διακοσμῶν τὴν ἱεραρχίαν εἰσβαινέτω ἐπὶ τούτοις θεῖος Γρηγόριος, ἐν τοῖς Κατηχητικοῖς αὐτοῦ λόγοις τὰ παραπλήσια δοξάζων· Ἀλλὰ μικρόν, φησίν, καὶ εὐπερίγραπτον ἡ ἀνθρωπίνη φύσις, ἄπειρον δὲ ἡ θεότης· καὶ πῶς ἂν περιληφθῇ τῷ ἀτόμῳ τὸ ἄπειρον; καὶ τίς τοῦτο φησίν, ὅτι τῇ περιγραφῇ τῆς σαρκὸς καθάπερ ἐν ἀγγείῳ τινὶ ἡ ἀπειρία τῆς θεότητος περιελήφθη; οὐδὲ γὰρ ἐπὶ τῆς ἡμετέρας ζωῆς ἐντὸς κατακλείεται τῶν τῆς σαρκὸς ὅρων ἡ νοερὰ φύσις, ἀλλ' ὁ μὲν ὄγκος τοῦ σώματος τοῖς οἰκείοις μέρεσι περιγράφεται, ἡ δὲ ψυχὴ τοῖς τῆς διανοίας κινήμασιν πάσῃ κατ' ἐξουσίαν ἐφαπλοῦται τῇ κτίσει. 56 ὁ ἱερὸς Ἀμφιλόχιος, ὁ τῆς Ἰκονιατῶν ἐπιτροπεύσας, Σελεύκῳ μὲν τῷ ἐπιτηδείῳ ἐπιστελλέτω, τοῖς προκειμένοις δὲ συμφθεγγόμενος δογματιζέτω τρανέστερον· Ὥστε τὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν συντελεῖν εἰς ἓν πρόσωπον υἱοῦ τε καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὕτως θεόν τε καὶ ἄνθρωπον ὁμολογῶ τὸν υἱὸν τοῦ θεοῦ, ἕνα υἱὸν δύο φύσεων, παθητῆς καὶ ἀπαθοῦς, θνητῆς καὶ ἀθανάτου, ψηλαφητῆς καὶ ἀνεπάφου, ἀνάρχου καὶ ἀρξαμένης, ἀπεριγράφου καὶ περιγραφομένης. ἐρεῖ δὲ καὶ μετὰ βραχέα· Τίκτεται τοίνυν ἐκ τῆς ἁγίας Μαρίας ὁ δεσπότης Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ οὐ τῇ ἀπεριγράφῳ ἀλλὰ τῇ περιγεγραμμένῃ φύσει. ἔφην γὰρ ἐν τοῖς ἀνωτέρω τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀπερίγραφον εἶναι καὶ περιγεγραμμένον· κατὰ μὲν τὴν θείαν φύσιν ἀπερίγραφον, κατὰ δὲ τὴν ἀνθρωπίνην περιγεγραμμένον· καθ' ἣν καὶ ἐν φάτνῃ καὶ ἐν σπαργάνοις καὶ ἐν σταυρῷ καὶ ἐν τάφῳ περιεγέγραπτο ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, κατὰ τὴν θεότητα δὲ ἀπεράντως καὶ ἀπεριγράφως τὰ πάντα περιεῖχέν τε καὶ περιέχει. τοῖς ἰσοδυναμοῦσι δὲ τὰ κατὰ τὴν ἐπιστολὴν διεξερχόμενος συμπεραιοῖ τὸν λόγον οὕτως· Εἷς τοίνυν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ παθητὸς καὶ ἀπαθής, παθητὸς μὲν σαρκί, ἀπαθὴς δὲ θεότητι, ὁρατὸς σαρκί, ἀόρατος θεότητι, περιγραπτὸς σαρκί, ἀπερίγραφος θεότητι· ἀρχὴν χρονικὴν ἔχων κατὰ τὴν σάρκα, ἄναρχος κατὰ τὴν θεότητα. καὶ ταῦτα μέν, ὡς ἐμαυτὸν πέπεικα, εὖ ἔχοντα πεποίημαι. 