τῶν ἄλλων, οἷς τὰ προέδρια ἐν τοῖς ἱερεῦσιν ἀφώρισται, ἠμοιρήκασιν· ὧν ἄνευ, δόγματος ἐκκλησιαστικοῦ κινουμένου, συστῆναι, κατά γε τὸν ἄνωθεν παραδεδομένον τῇ ἐκκλησίᾳ θεῖον τύπον, ἱερατικὴν σύνοδον, οὐ θεμιτόν. διὸ ἄστατόν τε ἐφ' ἑαυτοῦ καὶ ἀνίδρυτον δείκνυται, καί τις ἐνταῦθα συνεὶς λίαν ἐμφρόνως ἂν ἀποφθέγξαιτο ὅπερ παρά τινι τῶν πάλαι σοφῶν ἐλέγετο περί γέ τινος στρατοπέδου εὖ μάλα στρατιᾶς πολυπληθείᾳ κομῶντος, ταξιάρχου δὲ συνετοῦ καὶ εἰδήμονος τὰ τακτικὰ καὶ πολέμια τοῦ κοσμοῦντος καὶ εὖ διατάττοντος ἀπολειπομένου· "Ἡλίκον θηρίον κεφαλὴν οὐκ ἔχει", ἐπεὶ καὶ οὗτοι, πολυανθρωπίᾳ πλήθοντες καὶ οὐ πάνυ τι εὐαρίθμητον τυγχάνοντες σύστημα, τοῦ τε ἡγεμονοῦντος τῆς καθ' ἡμᾶς ἱερολογίας καὶ ἐπιστημονικωτάτου πνεύματος κανόνος τε πάμπαν καὶ λόγου τοῦ ἰθύνοντος ἀπεστέρηνται. καὶ τί γε ἄλλο ἢ αὐτὴν τὴν κεφαλὴν τῆς ἐκκλησίας Χριστὸν ἠθετήκασι; καὶ ὅλης αὐτοῦ τῆς οἰκονομίας πειρῶνται ἀνατρέπειν, ὡς οἷοί τέ εἰσι, τὸ μυστήριον. τοιγάρτοι εἰς τοῦτο ἀκοσμίας καὶ ἀταξίας ἠγμένοι, τό τε ἐπιεικὲς ἀπημφιεσμένοι καὶ ἥμερον, θηρῶν δίκην καὶ λύκων ἀγρίων (τῷ γὰρ ἔξωθεν καὶ φαινομένῳ κῳδίῳ τὸν ἐντὸς καὶ κεκρυμμένον συγκαλύπτουσι θῆρα) τῇ Χριστοῦ ἐκκλησίᾳ βαρέως ἐπεισπεσόντες καὶ κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιλυττήσαντες, ὅλῳ τῷ στόματι τὰ λογικὰ πρόβατα, τὸν λαὸν κυρίου, κατεσθίειν κατὰ τὸ εἰρημένον διὰ φωνῆς ἁγίου προφήτου ἵενται. ἐντεῦθεν ἡ παλαιὰ τῷ χρόνῳ καὶ τὴν κακίαν νεάζουσα κακοδοξία, ὡς ἐξ ἀδύτων τῶν μυχῶν τῆς ἀπιστίας ὑπερκύψασα καὶ τῶν τῆς πλάνης φωλεῶν ἐξερπύσασα, τοὺς ἄρτι τῆς εὐσεβείας ἀποπεφοιτηκότας καὶ πρὸς αὐτὴν ἀθλίως μεταθεμένους, ὥσπερ τῆς ἀληθοῦς ἀπημαύρωσεν ὁμολογίας, οὕτω δὴ καὶ τῶν ἐπειλημμένων τῶν τῆς ἱερωσύνης οἰάκων, τῆς κοινωνίας ἀπετείχισε, τὴν σύμπνοιαν ἀπείρξασα καὶ συναίνεσιν· μὴ δὲ γὰρ ἐνὸν αὐτοὺς τῷ ψεύδει συνάρασθαι, ἐπειδὴ ἔνθα τὸ ἐμπαθὲς καὶ δοῦλον τῆς σαρκὸς πρυτανεύει φρόνημα, ὁ τῆς ἐλευθερίας καὶ εἰρήνης σύνδεσμος ὁ συνεστηκὼς ἐκ τοῦ πνεύματος οὐδ' ὅλως κατακρατύνεσθαι πέφυκενὑπὸ γὰρ πολλῆς αὐθαδείας καὶ ἀνοσιουργίας κεκρατημένος ὁ συναθροίσας κακῶς, πᾶσαν κανονικὴν καὶ ἔνθεσμον καταπατῶν παράδοσιν, ἢ μὴ δὲ συνιεὶς ὅτι θεσμὸς κανόνων ἦν πώποτε, ἔδοξε τῶν προὔχειν κατὰ τὴν ἱερωσύνην λαχόντων δίχα τὴν ἰδίαν βεβαιοῦν εἰκαιοφροσύνην, ὅμως δ' οὖν παρανόμως καὶ ἀθέσμως συνειλεγμένοι, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ πολλὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καταφλυαρήσαντες ἐμελέτησαν, καὶ δόγμα πονηρόν, καλῶς πάλαι κατακριθὲν καὶ σιγηθὲν ἀποφάσει τῶν προηγησαμένων θείων ἀνδρῶν, πάλιν ἀναζωπυροῦντες καινίζουσι καὶ τολμῶσιν, ὡς ᾤοντο, ὅρον ἐκτίθεσθαι πάντῃ ἀόριστον· ὁρίζονται μὲν γὰρ παντελῶς οὐδέν, ἐπ' ἀναιρέσει δὲ τῶν εὖ καὶ καλῶς τεθειμένων ὅρων καὶ ἀληθῶν δογμάτων καὶ τοῦ εὐσεβοῦς τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας φρονήματος, ματαίως ἄγαν καὶ ἀθεεὶ παρατάττονται. οὐδὲ γὰρ ἀπὸ στόματος κυρίου, ἀλλ' ἐκ τῆς ἰδίας κοιλίας ἀποφθέγγονται καὶ λαλοῦσι διεστραμμένα, οὐδαμοῦ τῷ ἐκκλησιαστικῷ κανόνι καὶ τύπῳ κατακολουθήσαντες, τοῦ φόβου δὲ κυρίου καταφρονήσαντες καὶ τῆς ἐντολῆς ἀλογήσαντες, ἣ καὶ τῷ ἕνα τῶν ἐλαχίστων σκανδαλίζοντι οὐ μικρὸν τὸν κίνδυνον ἐπικρεμάννυσιν, ἤπουγε πλῆθος ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον καὶ πολιτείαν ὅλην καὶ ἔθνος ὁλόκληρον ἱερόν τε καὶ ἅγιον, ὃ διεσπάραξάν τε καὶ ἐλυμήναντο, τῷ αἵματι Χριστοῦ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κτηθέν τε καὶ ὑποστὰν ἱδρῶσί τε καὶ πόνοις πολλοῖς τῶν μετὰ Χριστὸν καὶ τῶν τὰ ἐκείνων διαδεξαμένων ἀοιδίμων ἀνδρῶν. 5 ἐν τούτῳ γοῦν τῷ δοκοῦντι ὅρῳ εὐθὺς μὲν καὶ ἐκ προοιμίων τὴν ἀσέβειαν οὐ παρρησιάζονται, κατασχηματίζονται δὲ τὴν εὐσέβειαν καὶ καταχρωννύουσί πως τοὺς ἑαυτῶν λόγους, ἐπειδὴ τοῦτο φίλον καὶ σύνηθες τοῖς αἱρετίζουσιν. οὕτω γὰρ καὶ παρὰ Ἀρειανοῖς καὶ Εὐνομιανοῖς καὶ ἄλλοις αἱρεσιώταις γινόμενον ἔγνωμεν· οὓς μιμούμενοι, ὥσπερ δὴ