πάντως αἱρεῖται καὶ τὸ κακὸν ἀποπέμπεται, ὡς ἐπί τε φρονήσεως καὶ ἀφροσύνης, ὑγείας καὶ νόσου, καὶ κάλλους καὶ αἴσχους θεωρεῖται· εἰ δὲ ἐφ' ὧν οὐκ ἐναντίωσις ἀλλ' ὁμοίωσις δείκνυται, καὶ τὸ ἕτερον ἧττον ὑπάρχει, ὡς ἐπὶ τῶν προκειμένων ὁρᾶν ἔνεστιν (εἰ γάρ τις μὴ οὕτω ταῦτα ἔχειν οἰήσεται, σαφῶς ἐκ τοῦ ἐναντίου παραφθέγγεται πνεύματος, ὡς οὐδὲν ἔνθα μνήμη Χριστοῦ ὑπεναντίον), οὐ πάντως ἐπειδὴ τὸ προῦχον ἐνταῦθα προτετίμηται, τὸ ὑφειμένον κατακριθήσεται ἢ ἀναιρεθήσεται, μᾶλλον μὲν οὖν καὶ συνεισαχθήσεται καὶ περιποιηθήσεται· ἐπεὶ πόθεν τὸ ὑπεραναβεβηκὸς ἐν τούτοις τὴν προτίμησιν σχοίη καὶ τὸ πρεσβεῖον, μὴ συνεπινοουμένου καὶ σῳζομένου καὶ τοῦ ἐλάττονος καὶ ὃ τὰ δεύτερα φέρεται, ἐν οἷς μάλιστα καὶ κυριώτερον ἡ προτίμησις ὁραθήσεται; δῆλον δέ· καὶ γὰρ οἱ τῶν νοητῶν διακόσμων ταξίαρχοι, οἷον ὁ θεῖος Μιχαὴλ καὶ Γαβριὴλ φέρε εἰπεῖν, ἐπειδὴ τῶν ὑποβεβηκότων ἁγίων ἀγγέλων ἐν ἀξιώματι προτετίμηνται, οὐ διατοῦτο οἱ λοιποὶ θεῖοι ἄγγελοι ἠτιμωμένοι τε καὶ κατάκριτοι· οὐ μὴν οὐδὲ ἡνίκα ὁ τοῦ ἀποστολικοῦ κορυφαῖος χοροῦ, Πέτρος φημὶ ὁ θεσπέσιος, τὸ ἔξοχον ἐνταῦθα ἀποκεκλήρωται, ἤδη οἱ λειπόμενοι τοῦ σωτῆρος μαθηταὶ ἐξουθενημένοι καὶ ἀπωσμένοι· ἀλλὰ μὴν οὐδὲ εἰ ὁ τὴν βασίλειον διέπων ἀρχήν, ἐπεὶ τὸ ὑπερφερὲς ἐν ἅπασιν κέκτηται, ταύτῃ δὴ οἱ τῆς ὑπατικῆς ἀξίας μεμοιραμένοι, ἔκπτωτοι καὶ ἄτιμοι. ὅπου γε ὁρῶμεν τὰ ἀνθρώπινα ἔσθ' ὅτε τῶν θείων προτιμώμενα, τοῦτο τῆς θείας ἔργον προνοίας, τρόποις οἷς οἶδεν ἀπορρήτοις κυβερνώσης καὶ διεξαγούσης τὰ ἡμέτερα καὶ πολλὴν τὴν κηδεμονίαν περὶ ἡμᾶς ἐνδεικνυμένης. καὶ εἴ τις ἐνίσταιτο, παρὰ τῆς εὐαγγελικῆς ἐμπεδούσθω διδασκαλίας, ἣ τῷ προσφέροντι τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον παρακελεύεται, εἴ που μνησθείη τὸν ἀδελφὸν ἔχειν τι κατ' αὐτοῦ, ἀφεῖναι τὸ δῶρον αὐτοῦ, καὶ ἀπελθόντα πρῶτον καταλλαγῆναι καὶ τηνικαῦτα προσφέρειν· ἀλλ' οὐκ εἰ ταῦτα προτιμητέα, διατοῦτο τὰ θεῖα περιοπτέα ἢ κατακριτέα. Εἰ δὲ ἔδει παρθενίαν προτιμηθῆναι, ἔδει καὶ γέννησιν τιμηθῆναι, ὁ μέγας ἐπιφωνείτω Γρηγόριος. οὕτω καὶ ἡ τῶν πραγμάτων ἀκολουθία καὶ ὁ τῆς ἀληθείας λόγος ἔχοι ἂν τὸ ἀδιάπτωτον, ἐν οἷς καὶ περὶ ἕτερα καὶ διάφορα ἡ προτίμησις· ἐνταῦθα δὲ οὐχ' οὕτως, ἀλλὰ περὶ ἓν καὶ τὸ αὐτὸ ἡ τιμή, κἂν διαφόρως προσάγοιτο· καὶ γὰρ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ἔδει ταῦτα δυσωπῆσαι τῶν χριστομάχων τὴν ἀπαιδευσίαν καὶ μοχθηρίαν. εἰ μὲν γὰρ πρὸς ἄλλου τινὸς εἶδος ταῦτα ἐτετύπωτο τὰ ὁμοιώματα, ἢ ἑτέρου του μνήμην εἰσῆγεν, ἔσχεν ἂν τὸ εὐπρόσωπον ὁ λόγος αὐτοῖς· εἰ δὲ αὐτὸν ἡμῖν τὸν σωτῆρα Χριστὸν χαρακτηρίζειδηλοῖ ἐπιγεγραμμένον καὶ τοὔνομα, ᾧ καὶ ἡ ἐν λατρείᾳ προσκύνησις σὺν τῷ πατρὶ προσάγεται καὶ τῷ πνεύματι (καὶ οὐδεὶς τούτοις ἀντερεῖ, κἂν μανίας εἰς ἄκρον καὶ βακχείας ἐξεκυλίσθη· οὐ γὰρ ἑτέρου εἰκὼν ἡ Χριστοῦ εἰκὼν νοηθήσεται, ὡς οὐκ ἐνὸν τὴν ἐπί τινος κηροῦ σφραγῖδα ἑτέροις χαράγμασιν ἐναρμόσασθαι· ἢ δεδόσθω παρ' αὐτοῖς ὁ ἐνανθρωπήσας ἕτερος καὶ τὸ πᾶν λέλυται), τί δὴ οὖν λυπεῖ, τοῦ θείου προτετιμημένου σεβάσματος, μὴ καὶ ταῦτα τὸ ἐοικὸς αὐτοῖς καὶ ἀναλογοῦν σέβας ὡς οἰκεῖα Χριστοῦ ἀποφέρεσθαι, ἀλλὰ μὴ τὸ ἄχρηστον παρὰ τῶν ἀσεβῶν καὶ κατάκριτον, εἴ γε δεῖ κατὰ τὴν θεολόγον φωνὴν καὶ ταῦτα τιμηθῆναι κἀκεῖνα προτιμηθῆναι; ἀλλὰ κἂν αὐτοὶ σιγῶσι τὸ ἀπόρρητον, οἱ λίθοι κεκράξονται, ὅτι καὶ ἡ ἀτιμία τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον (ὅπέρ ἐστιν αὐτοῖς περισπούδαστον) διαβαίνει, καθὰ παρ' ἡμῖν ἡ τιμή. εἶτα ποῦ οἱ φιλοσκώμμονες καὶ συκοφάνται τῆς ἀληθείας ὁμοτίμους τὰς εἰρημένας προσκυνήσεις προσφέρειν Χριστιανοὺς κατειλήφασιν, ἵνα τὴν μὲν προτιμήσωσιν, τὴν δὲ κατακρίνωσιν; εἰ δ' οὖν τοῦ προτετιμῆσθαι χάριν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν ἐκείνη κατακέκριται, ἐξῆν πάντως αὐτοῖς καὶ πᾶν ἱερὸν καθαιρήσειν καὶ διολλύναι, ἵνα πλείονος τῆς προτιμήσεως καὶ δόξης ἔτυχεν· ὃ γὰρ ἐφ' ἑνὶ καθαιρεθέντι δόξαν ἀποφέρεται, ταύτην ἐπὶ τῇ τῶν πλειόνων ἀναιρέσει μείζονα δήπου ἀποίσεται. 14 ἀλλὰ γὰρ οὐχ' ὅπως τὴν ἐν πνεύματι λατρείαν οἵ γε