βραχὺ ὁ ἀχώρητος; πῶς δὲ καὶ ἑνοῦται τὸ ἄκτιστον τῷ κτιστῷ καὶ τῷ περιγραφομένῳ τὸ ἀπερίγραφον; πῶς καὶ ἐν μέρει ὁ μέγας ἐκεῖνος καὶ ἀμέτρητος καὶ ἀμέριστος; ἢ γὰρ τὸ μέγα εἰς μικρὸν συνεστάλη χωρίον ἢ τὸ μικρὸν γέγονεν μέγα ἢ μέρος τῆς θεότητος καὶ οὐ τὸ πᾶν ὑπεδέξατο· ὅπέρ ἐστιν ἀσεβές. 49 οἷς ἀκολούθως καὶ ὁ μέγας ἐν θεολογίᾳ λεγέτω Γρηγόριος ἐν τῷ εἰς τὸ ἅγιον Πάσχα λόγῳ· Ἐνιαύσιον δὲ ὡς ἥλιον δικαιοσύνης· ἢ ἐκεῖθεν ὁρμώμενον ἢ τῷ ὁρωμένῳ περιγραπτὸν καὶ εἰς ἑαυτὸν ἐπιστρέφοντα. 50 ταῦτα ἐπεξηγείσθω καὶ σαφηνιζέτω ὁ μέγας τῆς εὐσεβείας ὁμολογητὴς Μάξιμος φάσκων· "3Ἥλιος δικαιοσύνης"3 ὁ κύριος προσαγορεύεται, ὡς ποιητὴς καὶ συντελεστὴς τῶν αἰώνων καὶ ὡς ἀρχὴ πάντων καὶ τέλος. "3ἐκεῖθεν"3 δὲ "3ὁρμώμενος"3 εἴρηται "3ἢ τῷ ὁρωμένῳ περιγραπτός"3, ἢ ὡς φῶς ἐκ φωτὸς καὶ θεὸς ἀληθινός, τοῦ πατρὸς γεννητῶς ὁρμώμενος, ἢ ὡς ἄνθρωπος ὁ αὐτός, τῷ καθ' ἡμᾶς ὁρωμένῳ τῆς φύσεως εἴδει περιγραπτός, καθάπερ ὁ ἥλιος ἐκ τοῦ οὐρανοῦ ὁρώμενος τῷ φαινομένῳ δισκοειδεῖ σώματι περιγέγραπται. 51 τοιαῦτα καὶ ἐν τῇ πρὸς Ἰωάννην τὸν Κουβικουλάριον δογματικῇ ἐπιστολῇ γράφει· Ἑκάτερόν τε ἐπαληθεύοντα, τὸ θεῖον ὁμοῦ καὶ τὸ ἀνθρώπινον, πιστοῦσθαι θαύμασι θείοις καὶ παθήμασιν ἀνθρωπίνοις· καὶ κατὰ μὲν τὴν ἑαυτοῦ πρὸς τὸν πατέρα φύσιν τε καὶ οὐσίαν, ἄκτιστον, ἀόρατον, ἀπερίγραφον, ἀναλλοίωτον, ἄτρεπτον, ἀπαθῆ, ἄφθαρτον, ἀθάνατον, δημιουργὸν τῶν πάντων, κατὰ δὲ τὴν τῆς σαρκὸς αὐτοῦ φύσιν καὶ ἡμετέραν, τὸν αὐτὸν κτιστόν, παθητόν, περιγρα πτόν, χωρητόν, θνητόν· τὸν αὐτὸν μέν, οὐ κατὰ τὸ αὐτὸ δέ, διὰ τὰ ἐξ ὧν καὶ ἐν οἷς τὸ εἶναι ἔχει. 52 ἔτι ὁ αὐτὸς θεῖος Γρηγόριος ἐν τῇ πρὸς Κληδόνιον πρώτῃ ἐπιστολῇ τῆς αὐτῆς ἐννοίας ἐπειλημμένος ἀποφαίνεται· Οὐ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρῶτον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ θεὸν καὶ υἱὸν μόνον καὶ προαιώνιον, ἀμιγῆ σώματος· ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι· περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵνα ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν. 53 φωτιζέτω ἡμᾶς οὗτος ὁ θεῖος διδάσκαλος καὶ ἐκ τοῦ εἰς τὰ Φῶτα εἰρημένου αὐτῷ λόγου ταῦτα· Ἐπειδὴ καθαρὰν αὐτοῦ τὴν θεότητα φέρειν, οὐ τῆς ἐν γενέσει καὶ φθορᾷ φύσεως, διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον θεὸς οὐδὲ σαρκὶ νοῦς οὐδὲ χρόνῳ τὸ ἄχρονον οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον, ἀλλὰ καὶ παρθενίᾳ γέννησις καὶ ἀτιμία τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ καὶ πάθει τὸ ἀπαθὲς καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. φανερὸν δὲ ὅτι ἐνταῦθα ὁ πατὴρ τῷ μέτρῳ ἀντὶ τοῦ περιγραπτοῦ ἐχρήσατο, ἀντιθεὶς τῷ ἀπεριγράπτῳ. πᾶν γὰρ ὃ μέτρῳ ὑποπέπτωκεν περιγραπτὸν πάντως ἐστίν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐκ τῶν λοιπῶν πειστέον ἀντιθέσεων, καθ' ἃς τὰ ἐναντία ἀλλήλαις παρέθετο. 54 ἑξῆς προκείσθω καὶ ὁ μέγας Εὐστάθιος, ὁ τῆς Ἀντιοχέων πάλαι γενόμενος πρόεδρος, ἐν τῷ ἐπιγεγραμμένῳ αὐτοῦ λόγῳ θεωρηματικῶς "3εἰς τὸ ἐπίγραμμα τῆς στηλογραφίας"3 οὑτωσὶ λέγων, περὶ τοῦ νομοθέτου Μωσέως τὸν λόγον ποιούμενος· Φαίνεται τοίνυν ὅτι διττὰς ὑποτίθεται στηλῶν εἰδέας· οὐ γὰρ ἂν τὴν τοῦ Ἰακὼβ ἀποδεχόμενος ἐυφήμως ἐπετίμα ταῖς τῶν ἐναντίων ὡς ἀσεβῶς ἱδρυμέναις. ἀλλ' ἐκεῖναι μὲν εἰδωλολατρίας ἐκτυποῦσι φάσματα δαιμονιώδη κακοδόξως, ἡ δὲ τοῦ προπάτορος Ἰακὼβ οὐ τὴν αὐτὴν ἐκείναις ἐμφαίνει πραγματείαν. ὁ γάρ τοι δίκαιος ἀνὴρ ἐνηχηθεὶς ἁγίῳ πνεύματι πρῶτον μὲν αὐτὸ τὸ σωματικὸν εἶδος ὁρᾷ τοῦ Χριστοῦ προαναζωγραφούμενον ἐναργῶς, ὅπέρ ἐστιν ὁρατὸν καὶ τοπικῆς ἐχόμενον περιγραφῆς· δεύτερον δὲ καὶ τὸ νικηφόρον τοῦ σταυροῦ τρόπαιον κλίμακι προσεμφερῶς ἀπεικαζόμενον ἱστορεῖ. τούτῳ γὰρ καὶ ἐπεστηρίχθη μετεώρως, ἑλκύσας ἅπαντας πρὸς ἑαυτόν. 55 ὁ τῆς Νυσαέων