1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

21

ἐπαποροῦντες, εὑρίσκωσι τοὺς ἀκεραίους, αὐτοὶ ἄποροι ὄντες τῆς πίστεως. Ὁμοίως καὶ αὐτοὶ λέγειν μεμαθήκασι· Τί ὁ γεννηθεὶς ἐκ Μαρίας; Θεὸς, ἢ ἄνθρωπος; Εἶτα ἐὰν μὲν εἴπῃ, Ἄνθρωπος, ἀπιστήσει αὐτοῦ τῇ θεότητι, σύμφωνος γινόμενος τοῖς ταύτῃ ἀπιστήσασιν αἱρετικοῖς· ἐὰν δὲ εἴπῃ, Θεὸς, ἀρνήσεται αὐτοῦ τῆς σαρκὸς τὴν γέννησιν, καὶ συναχθήσεται τοῖς ταύτην ἀπαρνουμένοις αἱρετικοῖς. Εἶτα δ' αὖ πάλιν· Τίς ὁ παθών; τίς ὁ σταυρωθείς; Θεὸς, ἢ ἄνθρωπος; ἵνα, ἐὰν μὲν εἴπῃ, Θεὸς, βλάσφημονπρόηται ῥῆμα κατὰ τοὺς ἀσεβοῦντας Ἀρειανούς· ἐὰν δὲ εἴπῃ, Ἄνθρωπος, Ἰουδαϊκῇ πάλιν φθέγξηται ὑπολήψει. ∆ιὰ τοῦτο αἱ ἅγιαι Γραφαὶ Θεὸν ἀφράστως ἐκ Πατρὸς κηρύττουσι τὸν Λόγον, καὶ τοῦτον ἐπ' ἐσχάτων ἐκ Παρθένου ἄνθρωπον γεννηθέντα· ἵνα μήτε Θεὸς ἀπιστηθῇ, μήτε σαρκὸς γέννησις ἀρνηθῇ. Ὅπου δὲ σαρκὸς τὸ ὄνομα, ἐκεῖ πάσης τῆς συστάσεως ἡ ἁρμονία χωρὶς ἁμαρτίας. Καὶ ἐπὶ μὲν τοῦ ὀνόματος τοῦ ἀνθρώπου τὸ πάθος ἱστῶσι, καὶ οὐχ ὑπερβαίνουσιν, ὡς γέγραπται ἐν ταῖς ἁγίαις Γραφαῖς· περὶ δὲ τῆς θεότητος τοῦ Λόγου τὴν ἀτρεπτότητα καὶ τὴν ἀφραστότητα ὁμολογοῦσι· διὰ τοῦτο θεολογεῖται μὲν ὁ Λόγος, γενεαλογεῖται δὲ ἄνθρωπος, ἵνα πρὸς ἑκάτερα ᾖ ὁ αὐτὸς φυσικῶς καὶ ἀληθινῶς· Θεὸς μὲν πρὸς τῇ ἀϊδιότητι τῆς θεότητος καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως· ἄνθρωπος δὲ πρὸς τῇ γεννήσει τῇ ἐκ γυναικὸς, καὶ τῇ αὐξήσει τῆς ἡλικίας. Καὶ Θεὸς μὲν πρὸς ταῖς ζωτικαῖς εὐεργεσίαις, καὶ δυνατὸς ταῖς θαυματουργίαις· ἄνθρωπος δὲ πρὸς ταῖς ὁμοιοτρόποις συμπαθείαις, καὶ ταῖς καθ' ὑμᾶς ἀσθενείαις. Καὶ Θεὸς μὲν Λόγος ἐν ἐπιδείξει τῆς ἀθανασίας, καὶ ἀφθαρσίας, καὶ ἀτρεπτότητος· ἄνθρωπος δὲ τῇ προσηλώσει τοῦ σταυροῦ, καὶ αἵματος ῥύσει, καὶ ταφῇ σώματος, καὶ καταβάσει εἰς ᾅδου, καὶ ἀναστάσει τῇ ἐκ νεκρῶν. Οὕτως ὁ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, καὶ Θεὸς ὢν ἐγείρει τοὺς νεκρούς. 26.1165 Μάταιοι οὖν οἱ τῇ θεότητι αὐτοῦ πάθος προσάγοντες, ἢ τῇ ἐνανθρωπήσει αὐτοῦ ἀπιστοῦντες, ἢ τὸν ἕνα δύο λέγοντες, ἢ τῆς σαρκὸς αὐτοῦ τὴν διαμέτρησιν ποιεῖσθαι ἐπιχειροῦντες, καὶ τὸ πόσον, ἢ πῶς, παρὰ τὰς Γραφὰς λέγειν τολμῶντες. Τοιαύταις γὰρ ὑπονοίαις ὠλίσθησε τῶν αἱρετικῶν ἡ διάνοια· Μαρκίωνος μὲν δι' ὑπερβολὴν βλασφημίας ἐκκλίναντος· Μανιχαίου δὲ δι' ὑπόνοιαν ἁμαρτίας ἐκτραπέντος· Οὐαλεντίνου δὲ διὰ πρόφασιν γνώσεως πλανηθέντος· τοῦ δὲ Σαμοσατέως Παύλου, καὶ τοῦ λεγομένου Φωτεινοῦ, καὶ τῶν κατ' αὐτοὺς, δι' ἀπιστίαν θεότητος ἐκπεσόντων· Ἀρείου δὲ διὰ μανίαν βλασφημήσαντος. Καὶ ὑμεῖς, ταῖς ὁμοίαις χρώμενοι παρατριβαῖς, λαλεῖτε τὰ μὴ γεγραμμένα, ἐκτρέποντες τοὺς ἀστηρίκτους. Ἀρκεῖ δὲ πιστεῦσαι τοῖς γεγραμμένοις καὶ γενομένοις, ὥς φησιν ὁ Παῦλος· Καθ' ὁμοιότητα κατὰ πάντα, χωρὶς ἁμαρτίας· καὶ ὁ Πέτρος δέ· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθαι, καὶ μὴ περαιτέρω ἐκτεινομένους ἀθετεῖν ἀλήθειαν.