1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

16

ἀναστῆσαι τὸν Χριστὸν τὸ κατὰ σάρκα· οὐχὶ ἄνδρα ἐκ μεταποιήσεως θεότητος ὀφθησόμενον (ἐπεὶ τίς ἦν χρεία τοῦ ὀμόσαι τῷ ∆αβὶδ τὸν Κύριον;)· ἀλλὰ λαβόντα τὴν τοῦ δούλου μορφὴν ἐν ἀνοχῇ τῆς γεννήσεως τῆς ἐκ γυναικὸς καὶ αὐξήσεως ἡλικίας τῆς καθ' ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· παραπλησίως μὲν, ὅτι οὐκ ἐκ σπέρματος, ἀλλ' ἐκ Πνεύματος· τῶν δὲ αὐτῶν, ὅτι οὐχ ἑτέρω θεν, ἀλλ' ἐκ σπέρματος τοῦ ∆αβὶδ καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ὡς γέγραπται. Πῶς οὖν, παρελθόντες τὰς ἁγίας Γραφὰς, καὶ τῆς ἀληθείας τὴν φανέρωσιν, λέγετε, ὅτι εἰ μὴ ἐξ ἑαυτοῦ ἀνὴρ ὤφθη, ἀλλὰ λαβὼν ἀνθρωπίνην ὕπαρξιν, ἐγένετο ἄνθρωπος· πρὸς ἄνδρα ἄρα συν ήφθη· ἔσται δὲ καὶ ὁ σταυρωθεὶς Κύριος τῆς δόξης ἄνθρωπος; Ἐὰν οὖν ἀκούσητε τοῦ Πέτρου λέ γοντος· Τοῦτον καὶ Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησε τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, ἐπὶ τίνος τὴν ποίησιν λαμβάνετε; εἰ μὲν ἐπὶ τῆς τοῦ Λόγου θεότητος, τί ἔτι Ἀρειανοῖς μέμφεσθε, τὰ ἴσα ἐκείνοις φρονοῦντες; εἰ δὲ ἐπὶ τῆς ἐν τῷ Λόγῳ τοῦ δούλου μορφῆς, τί ἔτι ἑαυτοῖς μάχεσθε; ἀλλ' οὐχ οὕτως ὑμεῖς πεπιστεύκατε· πάλιν γὰρ λέγετε· Εἰ ἡ ἁμαρτήσασα φύσις ἐν Θεῷ γέγονεν, ἁμαρτίαν μὴ ποιήσασα, ἀνάγκῃ τοίνυν κατέχεται· τὸ δὲ ἀνάγκῃ κατεχόμενον βίαιόν ἐστιν. Εἴπατε τοί νυν· Εἰ τὸ μὴ ἁμαρτάνειν κατὰ ἀνάγκην γίνεται, τὸ ἁμαρτάνειν κατὰ φύσιν ἔσται· δώσετε οὖν τὸν τῆς φύσεως δημιουργὸν τῆς ἁμαρτίας εἶναι ἐνεργόν. Εἰ δὲ βλασφημία ἐστὶ τὸ τοιοῦτον, κατὰ ἀνάγ κην δὲ τὸ ἁμαρτάνειν συμβέβηκε· πρόδηλον, ὅτι τὸ μὴ ἁμαρτάνειν κατὰ φύσιν γέγονε. ∆ιὰ τοῦτο, ἐν 26.1148 τῇ τοῦ Λόγου θεότητι ὀφθεῖσα ἡ τοῦ δούλου μορφὴ, οὐκ ἀνάγκῃ ὑποκειμένη, ἀλλὰ φύσει καὶ δυνάμει, τὴν ἀναμαρτησίαν ἐπιδείκνυται, διαλύσασα τὸν τῆς ἀνάγκης ὅρον, καὶ τὸν τῆς ἁμαρτίας νόμον, καὶ τὸν τῆς αἰχμαλωσίας τύραννον αἰχμαλωτεύσασα, ὥς φησιν ὁ προφήτης· Ἀνέβης εἰς ὕψος, ᾐχμαλώ τευσας αἰχμαλωσίαν. Τὴν