κατὰ τῆς σωτηρίου Χριστοῦ ἐπιφανείας ἐλάλησάν τε καὶ ἐμελέτησαν· ἀθέως γὰρ ἐδογμάτισαν εἰδώλοις τὴν δι' αὐτῆς ἐξ εἰδώλων λελυτρωμένην τοῦ θεοῦ ἐκκλησίαν προσκεκυνηκέναι, καὶ τοῦτο αὐτοῖς τῆς βλασφημίας τὸ προοίμιον· ὅπερ μετ' ἐγκωμίων οἱ νεόλεκτοι τούτων φοιτη ταὶ ὡς ἄσμενοι ὑπεδέξαντο· τοῦτο δὴ καὶ σύνοδον καλεῖν τετολμήκασιν. σύνοδον δὲ ὁποίαν κλητέον ἀκουέτωσαν· τὴν μαινάδα, τὴν σοβάδα, τὴν αὐθάδη, τὴν πάντολμον, τὴν νεωτεροποιόν, τὴν καινοτόμον, τὴν ὑβρίστριαν, τὴν τῆς βλασφημίας μητέρα, τὴν ἀποστατικὴν φάλαγγα, τὸν μανικὸν ὅμιλον, τὸ Καϊαφαϊκὸν συνέδριον, τὸ λῃστρικὸν σύστρεμμα, τὸν λόχον τὸν ψυχοφθόρον, τὸ θήρατρον τῶν λογικῶν ζῴων, τὸ Σατανικὸν ἔνεδρον, τοῦ πονηροῦ τὸ ὅπλον, τὸ τῆς εὐσεβείας πολέμιον, τὸ ἄνομον βουλευτήριον, τῶν λοιμῶν τὴν καθέδραν, τὸ Φαρισαϊκὸν σύστημα, τὸ Ἰουδαϊκὸν σύνταγμα, τὸν ἀγυρτικὸν σύλλογον, τὸ ὀχλαγωγὸν ἄθροισμα, τὸ ταραχοποιὸν ἄγυρμα, τὸν ἐσμὸν τῶν κακῶν καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀντίπαλον, τὸ πάσης παρανομίας ἐπίμεστον καὶ πάσης κακίας καταγώγιον. τίς ἂν λόγος ἐφίκοιτο; τίς ἱκανὸς ἀπαριθμήσασθαι ὅσα καὶ οἷα κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἐνεανιεύσαντο καὶ ὁπόσην καινοτομίαν κατὰ τῆς ἐκκλησίας ἐπενόησαν, οἷα κατὰ τῶν ἁγίων ἐτόλμησαν, πυρὶ παραδιδόντες τὰ ἱερὰ κειμήλια, τοὺς θείους ναοὺς καὶ αὐτὰ δὴ τὰ θυσιαστήρια διορύσσοντες καὶ πάντα τὸν ἐν αὐτοῖς ἱερὸν διάκοσμον καὶ τὴν πυκάζουσαν ἔνθεν εὐπρέπειαν ἀκόσμως λίαν ἐξαφανίζοντες; τί τἄλλα λέγειν; τὴν εἰργασμένην αὐτοῖς παροινίαν εἰς τὴν Χριστοῦ οἰκονομίαν, δόξαν ἑαυτῶν ἥγηνται, ὥσπερ ἀδοξίαν τὴν ἐπ' αὐτῇ τιμὴν καὶ τὸ κλέος· καὶ ὅσα κατὰ τῶν ἱερῶν κανόνων καὶ θεσμῶν ἐνεωτέρισαν καὶ ἁπαξαπλῶς πᾶσαν τὴν ἄνωθεν καὶ πάλαι κατὰ τὴν ἐκκλησίαν ἐνθέως κεκρατηκυῖαν παράδοσιν καὶ πάντα τὰ ἔθη καὶ νόμους, καθ' οὓς τὸ ἐξ ἀρχῆς Χριστιανοὶ ἐμπολιτεύονται, κατεπάτησάν τε καὶ κατεστρέψαντο. 