περιέστηκεν αὐτοῖς οὐδὲν ἧττον τὰ ἄτοπα καὶ περιπεπτώκασιν ἀκόσμως ἐξ ὧν διαδιδράσκειν ἐνόμιζον. 40 εἰ δὲ χρὴ καὶ ἐκ περιουσίας τὸν ἐπὶ τῷδε διατρανοῦν καὶ ἀπευρύνειν λόγον, τοιαῦτα ἂν προσενέγκοιμεν· εἰ ἐν Ἱεροσολύμοις διατρίβων σωματικῶς ὁ Χριστός, διδάσκων τε ἐν τῷ ἱερῷ καὶ τὰ θεοπρεπῆ ἐκεῖνα ἐπιτελῶν θαύματα (ὡς θεὸς γὰρ πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν ἐστιν), ἦν ἄρα κατὰ τὸν αὐτὸν χρόνον σωματικῶς καὶ ἐν τῇ Γαλιλαίᾳ ἢ ἐν ἑτέροις τόποις ὅλως σαρκικῶς ὁρώμενος; καὶ τίς οὕτως φρενῶν ἔξω καὶ νοῦ τοῦ καθήκοντος, ὃς οὕτω ταῦτα ἔχειν διϊσχυρίσαιτο; εἰ δὲ παρὰ τὸ ὁρᾶσθαι σωματικῶς οὐχ' ἑωρᾶτο καὶ θεϊκῶς, οὐδὲ παρὰ τὸ ἐν τῷδε μὲν εἶναι τῷ τόπῳ, ἐν τῷδε δὲ μὴ εἶναι σώματι, ἤδη καὶ κατὰ τὴν θεότητα ἐν ταυτῷ μόνον ἦν, οὐδὲ παρὰ τὸ πάσχειν σαρκί, καὶ θεότητι παθεῖν τὶ λέγεται, τί τὸ ἐμποδὼν στήσεται τοῦ καὶ γραφόμενον αὐτὸν ἢ περιγραφόμενον σαρκὶ μὴ ἀποτέμνεσθαι τῆς κατ' αὐτὸν θεότητος ἢ πάντως συγγραφήσεσθαι ἢ συμπεριγραφήσεσθαι; ἀλλ' οὐκ ἔχον φύσιν ἐστὶν τοῦτό γε, ἐπεὶ οὕτω καὶ εἰ ἄνθρωπος τῶν καθ' ἡμᾶς (βασιλεύς, εἰ τύχοι) εἰκονίζοιτο σώματι, ἀνάγκη καὶ τὴν ψυχὴν συνεικονίζεσθαι ἢ πάντως τεθνήξεσθαι χωριζόμενον· τί γάρ ἐστιν ἕτερον θάνατος ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος; ὧν τί λέγειν ἀνοητότερον ἢ ἀφρονέστερον; ποῦ δὲ ὅλως σῶμα ἄγραφον ἢ ἀπερίγραφον ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσται; ἢ πῶς ὁ τοῦ σώματος ὅρος καὶ λόγος σωθήσεται, εἰ μὴ ταῦτα ἔχοι, εἴπερ σῶμά ἐστιν τὸ τριχῇ διάστατον, περὶ ὃ σχῆμά τε καὶ ἀντιτυπία καὶ χρῶμα, ὄγκῳ διειλημμένον καὶ πηλικότητι, ἃ δὴ καὶ τὴν σωματικὴν ἡμῖν περιγραφὴν ἐκ παντὸς ὑπαγορεύει. εἰ μὴ γὰρ κέχρωσται ἢ ἐσχημάτισται ἢ πεπόσωται, οὐδὲ πεπέρασται, οὐδὲ σῶμα, καθ' ὃ δὴ καὶ τόπῳ τινὶ περιείργεσθαι πέφυκεν τῷ ὧδε μὲν εἶναι, ἑτέρωθι δὲ μὴ εἶναι. ὅλως δὲ τὸ ἐν τῷδε εἶναι, ἐν τῷδε δὲ μὴ εἶναι, τί ἕτερον ἢ περιγραφῆς ἡμῖν ἔννοιαν ἄντικρυς ὑποτίθεται; ὁ τοίνυν μὴ δοξάζων γράφεσθαι ἢ περιγράφεσθαι τὸν Χριστὸν σώματι, ἢ ὅ,τι ἐστὶν