραγάμενος ἀνακηρύσσει, καὶ ταύτην ζηλοῦν διακελεύεται, ὅτι γε ὁ μὲν θεοκλυτήσας τὴν πατρῴαν γῆν καὶ δυσσέβειαν διαπέφευγεν, ὁ δὲ τὴν ἐπ' Αἴγυπτον δεισιδαιμονίαν βδελυξάμενος ἀπεδίδρασκεν. Πῶς οὖν ὃν Μωσῆς οὐκ εἶδεν, Ἀβραὰμ οὐ τεθέαται, σὺ κατεπαγγέλλῃ τεθεᾶσθαι; ἆρα σὺ τούτων σεμνότερος; ἆρα δικαιότερος ἢ πιστότερος; καὶ πῶς ἂν τοῦτό γε λόγον ἕξει; ἐκεῖνοι χειροποίητον, τὰ νεκρὰ φεύγοντες, οὐ προσεκύνησαν καὶ διατοῦτο φίλοι θεοῦ ἐκλήθησαν, σὺ δὲ τὰ χειρότευκτα ἐργαζόμενος σέβῃ; τὰ παρ' ἐκείνοις φευκτά, παρὰ σοὶ αἱρετά. οὐκοῦν οὐδὲ φίλος θεοῦ κατ' ἐκείνους κεκλήσῃ. καθάπαξ γοῦν Χριστοῦ καὶ τῆς ἐκκλησίας καταγορεύειν κατάρξας, εἰδώλων μνήμης ὁ χριστομάχος οὐκ ἀφίσταται. φεῦ τῆς τοῦ ἀθέου καὶ μιαροῦ βδελυρίας καὶ παρανοίας. τί τούτῳ ἐγκλητέον; ὡς ἀναμέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι οὐκ ᾤετο δεῖν, τῶν λυσσώντων καὶ ἐξεστηκότων μανικώτερον κριτέον· ᾧ γε οὐκ οἶδα ἢ ἀλογία τὴν ἀσέβειαν ἀπεγέννησεν ἢ ἔμπαλιν ἡ ἀσέβεια τὴν ἀλογίαν ἐξέτεκεν. τί γὰρ τῶν λόγων τούτων δυσσεβέστερον ἢ κτηνοπρεπέστερον, εἰκόνος τοῦ ἐνανθρωπήσαντος λόγου προκειμένης, Ἀβραὰμ καὶ Μωσέα καὶ προφήτας παράγειν, παρ' ὧν μὴ δὲ τεθεᾶσθαι ἢ πεποιῆσθαι ἢ προσκεκυνῆσθαι