57 ὁ κατὰ τὴν Μυρηνῶν ἐκκλησίαν ἐμπρέψας Μεθόδιος ὁ ὅσιος εἰς τόνδε εἰστρεχέτω τὸν ἱερὸν σύλλογον, μέθοδον ὥσπερ ἱερὰν ἡμῖν καὶ σύντομον προχειριζόμενος ἐν τῷ πεποιημένῳ αὐτῷ εἰς τὴν τῆς ὑπαπαντῆς καλουμένην ἡμέραν ἑορτασίμῳ λόγῳ, καὶ συμφώνως τοῖς προκειμένοις ᾀδέτω καὶ πρὸς τὴν πάναγνον θεομήτορα τὰ ἐπ' εὐλογίαις ὑμνούμενα φωνείτω· Εὐλογημένη σύ, παντευλόγητε καὶ πασιπόθητε· ἐπ' εὐλογίαις κυρίου τὸ θεοχαρίτωτόν σου ὄνομα, θεογεννήτρια, δᾳδοῦχε πάντων· ἡ περιγραφή, ἵν' οὕτως εἴπω, τοῦ ἀπεριγράπτου, ἡ ῥίζα τοῦ τιμιωτάτου ἄνθους, ἡ μήτηρ τοῦ πλάσαντος, ἡ τίτθη τοῦ τρέφοντος, ἡ περιοχὴ τοῦ περιέχοντος, ἡ φέρουσα τὸν φέροντα ῥήματι πάντα. τί οὖν ἕτερον ἡμῖν τὰ προκείμενα ῥητὰ τοῦ πατρὸς παρίστησιν ἢ τὸ περιγεγράφθαι Χριστὸν σωματικῶς ἐν τῇ κατὰ τὴν παναγίαν παρθένον νηδύϊ κυοφορούμενον, καὶ μάλιστα τῷ εἰρῆσθαι περιγραφὴν τοῦ ἀπεριγράφου καὶ περιοχὴν τοῦ περιέχοντος; 58 ὁ θεῖος Ἱππόλυτος, ὁ τῆς Πορτίων ἐκκλησίας ἰθύνων τοὺς οἴακας, λυέτω τὴν ἱερὰν γλῶσσαν καὶ καταγορευέτω καὶ βαλλέτω κραταιῶς τοὺς νῦν ἀναφανέντας τῆς συγχυτικῆς μοίρας Βήρωνας καὶ Ἡλίκωνας. λέξει γοῦν ὧδε· Τὸ γὰρ ἄπειρον κατ' οὐδένα λόγον ἢ τρόπον ἐπιδέχεται κίνησιν, οὐκ ἔχον ὅποι καὶ περὶ ὃ κινηθήσεται· τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου κινεῖσθαι μὴ πεφυκότος ἡ κίνησις. διὸ καὶ καθ' ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως ὅσα τῆς φύ σεώς ἐστιν ἀναμάρτητα καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι' ἡμᾶς, τροπὴν οὐχ' ὑπέμεινεν, μηδενὶ παντελῶς, ᾧ ταυτόν ἐστιν τῷ πατρί, γενόμενος ταυτὸν τῇ σαρκὶ διὰ τὴν ἕνωσιν. καὶ αὖθις κατὰ τὸν αὐτὸν εἰρήσεται λόγον· Ὥσπερ οὖν ἐφ' ἡμῶν, ὅσον εἰκάσαι τὸ παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης ἀτρέπτως ἡ κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προφέρεται δύναμις, οὕτως καὶ ἐπὶ τῆς ὑπερφυοῦς τοῦ θεοῦ λόγου σωματώσεως διὰ τῆς αὐτοῦ παναγίας σαρκός, ἐν