σῶμα οὐκ ἔγνω, ἐξ οὗ μὴ δὲ δόξαν ὀρθὴν κέκτηται, ἢ γνοὺς σῶμα καὶ ψυχὴν σῴζεσθαι παρῄτηται. οὐδὲ γὰρ αὐτὸς οὗτος ἄγραπτος τὸ σῶμα ἢ ἀπερίγραπτος, εἴπερ τῷ ὁμοίῳ τὸ ὅμοιον Χριστὸς ἀνεκάθαρεν· τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον οἴδαμεν. ὁ γοῦν ὁμολογῶν σῶμα ἀνειληφέναι τὸν Χριστὸν ὁποῖον τὸ ἡμέτερον (τοῦτο δὲ περιγραπτὸν καὶ γραπτόν), ἐξ ἀνάγκης κἀκεῖνο γραπτὸν καὶ περιγραπτὸν εἶναι συνομολογήσειεν· εἰ δὲ τὸ δεύτερον οὐ δώσει, οὐδὲ τὸ πρότερον ἄρα· ὃ πάντῃ ἄλογον καὶ καταγέλαστον. τῶν μὲν οὖν ὁσίων πατέρων ἡμῶν τὰ δόγματα, ταυτὸν δὲ εἰπεῖν πάσης τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τὸ κήρυγμα, τρανῶς καὶ διαρρήδην ἐκ δύο καὶ ἐν δυσὶν κατὰ πάντα τελείαις ταῖς φύσεσιν, μιᾷ δὲ ὑποστάσει ἤτοι προσώπῳ τὸν Χριστὸν καὶ θεὸν ἡμῶν ὁμολόγως δοξάζουσιν, ἐκ δύο δὲ τῶν ἐναντίων· Προελθὼν γάρ φησιν, θεὸς μετὰ τῆς προσλήψεως ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκός τε καὶ πνεύματος. εἰ τοίνυν ἡ ἑτέρα τούτων, ἡ θεία φημὶ τοῦ λόγου φύσις, ἄγραπτός τε καὶ ἀπερίγραπτος ὡμολόγηται, ἀνάγκη πᾶσα, διὰ τὴν ἐκ τῶν ἐναντίων πρόοδον, τὴν ἑτέραν ἤγουν τὴν ἀνθρωπίνην γραπτὴν καὶ περιγραπτὴν εἶναι ὁμολογεῖσθαι. εἰ γοῦν καὶ ταύτη ἀπερίγραπτος νοοῖτο, ποῦ στήσεται τῶν ἐναντίων ὁ λόγος; ὡς οὖν ἡ ἑτέρα ἀπαθὴς καὶ ἄτρεπτος καὶ ἄχρονος καὶ εἴ τι ἕτερον θεοπρεπῶς ἐπὶ τῆς θείας λέγοιτο φύσεως, ἐξάπαντος τὰ ἐναντία ἐπὶ τῆς ἑτέρας ῥηθήσεται· τρεπτὴ γὰρ ἦν καὶ παθητὴ καὶ ὑπὸ χρόνον καὶ τἄλλα ἃ τὴν φύσιν χαρακτηρίζει τὴν καθ' ἡμᾶς. ἐπεὶ πῶς σωθήσονται αἱ κατὰ Χριστὸν θεωρούμεναι οὐσιώδεις διαφοραὶ καὶ ἡ ἑκατέρας οὐσίας ἰδιότης τῶν συντεθεισῶν ἐν τῇ μιᾷ καὶ τῇ αὐτῇ κατὰ Χριστὸν ὑποστάσει; τίς οὖν ἡ ἀποκλήρωσις; ἐπὶ μὲν τῶν ἄλλων τὴν κατὰ συζυγίαν τῶν ἐναντίων τηρεῖσθαι ἀντίθεσιν, ἐπὶ δὲ τούτων μόνων ἀθετεῖσθαι τῶν φωνῶν; τίς δὲ ὁ ἀναπείθων λόγος καὶ ὅτου χάριν, ἀναδύεσθαι περιγραπτὴν ὁμολογεῖν τὴν τοῦ κυρίου σάρκα, ὡς ἐξ ἀνάγκης καὶ τὸν λόγον αὐτὸν συμπεριγραφησόμενον; ἐξ οὗ τί συμβαίνει; καὶ πάθος αὐτὸ τὸ