ποῦ γὰρ Χριστιανὸν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν καὶ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ μεμυημένον ἐπὶ τῷ μύσει τούτῳ ἁλόντα τεθέανται, μικρὸν ἢ μέγαν ἢ ὁποιασοῦν τύχης καὶ ἡλικίας καὶ ἀξιώματος τυγχάνοντα, πᾶσαν εἰδωλικὴν πλάνην καὶ μυσαρότητα καταπτύοντα, ἢ παρ' ὁτουοῦν ἠκηκόεσαν, ἐξ οὗ τοῦ κατὰ Χριστιανῶν διωγμοῦ οἱ πάλαι χριστομάχοι κατῆρξαν, καίτοι πολλὰ διερευνησάμενοι καὶ ἀνιχνεύσαντες; ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοιεν, ἐν προσποιήσει δὲ Χριστιανισμοῦ τὰ Χριστιανῶν ἤλαυνον καὶ ἐλαύνουσιν. εἰ γοῦν, ὅπερ οὐδὲ λέγειν ἀκίνδυνον, ἑωράκεσαν τῶν ἀγροικοτέρων τινὰς ἢ ἀμαθεστέρων, τῆς τοῦ καθ' ἡμᾶς μυστηρίου τελειότητος ὁπωσοῦν παρενεχθέντας καὶ δι' ἁπλότητα τρόπων παραλόγως ἐνταῦθά τι πράσσοντας, ἐχρῆν νέμειν τὸ προσῆκον τοῖς ἱεροῖς γέρας καὶ σεμνῶς περιέπειν τὰ ἅγια, τῷ διδασκα λικῷ δὲ καὶ ποιμαντικῷ χρωμένους τρόπῳ ἰθύνειν καὶ ποδηγεῖν τοὺς ἀφελεῖς καὶ ἀμαθαίνοντας, ἀσφαλῶς ἰέναι τῆς θεοσεβείας τὴν τρίβον, οὐ μὴν εἰς τοσοῦτον μανίας κατὰ τοῦ εὐαγγελικοῦ ἐξοιστρηθῆναι κηρύγματος. οὐδὲ γάρ, εἴ τις ἀθέσμως εἰς τὸ θεῖον ἐξυβρίσειε θυσιαστήριον ἢ τῶν ἁγίων ἕτερον, διὰ τὸν ὑβρικότα καθαιρεθήσεται τὸ θυσιαστήριον καὶ τὰ ἅγια. τεκμήριον δέ· ἐπειδὴ τὸ δεύτερον οὐ πέπρακται, οὐδὲ τὸ πρότερον ἄρα. σοφίζονται δ' οὖν τὴν ἀσέβειαν τῇ μεταθέσει τοῦ ὀνόματος ἐπὶ τὸ πάναισχρόν τε καὶ ἀκαλλές, ἵνα κλέψωσι τοὺς ἁπλουστέρους τὴν γνώμην καὶ πείσωσιν, ὡς δῆθεν εἰδωλικὴν παραιτουμένους προσκύνησιν, τῆς περὶ τὰ ἅγια τιμῆς ἀλογήσωσιν καὶ τῆς ἀτιμίας ἀνθέξωνται, τὰ ἐπηγγελμένα δὲ οἱ δυσσεβεῖς ἐν τῷ βίῳ καταθύμια ἐπιτελέσωσιν καὶ τὴν ἐκκλησίαν Χριστοῦ ἐκπορθήσωσιν. οἱ δὲ τὴν τοῦ θεοῦ λόγου ἠθετηκότες συγκατάβασιν, ἐξ ἧς τὸ λελυτρῶσθαι εἰδώλων ἡμῖν περιγέγονεν, πῶς εἰδωλικῆς μανίας ἐκτὸς καταστήσονται, οὓς ἡ φιλόχρυσος κατεβόσκετο νόσος καὶ τὸ χοϊκὸν αὐτῶν κατακεκράτηκε φρόνημα; 13 εἶτα μετὰ τὴν ἄχρηστον τῶν ἱερῶν ποίησιν καὶ κατάκρισιν, ... τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, φασίν, προτιμήσαντες· ἥτις σύνοδος κυρώσασα καὶ βεβαιώσασα τῶν ἁγίων πατέρων τὰ θεόκλυτα δόγματα καὶ ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπακολουθήσασα εὐαγεστάτους κανόνας ἐξέθετο. πρὸς ταῦτα φαμέν· εἰ, ὡς κατακομψεύονται, ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπηκολούθησαν οἱ παλαιοὶ τὴν ἀσέβειαν καὶ νέοι τούτων διδάσκαλοι, κυροῦντες τῶν πατέρων τὰ δόγματα, ὧν στέργειν καὶ τοὺς θείους θεσμοὺς ὤφελον, πῶς ἐνταῦθα τὸ ἀκόλουθον οὐκ ἐφύλαξαν, ἀλλ' ἀπεναντίας ἦλθον παντάπασιν, ἀκυροῦντες αὐτῶν τὰ δογματιζόμενα καὶ κανονιζόμενα; εἴπερ γὰρ συνοδικῆς ἀκολουθίας μετῆν αὐτοῖς ὁπωσοῦν λόγος, ὥσπερ οἱ τῆς οἰκουμενικῆς ἕκτης συνόδου ἱεροὶ πατέρες μετὰ πάσης ἐμμελοῦς διασκέψεως κανόνας ἐξέθεντο εὐσεβείας πεπληρωμένους καὶ εὐθύτητος, ἐν οἷς τὴν μὲν χάριν προτετιμήκασιν, τοὺς παλαιοὺς δὲ τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, οὐ κατέκριναν, οὐκ ἠτίμωσαν, ἀσπασίως δὲ μᾶλλον ὡς τίμια καθὰ προσῆκεν προσεδέξαντο, τὸ δὲ εἶδος τοῦ πανσέπτου καὶ ὑπερτίμου τοῦ Χριστοῦ σώματος κατὰ τὸν χαρακτῆρα τὸν ἀνθρώπινον ἀναστηλοῦσθαι εὐαγῶς καθωρίσαντο, οὕτω δὴ καὶ αὐτοὺς ἐχρῆν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προτετιμηκότας προσκύνησιν, καὶ αὐτῷ δὴ τούτῳ τῷ ἱερῷ τοῦ Χριστοῦ ἀπεικονίσματι τὴν πρέπουσαν καὶ ἐποφειλομένην νεῖμαι τιμὴν καὶ προσκύνησιν, μὴ μὴν οὕτως ἀπηνῶς καὶ δριμέως ὥσπέρ τινος δυσμενοῦς ἐξουθενῆσαι καὶ κατακρῖναι, ἵνα ὡς ἀληθῶς καὶ ἡ ἀκολουθία καὶ τάξις, ἣν ἐν ἐπαγγελίαις ἐποιοῦντο, ἄμεμπτος διεσῴζετο· καὶ οὐδὲν ἂν οὕτω προσπταῖον τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου ἐλωβήσατο, καθάπερ οὐδὲ τὰ πάλαι τῆς χάριτος σύμβολα τὴν χάριν τιμώμενα ἐλυμήνατο· ᾔδεισαν γὰρ καὶ μάλα ἐπιστημόνως οἱ σοφοὶ πατέρες τὸν τῆς προτιμήσεως τρόπον, καὶ ὅπως ἔδει μεταχειρίζεσθαι· περὶ ὃν οἱ ἀνόητοι φανερῶς ὡς πανταχοῦ ἀποσφάλλονται. καὶ γὰρ διάφορον τοῦτόν τις ἐπιὼν καταλήψεται· εἰ μὲν γὰρ ἐπὶ τῶν ἐναντίων λάβοι, τὸ ἀγαθὸν προτιμῶν