καὶ μακρὰν πάσης ἐκκλησιαστικῆς θεσμοθεσίας ἐκπέπτωκεν; ἀλλὰ τοῦτο πάσχουσιν ἵνα τῇ ἑαυτῶν κακίᾳ συστήσωνται, πᾶσαν εὐταξίαν ἱερατικὴν κατὰ νώτου θέμενοι. ναὸν δὲ τῆς παναχράντου παρθένου οὐκ οἶδα ὅπως καὶ προσαγορεύειν τολμῶσιν καὶ τιμᾶν ἐπαγγέλλονται, ὃν πάσης πεπληρώκασιν οἱ πάντοθεν κατεγνωσμένοι καὶ ἠτιμωμένοι λώβης καὶ ἀτιμίας, ἐπεὶ τοῦ θεοδόχου σώματος τὸ ἱερὸν καὶ σεβάσμιον τὸ πρὶν ἐκτετυπωμένον καὶ διαπρέπον ἐν αὐτῷ ὁμοίωμα κατεστρέψαντο, δι' οὗ καὶ ὁ ναὸς τῆς τοσαύτης ἠξίωτο τιμῆς· καὶ πάντα τὰ κατὰ τὸν ναὸν ἅγια διὰ πλείστων ὅσων ὕβρεων χραίνοντες ἀπὸ τῶν ἁγίων οὐκ εὐλαβήθησαν, ἀλλ' ἵνα μὲν δόξαν ἐντεῦθεν ἀποίσωνται, ἐπὶ τὸν ἱερὸν τουτονὶ ναὸν καταφεύγουσιν, καὶ τιμᾶν προσποιοῦνται ἅπερ κατέπτυσαν, τὰς δὲ εὐκλάδους καὶ ὑψικόμους πλατάνους καταλελοίπασιν μνήμης αὐτὰς οὐκ ἀξιοῦντες τὸ σύνολον, αἳ δὴ ἔξω τειχῶν τῆς βασιλίδος τεθήλασιν, ἔνθα μᾶλλον τὸ ὀχλαγωγὸν ἐκεῖνο σύστημα συνηθροίζετο, κατὰ Χριστοῦ καὶ τῆς ἁγίας παρθένου καὶ τῶν ἁγίων ἐξυφαῖνον τὴν παροινίαν. ὃ εἴ γε χρὴ σύνοδον ὀνομάζειν, Πλατανῖτιν ἄν τις καλέσειεν, τῶν φυτῶν ἐκείνων τὴν ἀκαρπίαν νοσήσασαν· καὶ γὰρ τὸ ἐκεῖσε συναγηγέρθαι τοῦτο ἔοικεν παραινίττεσθαι, ὡς οὐδὲν ἕτερον ὅτι μὴ μόνον εἰς κακίαν ἐπιδοῦσαν πολύχουν τε καὶ παμφορωτάτην καρποφορῆσαι τὴν ἀσέβειαν. ἐξ ὁποίων δὲ πατρικῶν ὠχυρῶσθαι δογμάτων καταλαζονεύεται, ἐξ ὧν τῇ καινοτομίᾳ ταύτῃ ἐπέθετο, καταθρῆσαι ῥᾴδιον· πατέρας γὰρ τοὺς περὶ Εὐσέβιον καὶ Ἐπιφανίδην παραπλασάμενοι προχειρίζονται καὶ εἴ τινες ἄλλοι τῆς Ἀρειανικῆς ἀθεΐας, ταυτὸν δὲ εἰπεῖν τῆς Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνεντος δεισιδαιμονίας, οἵ γε ὡς πορρωτάτω λίαν καὶ ἐκτὸς τῆς Χριστιανικῆς μοίρας αὐλίζονται, καὶ δὴ καὶ διδασκάλους καὶ νῦν προκαθίζουσιν· παρ' ὧν μαθητευθέντες τὴν τοῦ ἀπεριγράφου φωνήν, τῆς σωτηρίου τοῦ Χριστοῦ καθυλακτοῦσιν οἰκονομίας, δοκήσει καὶ οὐκ ἀληθείᾳ ταύτην γεγενῆσθαι οἱ φασματώδεις ὡς ἀληθῶς φαντασιούμενοι. εἴ που γὰρ τῶν θεοφόρων ἡμῶν πατέρων καὶ διδασκάλων ὄντως τῆς ἐκκλησίας προήγαγον λόγον, ἢ περικόψαντες ἢ νοθεύσαντες καὶ παραφθείραντες τοῦτο ἐπετεχνάσαντο, τῆς τῶν ἀμαθεστέρων δι' αὐτῶν ἁπλότητος κατατρέχοντες, ὡς ἂν τῷ ἀξιοπίστῳ τῶν προσώπων εἰς τὰ ἴδια τῆς πλάνης βάραθρα ἐφελκύσωνται. οὐ γὰρ τὰ αὐτὰ τοῖς ἀσεβέσιν, ἢ πεφρονήκασιν οἱ τῶν ὀρθῶν δογμάτων ὑφηγηταὶ ἢ ἐκπεφωνήκασινἄπαγε. γραφικῶν δὲ λογίων τοῦ πνεύματος εἰ μετέσχον ὅλως, τί χρὴ λέγειν; ὅπου γε καὶ τὰ χρυσοτό ρευτα Χερουβὶμ ἐκεῖνα, ἅπερ ἡ παλαιὰ ἔφερε σκηνή, τῆς κιβωτοῦ ἱδρυμένα καθύπερθε θείοις νεύμασιν, ὑπουργίᾳ δὲ τοῦ πανσόφου Μωσέως κατασκευασθέντα, αἰσχρῶς καθυβρίσαι οὐκ ἀπώκνησαν, μυρίαις δυσφημίαις καὶ ἀτιμίαις βάλλοντες καὶ ἀποσκώπτοντες. ἐκ τῆς βρυώδους οὖν ἐκείνης μυήσεως, ὥσπερ ἐκ τῆς Σοδομηνῆς ἀμπέλου καὶ τῆς Γομορρηνῆς κληματίδος τῶν καρπῶν ἐκμεμεθυσμένοι, οἷα τῆς ἀσεβείας τὸν ἄκρατον ἐγχεάμενοι, χολῆς καὶ πικρίας ἔμπλεα ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας ἀπερεύγονται ῥήματα. καὶ δὴ τοῖς παρ' ἐκείνων ὀχυρωθέντες θεοστυγέσι διδάγμασιν παρρησιάζονται λοιπὸν τὸ πονηρόν, καὶ τὰ δοκοῦντα ὁριζόμενοι ἀποφαίνονται. 72 τί οὖν ὁρίζονται, καὶ τίς ποτε ἄρα ἐστὶν ὁ παρ' αὐτῶν ἐξενηνεγμένος ὅρος, καὶ ὁποῖος τὴν δύναμιν, καὶ εἰ σύμφωνος καὶ ἀκόλουθος αἷς κατακομψεύονται ἀποδέχεσθαι ἁγίαις ἓξ συνόδοις, καὶ ἐκ ποίων αὐτῶν δογμάτων ἀφορμηθέντες τὰ σφῶν κρατύνειν ἐπιχειροῦσιν καὶ εἰ τὴν παρ' ἐκείναις ἀκολουθίαν καὶ τάξιν τετηρήκασιν, ὥρα νῦν κατοπτεύειν καλεῖ. τῶν τοίνυν ὁσίων πατέρων ἡμῶν, οἳ κατὰ τὰς ἁγίας συνόδους διέπρεψαν καὶ τὴν θείαν αἴγλην ἐν ταῖς ἁπάντων ψυχαῖς ἄνωθεν πυρσεύοντες ἐναστράπτουσιν, ὡς ἐπιτομώτερον ἐπελθεῖν, ἡ μὲν πρώτη κατὰ τὴν ἐκκλησίαν προλάμπουσα σύνοδος τὰς {2αʹ}2 θεομισεῖς αἱρέσεις πάλαι ἐν Χριστιανοῖς πονηρῶς φυείσας, τήν τε Αἰγυπτιακὴν φημὶ καὶ Λιβυκὴν ἀθεότητα, δι' ὧν ἥ τε Σαβέλλιος σύγχυσις καὶ Ἀρειανικὴ διαίρεσις, τὰ ἀντίθετα κακὰ