7 ἴδωμεν λοιπὸν καὶ οἷα ἐν τοῖς ἑξῆς ἐπιφέρουσιν· ... τὴν ἀκέφαλον καὶ ἀπαράδοτον, μᾶλλον δὲ εἰπεῖν, ἄχρηστον ποίησιν καὶ προσκύνησιν τῶν εἰ κόνων κατέκριναν, τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν προτιμήσαντες· ... ἔξεστιν συνιδεῖν ἐνταῦθα τοῖς συνιοῦσιν τοῦ δόλου τὸ κεκρυμμένον καὶ τοῦ τρόπου τὸ ἀγεννὲς καὶ ἀλλόκοτον. κατ' εἰκόνων γὰρ τὸν λόγον ἐπικεχειρηκότες ποιεῖσθαι, ἁπλῶς καὶ ἀδιορίστως προΐασιν· ὁποίων γάρ τοι καὶ τίνων εἰκόνες χρηματίζουσιν καὶ τίνας εἰκονίζουσιν καὶ ὧν τὴν μνήμην ὑπαγορεύουσιν, οὐδαμῶς ὅλως προστιθέασιν, ἐν μετεώρῳ δὲ τὸν λόγον καταλελοίπασιν, οὐκ ἂν σιγήσαντες, εἰ μὴ κακουργεῖν ἐβούλοντο περὶ τὸ ὄνομα, ἵνα μὴ δόξωσιν, ἐπεὶ πρὸς Χριστιανούς γε τὸν λόγον ἀπέτεινον, εὐθὺς καὶ ἐκ πρώτης βαλβίδος ὁρμώμενοι τὴν ἀσέβειαν ἐκκαλύπτειν θρασύτερον, ἐφ' ὕβρει τῶν ἁγίων τὴν γλῶσσαν ἐπαφιέντες τὴν πονηράν, μὴ δὲ φαίνοιντο τῇ Χριστοῦ σαρκώσει ἀνέδην ἀπομαχόμενοι καὶ τὸ πρὸς τὸ ἀρχέτυπον μῖσος δημοσιεύοντες καὶ τῆς Χριστιανῶν θρησκείας ἀλλότριοι καθιστάμενοι. ἐχρῆν γὰρ αὐτούς, ἐπειδὴ τῶν πρός τι τὸ ὄνομα, ὃ μοναχῶς οὔποτε νοηθήσεται ὅταν γε κυρίως μάλιστα λέγοιτο (συνεπινοούμενον γὰρ ἔχει καὶ πρὸς ὃ τὴν ἀναφορὰν κέκτηται), φράσαι σαφῶς καὶ οὗτινος ἡ εἰκὼν εἴη καὶ τὸ ὁμοίωμα, ὡς εὐδιάγνωστον εἶναι καὶ τὸ ἀπ' αὐτῶν δηλούμενον, καθὰ δὴ καὶ διὰ τῆς ἐντετυπωμένης ἐν τῷ ἐπιδοθέντι νομίσματι τῷ Χριστῷ εἰκόνος, ὃ Καῖσαρ διὰ τῆς πεύσεως ἐγνωρίζετο. ἀλλὰ τέχνασμα τοῦτο τῆς πανουργίας καὶ διαβολικῆς εὕρημα μεθοδείας, ἵνα μὴ τὸν ἀκροατὴν ἐξ ἀρχῆς θορυβήσωσιν, ἐμφανίζοντες ὡς πρὸς Χριστὸν αὐτῶν ὁ πόλεμος, ἀλλ' ἐπὶ τὸ μεῖζον ἐκ τῶν ἀφανῶν τῆς δυσσεβείας ἐφελκύσωνται βάραθρον· οὐ πολλῷ δὲ ὕστερον τὸν ὑποικου ροῦντα ταῖς ψυχαῖς δόλον ἀπογυμνώσουσιν, ὁπηνίκα τὴν τοῦ ἀπεριγράπτου φωνὴν προχειρίζωνται· ὅθεν τὸ μὴ εἰκονίζεσθαι Χριστὸν κατασκευάζουσι, τοῖς τῆς δοκήσεως φάσμασιν θερμῶς προσανέχοντες. ἀκέφαλον καὶ ἀπαράδοτόν φασιν· οἱ πρὸς τὸ ὄντως