θεοφόρον διδάσκαλον, οὐδενὶ τρόπῳ ἐν τῇ κατὰ Χριστὸν μιᾷ ὑποστάσει διαιρέσεως ἐπινοουμένης. 178 οἶδεν οὖν ἄρα ὁ ἀληθὴς Ἐπιφάνιος περιγραπτὸν καὶ καταληπτὸν τὸν Χριστὸν κατὰ τὴν καθ' ἡμᾶς φύσιν εὕροι δ' ἄν τις αὐτὸν τρανέστερον οἵαν περὶ τοῦ κυριακοῦ σώματος ἐν τοῖς κατὰ Ὠριγένους αὐτῷ συγγεγραμμένοις ἐκέκτητο δόξαν διεξερχόμενον καὶ ἐν ἄλλοις πλείοσιν ἐμμελέστερον ἐφιστάνων· ἔτι ὁ αὐτὸς τὸν κατὰ αἱρέσεων λόγον ποιησάμενος, εἶτα ἐπὶ τὴν καθ' ἡμᾶς πίστιν ἐλθὼν καὶ πρὸς τῷ τέλει τοῦ συντάγματος περὶ τοῦ πάθους Χριστοῦ διαλεγόμενος, τὸ σῶμα αὐτοῦ ταφὲν ὁμολογεῖ ἐν ἀληθείᾳ, καθὰ ὁ τῆς καθ' ἡμᾶς ὁμολογίας εὐσεβὴς ἔχει λόγος, καὶ ἄψυχον μεῖναν τριήμερον καὶ ἀκίνητον καὶ ἐν μνήματι συγκλεισθὲν τῷ λίθῳ καὶ σφραγῖδα ἐπιτεθεῖσαν. πῶς οὖν ὁ ταῦτα εἰδὼς ἀκατάληπτον τὸν Χριστὸν κατὰ τὸ σῶμα δοξάσει; ἐντεῦθεν ἐπὶ τὴν ἀνάστασιν τῷ λόγῳ ἀπιὼν φάσκει ὅτι Ἀπαραλείπτως τῆς θεότητος συνηνωμένης τῷ προπεπονθότι ἁγίῳ σώματι, ἀνέστη καὶ συνήνωσεν αὐτὸ εἰς ἑαυτὸν εἰς ἓν πνεῦμα, εἰς μίαν ἑνότητα, εἰς μίαν δοξολογίαν, εἰς μίαν ἑαυτοῦ θεότητα. πέφηνεν μὲν γὰρ ἐν ἀληθείᾳ καὶ ἐψηλαφήθη ὑπὸ τοῦ Θωμᾶ, καὶ τοῖς ἀποστόλοις συνέφαγεν καὶ συνηυλίσθη μετ' αὐτῶν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἀλλ' εἰσῆλθεν, θυρῶν κεκλεισμένων, καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυεν νεῦρα καὶ ὀστέα, τύπον ἥλων καὶ τύπον λόγχης, ὅτι αὐτὸ ἦν ἀληθινὸν τὸ σῶμα. εἰ τοίνυν ταῦτα καταληπτοῦ, πῶς συνᾴσει τῷ ἀκαταλήπτῳ, εἰ μὴ καὶ ὀστέα καὶ νεῦρα καὶ τύπους ἥλων ἀκατάληπτα δώσουσιν; ἐν τούτοις ἐπιλύεται καὶ τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλ' οὐκέτι γινώσκομεν, οὐχ' ὅτι διεῖλεν τὴν σάρκα ἀπὸ τῆς θεότητος οὐδὲ ἀπέθετο αὐτὴν ἀνιὼν εἰς οὐρανούς, ἀλλ' αὐτὴν μὲν οὖσαν καὶ θεῷ συνηνωμένην, μηκέτι δὲ οὖσαν κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, τοῦτον ὁμοῦ θεὸν ἔχουσαν ἀπαθῆ καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα ἐν δόξῃ, ἐρχόμενον δὲ κρῖναι ζῶντας καὶ νεκρούς, ὡς φησὶν ἐν ἀληθείᾳ· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. εἰ δὴ ταῦτα Ἐπιφανίου ὁμολογεῖται, τίς εἰς ἄκρον ἀμαθίας οὕτω καὶ φαυλότητος ἵκοιτο, ὃς οὐ συμφήσειεν ὅτι ἐκεῖνα ἀντικείμενα τούτοις; καὶ τὸ διηλλαγμένον ἐπὶ τοσοῦτον ἔχοντα, πολλῷ ἄπωθεν γνώμης καὶ δόξης Ἐπιφανίου ὄντα κέκριται, ἐπεὶ οὐδὲ σῶμα ἀληθῶς ὁ τοῦ γράμματος ἐκείνου πατὴρ τὸν Χριστὸν ἀνειληφέναι τίθεται, σχήματι δὲ μόνον καὶ δοκήσει φανῆναι· ἐξ οὗ καὶ τὸ ἀκατάληπτον καὶ ἄγραπτον πρεσβεύει. 179 ἐπεὶ οὖν μόλις ἀπήλλακται τῆς τῶν φαντασιωδῶν κοινωνίας καὶ βλασφημίας ὁ Ἐπιφάνιος, κεκλήσθω νῦν ἡμῖν οὐ μόνον μὴ συνηγορῶν μὴ δὲ παρεξεταζόμενος, ἀλλ' ἐξελέγχων αὐτῶν τὴν ἀπάτην· καὶ οἷα κατὰ Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνεντος, οἳ τῆς μανίας ταύτης κατῆρξαν, γράφει, ἐπισκεψώμεθα. καὶ ἐξ ὧν πλεῖστα κατ' αὐτῶν διηγώνισται, ἀρκέσει ταῦτα παρατεθέντα. φάσκει γὰρ κατὰ τῆς τῶν ∆ιμοιριτῶν καλουμένης διαλαμβάνων αἱρέσεως οὕτως· Ἄλλοι δὲ εἰς ἡμῶν ὦτα εἰρήκασιν ὅτι οὐ ταύτην τὴν ἡμετέραν σάρκα οὐδὲ ὁμοίαν ἡμῶν ἐλθὼν ἔλαβεν ὁ κύριος, ἀλλὰ ἄλλην παρὰ τὴν ἡμῶν· καὶ εἴθε κατὰ δοξολογίαν ἔλεγον καὶ κατὰ ἔπαινον. καὶ αὐτοὶ γὰρ φαμὲν ἅγιον εἶναι τὸ σῶμα καὶ ἄχραντον· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ παντί τῳ δῆλόν ἐστιν τοῦτο τῷ εὐσεβῶς περὶ Χριστοῦ ἔχοντι καὶ νοοῦντι· ἡμεῖς δέ, εἰ καὶ αὐτὸ τὸ σῶμα, λέγομεν, ὅπερ καὶ αὐτὸ τὸ ἡμῶν εἴληφεν, παρ' αὐτῷ ἄχραντον τὸ αὐτοῦ σῶμα· ἐν ἡμῖν δὲ τοῖς πεπλημμεληκόσιν, οὐ διὰ τὸ ἀλλότριον εἶναι τὸ σῶμα καὶ ἀλλόκοτον, τὸ ὑποδεὲς καὶ ἠλαττωμένον, ἀλλὰ διὰ τὰ ἡμῶν ἁμαρτήματα καὶ παραπτώματα, τούτου ἕνεκα. οὐ γὰρ ἄλλο σῶμα ὁ κύριος ἔλαβεν καὶ ἄλλο ἡμεῖς ἔχομεν, ἀλλ' αὐτὸ τὸ σῶμα ἐν αὐτῷ πεφυλαγμένον καὶ ἄχραντον διατετηρημένον. ἄλλοι δὲ ἐξ αὐτῶν καὶ ἄχρι τῆς δεῦρο φιλονεικίᾳ τινὶ φερόμενοι, ὑπονοίαις ἀλλοτρίαις προαχθέντες, οὐ κατὰ τὴν διδαχὴν τῶν πατέρων