οὕτως, ὦ ἄνθρωπε, οἱ Χριστιανῶν λαοί, ὅσους ἐὰν τύπους σταυροῦ καὶ εἰκόνων ἀσπάζωνται, οὐκ αὐτοῖς τὸ σέβας τοῖς ξύλοις ἢ τοῖς λίθοις προσάγουσιν ἢ τῷ χρυσῷ ἢ τῇ φθαρτῇ εἰκόνι ἢ τῇ λάρνακι ἢ τοῖς λειψάνοις, ἀλλὰ δι' αὐτῶν τῷ θεῷ τῷ καὶ αὐτῶν καὶ πάντων ποιητῇ τὴν δόξαν καὶ τὸν ἀσπασμὸν καὶ τὸ σέβας προσφέρουσιν· ἡ γὰρ εἰς τοὺς ἁγίους αὐτοῦ τιμὴ εἰς αὐτὸν ἀνατρέχει. ποσάκις τινὲς εἰκόνας βασιλικὰς ἀφανίσαντες ἢ ἀτιμάσαντες, ἐσχάτην τιμωρίαν κατεδικάσθησαν, ὡς αὐτὸν τὸν βασιλέα ἀτιμάσαντες καὶ οὐκ αὐτὴν τὴν σανίδα; εἰκὼν τοίνυν τοῦ θεοῦ ἐστιν ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονὼς ἄνθρωπος, καὶ μάλιστα ἐκ πνεύματος ἁγίου ἐνοίκησιν δεξάμενος δίκαιος. οὐκοῦν ὁ τὴν εἰκόνα τῶν τοῦ θεοῦ δούλων τιμῶν καὶ προσκυνῶν, τὴν εἰκόνα τοῦ θεοῦ προσκυνεῖ καὶ τὸν οἶκον τοῦ ἁγίου πνεύματος δοξάζει· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησίν, καὶ ἐμπεριπατήσω. αἰσχυνέθωσαν Ἰουδαῖοι οἱ βασιλεῦσιν ἰδίοις τε καὶ ἀλλοτρίοις εἰδωλολάτραις προσκυνήσαντες, εἴπερ Χριστιανοὺς καταγγέλλουσιν εἰδωλολάτρας· ἡμεῖς δὲ Χριστιανοὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν κατὰ τῶν εἰδώλων ὁπλιζόμεθα, κατὰ εἰδώλων ψάλλομεν, κατὰ εἰδώλων συγγράφομεν, κατὰ εἰδώλων καὶ δαιμόνων εὐχόμεθα· καὶ πῶς ἡμᾶς εἰδωλολάτρας καλοῦσιν Ἰουδαῖοι; ποῦ νῦν εἰσὶν αἱ προσαγόμεναι τοῖς εἰδώλοις ὑπ' αὐτῶν θυσίαι τῶν προβάτων καὶ τῶν βοῶν καὶ τῶν τέκνων; ποῦ αἱ κνῖσαι; ποῦ οἱ βωμοὶ καὶ αἱ προσχύσεις τῶν αἱμάτων; ἡμεῖς δὲ οἱ Χριστιανοὶ οὐδὲ βωμὸν οὐδὲ θυσίαν πῶς ἢ τίς ἐστιν ἐπιστάμεθα. οἱ μὲν γὰρ Ἕλληνες μοιχοῖς ἀνθρώποις καὶ φονευταῖς καὶ ἀκαθάρτοις καὶ μιαροῖς τοὺς ναοὺς ὠνόμαζον καὶ τὰ εἴδωλα, καὶ αὐτοὺς ἐθεοποίουν, οὐ μέντοι γε προφητῶν ἢ ἁγίων μαρτύρων ναὸν ἢ βωμὸν ὠνόμασαν. ὥσπερ γὰρ οἱ ἐν Βαβυλῶνι Ἰσραηλῖται εἶχον ὄργανα καὶ κιθάραν καὶ ἕτερά τινα καθὼς καὶ οἱ Βαβυλώνιοι, καὶ τὰ μὲν εἰς δόξαν θεοῦ, τὰ δὲ εἰς θεραπείαν δαιμόνων, οὕτω καὶ ἐπὶ εἰκόνων Ἑλληνικῶν καὶ Χριστιανικῶν νοήσωμεν, ὅτι ἐκεῖνοι μὲν εἰς λατρείαν τοῦ διαβόλου, ἡμεῖς δὲ εἰς δόξαν θεοῦ καὶ ὑπόμνησιν. πλὴν καὶ πολλὰ θαυμάσια ὁ θεὸς διὰ ξύλου ἀκούειν πεποίηκεν, ξύλον ζωῆς καὶ ξύλον γνώσεως ὀνομάσας, καὶ ἄλλο φυτὸν ὀνομάσας σαβέκ, ἤγουν συγχωρήσεως, τίθησιν. εἶτα ῥάβδῳ τὸν Φαραὼ ἐκόλασεν, θάλασσαν ἔσχισεν, ὕδωρ ἐγλύκανεν, ὄφιν ὕψωσεν. διὰ ξύλου πέτραν διέρρηξεν, ὕδωρ ἐξήγαγεν, ξύλῳ βλαστήσαντι ἐν τῇ σκηνῇ τὴν Ἀαρὼν ἱερωσύνην ἐκύρωσεν. οὕτω καὶ Σολομῶν φησίν· Εὐλογεῖται ξύλον δι' οὗ γίνεται δικαιοσύνη. οὕτω καὶ Ἐλι σαῖος ξύλον ἀπορρίψας ἐν Ἰορδάνῃ τὸν εἰς τύπον τοῦ Ἀδὰμ σίδηρον ὡς ἐξ Ἅιδου ἀνήγαγεν. οὕτω προστάσσει τῷ ἑαυτοῦ παιδὶ διὰ τῆς ῥάβδου ἀναστῆσαι τὸν παῖδα τῆς Σωμανίτιδος. ὁ οὖν διὰ τοσούτων ξύλων θαυματουργήσας θεὸς οὐ δύναται, εἰπέ μοι, θαυματουργεῖν διὰ τοῦ τιμίου ξύλου τοῦ ἁγίου σταυροῦ; εἰ ἀσεβές ἐστιν τιμᾶν τὰ ὀστᾶ, πῶς μετὰ πάσης τιμῆς μετεκόμισαν τὰ ὀστᾶ Ἰωσὴφ ἐξ Αἰγύπτου; πῶς νεκρὸς ἄνθρωπος ἁψάμενος τῶν ὀστέων Ἐλισαίου ἀνέστη; εἰ δὲ δι' ὀστέων θαυματουργεῖ ὁ θεός, εὔδηλον ὅτι δύναται καὶ δι' εἰκόνων καὶ διὰ λίθων καὶ δι' ἑτέρων πολλῶν· ἐπεὶ καὶ Ἀβραὰμ οὐ κατεδέξατο θάψαι τὸ σῶμα Σάρρας ἐν μνήμασιν ἀλλοτρίοις, ἀλλ' ἐν ἰδίῳ τάφῳ τιμῆς χάριν, ἐπεὶ καὶ Ἰακὼβ τιμᾷ διὰ λίθου θεόν, στήσας καὶ χρίσας αὐτὸν εἰς τύπον Χριστοῦ τοῦ ἀκρογωνιαίου λίθου, καὶ πάλιν, βουνὸν λίθων ἐπὶ τοῦ Λάβαν, ὃν ὠνόμασεν μάρτυρα· Ἰησοῦς ὁ τοῦ Ναυῆ δώδεκα λίθους ἔστησεν εἰς θεοῦ ἀνάμνησιν. εἰ γὰρ ἦσαν, ὦ Ἰουδαῖε, νῦν ἐν τῷ σῷ ναῷ τὰ δύο Χερουβὶμ ἐκεῖνα τὰ σκιάζοντα τὸ ἱλαστήριον τὰ γλυπτά, εἰσῆλθεν δέ τις Ἕλλην εἰδωλολάτρης ἐν τῷ ναῷ σου καὶ θεασάμενος ταῦτα, ἐμέμψατο τῶν Ἰουδαίων ὡς καὶ αὐτῶν εἴδωλα προσκυνούντων, τί ἂν εἶχες, εἰπέ μοι, ἀπολογήσασθαι αὐτῷ περὶ τῶν δύο Χερουβὶμ τῶν χωνευτῶν καὶ τῶν βοῶν καὶ φοινίκων καὶ λεόντων τῶν ὄντων ποτὲ ἐν τῷ ναῷ γλυπτῶν; οὐδὲν ἂν εἶχες ἀληθὲς πρὸς αὐτὸν λέγειν, εἰ μὴ τοῦτο ὅτι "Οὐχ' ὡς θεοὺς ἔχομεν αὐτὰ ἐν τῷ ναῷ, ἀλλ' εἰς ἀνάμνησιν θεοῦ καὶ δόξαν τὰ Χερουβὶμ ταῦτα ἔχομεν ἐν τῷ ναῷ." εἰ