περιγεγράφθαι περὶ τὸν λόγον ἀναφαίνεσθαι, ὡς ἐξεῖναι ὑμῖν καὶ παθητὸν καὶ τρεπτὸν καὶ θνητὸν δοξάζειν καὶ τοῖς ἄλλοις τῆς σαρκὸς ὑποβάλλειν πάθεσιν διὰ τὴν πρὸς αὐτὴν ἕνωσιν· εἰς τοῦτο γὰρ ὑμῖν ἀπιστίας ὁ λόγος ἔρχεται. καὶ ἄλλως ἀτοπώτερον· ὃν γὰρ φατὲ ἀπερίγραπτον οὐκ οἶδα ὅπως ὑπ' εὐηθείας συμπεριγράφεσθαι τῇ εἰκόνι λέγετε, ὡς εἶναι καθ' ὑμᾶς τὸν αὐτὸν κατὰ ταυτὸν καὶ περιγραπτὸν καὶ ἀπερίγραπτον, τὸ μὲν δι' ἑαυτόν, τὸ δὲ διὰ τὴν εἰκόνα· ἐν οἷς καὶ εἰς ἀντίφασιν ὑμῖν ὁ λόγος περιΐσταται. εἰ δὲ τοῦτο, τί μὴ μᾶλλον μὴ δὲ σεσωματῶσθαι τὸν λόγον εἴποιτε, ἵνα μὴ καὶ σῶμα ὁ αὐτὸς μετὰ τοῦ ἀσωμάτου περιτραπεὶς τὴν φύσιν γίγνοιτο, καὶ τἄλλα ὅσα περὶ τὴν διπλόην θεωρεῖται τῶν φύσεων; εἰ δ' οὖν ὁ λόγος παθητὸς ἦν φύσει, σχοίη ἂν αὐτόθεν καὶ ταῦτα, οὐ παρὰ τὴν πρὸς τὸ σῶμα ἕνωσιν ἢ τῷ εἶναι περιγραπτόν. εἰ δὲ φύσει ἀπαθής ἐστιν καὶ ἀπερίγραπτος, κἂν ἐν σώματι γίγνοιτο, οὔτ' ἂν συγχυθήσεται οὔτε τμηθήσεται οὐδ' αὐτῷ σώματι συμπεριγραφήσεται ἢ συγγραφήσεται· σῴ ζοι γὰρ ἂν τὸν ἴδιον τῆς ἀπαθείας καὶ παντελῆ τῆς ἀτρεψίας καὶ ἀπεριγραψίας ὅρον τε καὶ λόγον. ἀλλ' ὑμῖν γε σπουδὴ δι' ἑνὸς τούτου προσρήματος τὴν ὅλην τοῦ σωτῆρος ἡμῶν ἀνατετράφθαι σάρκωσιν, ὅτι βαρὺς ὑμῖν ἐστιν, καὶ περιγραφόμενος καὶ ἐν εἰκόνι βλεπόμενος. 41 τούτων οὕτως ἐξητασμένων, ἐπὶ τὰς φωνὰς ἐκείνας μετελεύσομαι (ἐπὶ καιροῦ γὰρ ἂν εἴη εἰς μέσους παραθεῖναι), ἀφ' ὧν οὗτοι καὶ οἱ νεόκτητοι πατέρες αὐτῶν ὁρμώμενοι καὶ μυσταγωγούμενοι ἐπὶ τοσοῦτον ἀσεβείας ἐξεκυλίσθησαν. τῆς οὖν δοκήσεως ταύτης καὶ φαντασίας πρῶτος ὁ μιαρὸς καὶ θεήλατος Βαλεντῖνος κατῆρξεν, ὃς τοῦ ἀποστόλου λέξεις τινὰς ἀποσυλήσας τολμᾷ κατὰ τοῦ μυστηρίου τῆς θείας οἰκονομίας ἀπορρίψαι τοιαῦτα, μορφὴν δούλου εἰληφέναι λέγων τὸν κύριον, οὐκ αὐτὸν τὸν δοῦλον, καὶ ἐν σχήματι ἀνθρώπου γεγενῆσθαι αὐτόν, οὐκ αὐτὸν τὸν ἄνθρωπον ἀνειλῆφθαι, ἐπ' αὐτὴν δὲ τὴν θεότητα διαβαίνειν τὰ πάθη τὰ ἀνθρώπινα. τοιαῦτα δὲ οὐδὲ αὐτὸς ὁ ἐνεργῶν διὰ τῆς πονηρᾶς ἐκείνης γλώσσης