ἀπάτης θέμενος. διατοῦτο καὶ υἱὸν θεοῦ ψιλὸν προσαγορεύει, ἐπεὶ καὶ τὸν σταυρὸν καὶ ὅλον τὸ πάθος ἐπὶ τὴν θεότητα ἀναφέρει (καὶ τοῦτο Ἀρειομανιτῶν καὶ Θεοπασχιτῶν ἤτοι ∆οκητῶν τὸ βλάσφημον δόγμα), σαρκὸς οὐδ' ὅλως εἰς μνήμην ἰών, ἵνα δὴ ἀκατάληπτος θεὸς ὢν μὴ δὲ γράφοιτο· ὡς εἴ γε κυρίως καὶ ἀληθῶς σεσάρκωται, καὶ καταληφθήσεται· καὶ εἰ καταληφθείη, καὶ γραφήσεται πάντως καὶ διέπιπτεν αὐτῷ τὰ τοῦ δόγματος. ἐπειδὴ γὰρ ᾤετο τὰ παρὰ τοῖς ἱεροῖς εὐαγγελισταῖς συγγεγραμμένα ῥᾳδίως διακρούεσθαι καὶ δὴ καὶ παρεξηγεῖσθαι τὴν ἐν αὐτοῖς ἀλήθειαν καὶ πρὸς ἀλληγορίας τὸ ἐναργὲς ἐσθ' ὅτε μεταρρυθμίζειν καὶ ἄλλως πρὸς χάριν τάχα γεγράφθαι τοῦ διδασκάλου τινά, ὡς ἤχοις ψιλοῖς μόνον καὶ λόγοις παραπεπλάσθαι τῶν πραγμάτων χηρεύοντα, ἔνθα δὲ Χριστὸς αὐτὸς ἐν εἰκόσιν ἐξιστοροῖτο καθὼς σεσάρκωται, ἐξ ἀνάγκης κατ' ὀφθαλμοὺς ἀνθρώπων κεῖσθαι μεθ' ὧν τε ἔδρασεν μεθ' ὧν τε ὑπὲρ τῆς ἐλευθερίας τῆς ἡμετέρας πέπονθεν, ἀψευδῆ τε σημαίνεσθαι τὴν σάρκωσιν, καὶ τῶν πραγμάτων αὐτῶν τὴν ἀλήθειαν διὰ τῶν εἰκονιζομένων ἐναργῶς ἐμφανίζεσθαι, κἀντεῦθεν πρὸς ἀξιοπιστίαν κεκτημένων τὸ ἀπαράγραπτον εἰς πληροφορίαν καὶ πίστωσιν τοὺς ἐνορῶντας ἄγειν τῶν δηλουμένων, ἐξελέγχειν δὲ τὴν ἀγνωμοσύνην τῶν ἀθετούντων τὸ εὐαγγέλιον, τούτου γε εἵνεκεν διὰ σπουδῆς ἁ πάσης ποιεῖται ὅτῳ τρόπῳ ἀπείργεσθαι τοῦ ἐν εἰκόσιν τὰ τῆς θεοφανείας διαχαράττεσθαι, ἵνα λοιπὸν ἡ τῆς δοκήσεως λύμη χώραν ἕξῃ παρρησιάζεσθαι. ἡμεῖς δὲ τί πρὸς ταῦτα φαμέν; ὅτι ὁμολογουμένως ὁ θεῖος λόγος, καθὸ θεός, ἄληπτός τέ ἐστιν καὶ ἀπερινόητος καὶ νῷ παντὶ καὶ λόγῳ παντί· θεὸν γὰρ νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον, ὥς που τῶν πάλαι τινὲς ἔφησαν· καὶ ὁ τρόπος τοῦ μυστηρίου τῆς θείας ἐνανθρωπήσεως καὶ νοῦν καὶ λόγον ὑπερβέβηκεν ἅπαντα. ἀλλ' εἰ ὁ ἄναρχος ἄρχεται καὶ ὁ ἀόρατος ὁρᾶται καὶ παράτασιν χρονικὴν εἴληφεν ὁ ὑπέρχρονος καὶ ὁ λόγος παχύνεται καὶ ὁ ἀναφὴς ψηλαφᾶται καί, τὸ ὅλον εἰπεῖν, ὁ θεὸς ἄνθρωπος γίνεται καὶ ὁ πρὸ πάντων αἰώνων ἐκ πατρὸς ἀχρόνως καὶ ἀπαθῶς ἐκλάμψας ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, νόμῳ συγκαταβάσεως φιλανθρωπίᾳ τε τῇ περὶ τὸ ἴδιον χρησάμενος ποίημα, ἐξ ἁγίας ἀχράντου ἀειπαρθένου καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ πνεύματι ἀφράστως καὶ ἀνερμηνεύτως ὡς οἶδεν αὐτὸς τίκτεται, καὶ θεὸς μετὰ σαρκὸς ἐψυχωμένης λογικῇ τε καὶ νοερᾷ ψυχῇ καὶ ἄνθρωπος τέλειος κατὰ πάντα χωρὶς ἁμαρτίας καθ' ἡμᾶς χρηματίσας, πάθος τε τὸ διὰ σταυροῦ ἑκούσιον ἀνατλὰς καὶ θανάτῳ προσομιλήσας, ἐξ Ἅιδου τε πρὸς ζωὴν παλινδρομήσας τριήμερος, πῶς οὐχὶ ὁ αὐτὸς καὶ καταληπτὸς ἐκ τοῦ ἀκολούθου ὁμολογηθήσεται καὶ πιστευθήσεται; εἰ γάρ, καθὸ λόγος θεὸς καὶ ἁπλοῦς, ἀκατάληπτος, ἀνάγκῃ δή, καθὸ συντεθεὶς ἄνθρωπος γέγονεν, καταληφθήσεται. καὶ εἰ τῷ ἀσωμάτῳ καὶ ἀοράτῳ καὶ ἀσχηματίστῳ καὶ ἀπόσῳ καὶ ἀμεγέθει καὶ εἴ τινι τοιούτῳ ἕπεται τὸ ἀκαταλήπτῳ εἶναι, πῶς οὐχὶ καὶ τῷ ἐνσωμάτῳ καὶ ὁρατῷ, ᾧ σχῆμά τε καὶ ὄγκος καὶ πηλικότης καὶ μέγεθος καὶ χρῶμα καὶ τὸ τρισσὸν ἐνυπάρχει κατὰ διάστασιν, ἐπακολουθήσει τὸ καταληπτῷ εἶναι; οὐ γὰρ θάτερον τούτων ἑνί γε τῶν ἀντικειμένων καὶ προκειμένων λόγων οἰκείως καὶ ἀφωρισμένως ἑπόμενον, καὶ ἀμφοτέροις ὑγιῶς καὶ κυρίως ἀκολουθεῖν δοθήσεται· εἰ γὰρ καὶ περὶ ταυτὸν ἄμφω, ἀλλ' οὐκ ἄμφω ταυτά. εἰ γοῦν εἷς ἐξ ἀμφοῖν προελθὼν ὁ Χριστός, θεότητός τε καὶ σαρκός, ἐναντία δὲ ταῦτα ἀλλήλοις, πῶς οὐχὶ καὶ καταληπτὸς ὁ ἀκατάληπτος ἔσται, ἵνα ἐφ' ἑνὸς καὶ τοῦ αὐτοῦ αἱ ἐναντίαι διαφοραὶ ἑκατέρας τε φύσεως ἐξ ὧν συνετέθη φυλαχθεῖεν, ἀδιάπτωτα καὶ τὰ ἰδιώματα, καὶ ἥ τε σύγχυσις, τούτων σῳζομένων, ἐκ ποδῶν γένοιτο καὶ φροῦδος ἡ διαίρεσις τοῦ ἑνιαίου τῆς ὑποστάσεως, καθ' ἣν ταῦτα συνδεδράμηκεν, δείκνυται, καθὰ λοιπὸν τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐκδιδάσκει τὸ κήρυγμα. οὕτω τοίνυν καταληφθεὶς ὁ ἀκατάληπτος ἤδη καὶ γραφήσεται, καθὸ κατείληπται ὁ ἄγραφος, καὶ εἰκονισθήσεται καὶ διὰ τῆς ἱερᾶς ταύτης ἱστορίας κηρυχθήσεται, ὥσπερ