γὰρ μορφὴν τοῦ δούλου κατὰ τοῦ ἐχθροῦ προβαλλόμενος ὁ Λόγος, τὴν νίκην πεποίηται διὰ τοῦ ποτὲ ἡττηθέντος. ∆ιὰ τοῦτο καὶ πάντα τὸν πειρασμὸν συνετέλεσεν ὁ Ἰησοῦς, ὅτι πάντα ἔλαβε τὰ πειρασμοῦ πεῖραν ἐσχηκότα, δι' ὧν τὴν ὑπὲρ ἀνθρώπων νίκην πεποίηται, λέγων· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Οὐ γὰρ πρὸς θεότητα ἤρατο τὸν πόλεμον ὁ διάβολος, ἣν ἠγνόησεν, οὐδὲ γὰρ ἐτόλμα· διὰ τοῦτο ἔλεγεν· Εἰ σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλὰ πρὸς ἄνθρωπον, ὃν πάλαι πλανῆσαι ἴσχυσε, καὶ ἐξ ἐκείνου εἰς πάντας ἀνθρώ πους ἐξέτεινε τῆς κακίας αὐτοῦ τὴν ἐνέργειαν. Τῆς δὲ τοῦ Ἀδὰμ ψυχῆς ἐν καταδίκῃ θανάτου κατ εχομένης, καὶ βοώσης πρὸς τὸν ἑαυτῆς δεσπότην διαπαντὸς, καὶ τῶν εὐαρεστησάντων τῷ Θεῷ, καὶ δικαιωθέντων ἐν τῷ φυσικῷ νόμῳ, συγκατεχο μένων τῷ Ἀδὰμ, συμπενθούντων τε καὶ συμβοών των, ἐλεήσας ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἐποίησεν, ηὐδόκησε διὰ μυστηρίου φανερώσεως, καινότητος σωτηρίαν κατεργάσασθαι τῷ γένει τῶν ἀνθρώπων, καὶ καθαίρεσιν μὲν ποιήσασθαι τοῦ διὰ φθόνον ἀπατήσαντος ἐχθροῦ, ὕψωσιν δὲ ἀσυλλόγιστον ἀναδεῖξαι τοῦ ἀνθρώπου τῇ πρὸς τὸν Ὕψιστον ἑνώσει καὶ κοινωνίᾳ φύσει καὶ ἀληθείᾳ. ∆ιὰ τοῦτο ἦλθεν ὁ Λόγος Θεὸς ὢν, καὶ τοῦ πρώτου ἀνθρώπου δημιουργὸς, γενέσθαι ἄνθρωπος, εἰς ζωοποίησιν μὲν τοῦ ἀνθρώπου, καθαίρεσιν δὲ τοῦ ἀδίκου ἐχθροῦ· καὶ ἐγεννήθη ἐκ γυναικὸς, ἐκ τῆς πρώτης πλάσεως τὴν ἀνθρώπου μορφὴν ἐν ἑαυτῷ ἀναστησάμενος, ἐν ἐπιδείξει σαρκὸς δίχα σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων, ἐν εἰκόνι καινότητος. Ἡ γὰρ θέλησις θεότητος μό νης· ἐπειδὴ καὶ φύσις ὅλη τοῦ Λόγου, ἐν ἐπι δείξει μορφῆς τῆς ἀνθρωπίνης καὶ σαρκὸς τῆς ὁρωμένης τοῦ δευτέρου Ἀδὰμ, οὐκ ἐν διαιρέσει προσώπων, ἀλλ' ἐν ὑπάρξει θεότητος καὶ ἀνθρωπότητος. ∆ιὰ τοῦτο γὰρ προσῄει ὁ διάβολος τῷ Ἰη σοῦ, ὡς ἀνθρώπῳ, μὴ εὑρίσκων δὲ ἐν αὐτῷ τῆς πα λαιᾶς αὐτοῦ ἐπισπορᾶς γνώρισμα, μηδὲ τῆς 26.1149 πρὸς τὸ παρὸν ἐπιχειρήσεως προχώρησιν, ἡττᾶτο αἰσχυνόμενος καὶ νικώμενος· καὶ