δυσφημῆσαι τετόλμηκεν. ἐντεῦθεν λοιπὸν αὐτῷ συνήγετο ἀπερίγραπτον λέγειν τοῦ κυρίου τὸ σῶμα. 42 μετ' ἐκεῖνον ὁ μιαρώτερος καὶ θεοστυγέστερος Μαρκίων, ἐκ τῆς μυσαρᾶς καρδίας τὸν δυσώδη τῆς φαντασίας ἀπερευγόμενος βόρβορον, ὡς ἐκ πλειόνων βλασφημιῶν ὀλίγα παραθέσθαι, φάσκει τὸν Χριστὸν δοκήσει πεπονθέναι καὶ τεθάφθαι, καὶ ὅτι οὐκ ἄνθρωπος ἀληθῶς, ἀλλ' ἐν ὁμοιώματι ἀνθρώπου γέγονεν. 43 ὁ τούτῳ παρωνομασμένος, πολλῷ δὲ τυγχάνων ὀψίγονος, Μαρκιανὸς ὁ ἀθεώτατος τῇ θεοστυγεῖ καὶ πολυωνύμῳ τῶν καλουμένων Μασσαλιανῶν συμφθειρόμενος αἱρέσει, τοῦ ἀπεριγράπτου τὴν φωνὴν τρανέστερον ἐκπομπεύων ἐπισημαίνεται, ἐπεὶ ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τῶν ληρωδουμένων παρ' αὐτοῖς ἀναγέγραπται οὕτως· Λέγουσιν ὅτι ὁ ἄνθρωπος ὃν ἀνέλαβεν ἐκ τῆς Μαρίας ὁ κύριος, ποτὲ μὲν αὐτὸν εἰς πνεῦμα μετέβαλλεν, ποτὲ δὲ εἰς σῶμα, καὶ ὅτι αὐτὸ τὸ σῶμα τοῦ κυρίου ἀπερίγραπτον ἦν καθάπερ ἡ θεία φύσις. 44 ὁ τούτων ἀθεώτερος μάλιστα καὶ βδελυρώτερος, ὁ τῆς μανίας ἐπώνυμος Μάνης ἐν τῇ πρὸς Ὀδδὰν ἐπιστολῇ γράφει τοιάδε· Τῶν Γαλιλαίων δύο φύσεις ὀνομαζόντων ἔχειν τὸν Χριστόν, πλατὺν καταχέομεν γέλωτα, ὡς οὐκ εἰδότων ὅτι ἡ οὐσία τοῦ φωτὸς ἑτέρᾳ οὐ μίγνυται ὕλῃ, ἀλλ' ἔστιν ἀκραιφνής, ἑνωθῆναι ἑτέρᾳ οὐσίᾳ μὴ δυναμένη, κἂν δοκῇ ταύτῃ συνῆφθαι. ἡ δὲ τοῦ Χριστοῦ προσηγορία ὄνομά ἐστιν καταχρηστικόν, οὔτε εἴδους οὔτε οὐσίας ὑπάρχον σημαντικόν. τὸ δὲ ἀνώτατον φῶς, τοῖς ἑαυτοῦ συνουσιωμένον, ἔδειξεν ἑαυτὸ ἐν τοῖς ὑλικοῖς σώμασιν σῶμα, μία ὢν αὐτὸς φύσις τὸ πᾶν. 45 ἔτι ὁ αὐτὸς ἐν τῇ πρὸς Σκυθιανὸν ἐπιστολῇ (ἔν τισι δὲ Βαλεντίνου, τοῦ διδασκάλου Μάνεντος, ἐπιγέγραπται) οὕτω φάσκει· Ὁ δὲ τοῦ ἀϊδίου φωτὸς υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῷ ὄρει ἐφανέρωσεν, οὐ δύο ἔχων φύσεις, ἀλλὰ μίαν ἐν τῷ ὁρατῷ καὶ ἀοράτῳ. 46 ἐκ δὴ τούτων ἐπιφημιζόμενον τῷ Χριστῷ τὸ ἀπερίγραπτον, ὥσπερ φθοροποιόν τι νόσημα, εἰς τοὺς περὶ Ἄρειον τὸν ἐμμανῆ καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας