1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

20

ἴσχυσαν οἱ Ἰουδαῖοι λῦσαι ναὸν Θεοῦ, καὶ τὴν ἄλυτον σύγκρασιν τῆς σαρκὸς πρὸς τὸν Λόγον γενομένην χωρίσαι, εἴγε καθ' ὑμᾶς ἔσχε τοῦτον τὸν τρόπον ἡ τοῦ σώματος νέκρωσις. Οὔτε γὰρ ἂν ἐνεκρώθη τὸ σῶμα, εἰ μή τινος ἐχωρίσθη. Εἰ γὰρ μὴ λύσις γέγονεν, οὔτε θάνατος· εἰ δὲ θάνατος οὐ γέγονεν, οὔτε ἀνάστασις γέγονε. ∆ότε οὖν τὴν λύσιν καὶ τὸν χωρισμὸν ἀπὸ τοῦ σώματος γενόμενον, ὡς γέγραπται ἐν Εὐαγγελίοις, ὅτι Ἐξέπνευσε, καὶ ὅτι Κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα, ἵνα ἴδωμεν ποῖον πνεῦμα ὑπειλήφατε ἀποκεχωρηκέναι τοῦ σώματος, καὶ τὴν νέκρω σιν γεγονέναι. Εἰρήκατε γὰρ, ὅτι Σάρκα τὴν ἀνυπό στατον συγκεράσας ἑαυτῷ ὁ Λόγος, ἔδειξε τὸν ὄντως λογικὸν καὶ τέλειον ἄνθρωπον. Εἰ τοίνυν ὁ Λό γος ἀπεχώρησε τοῦ σώματος, καὶ οὕτως ἡ νέκρωσις γέγονε, κατὰ Θεοῦ ἴσχυσαν οἱ Ἰουδαῖοι, λύσαντες τὴν ἄλυτον σύγκρασιν. Οὔτε οὖν ὁ ἡμέτερος ἐκεῖ γέγονε θάνατος, εἰ Θεοῦ χωρισθέντος ἡ νέκρωσις τοῦ σώμα τος γέγονε. Πῶς δὲ καὶ τὸ σῶμα τοῦ ἀφθάρτου Θεοῦ χωρισθὲν ἐν ἀφθαρσίᾳ διέμεινεν; Ἔσται δὲ ἡ μὲν τρῶσις τοῦ σώματος, τὸ δὲ πάθος τοῦ Λόγου. ∆ιὰ τοῦτο γὰρ καὶ Θεὸν παθόντα λέγετε, ἀκολούθως ἑαυ τοῖς φθεγγόμενοι, μᾶλλον δὲ συμφώνως τοῖς Ἀρειανοῖς· τοῦτο γὰρ ἐκεῖνοι δογματίζουσιν. Ἔσται δὲ καὶ ἐξ ἀναστάσεως ἐγειρόμενος ὁ Λόγος καθ' ὑμᾶς. Ἀνάγ κη γάρ τινα ἐξ ᾅδου τὴν ἀρχὴν τῆς ἀναστάσεως εἰληφέναι, ἵνα τελεία ᾖ ἡ ἀνάστασις, καὶ τοῦ θανάτου ἡ λύσις, καὶ τῶν ἐκεῖσε πνευμάτων ἡ ἀπόλυσις. 26.1161 Εἰ δὲ ταῦτα ὁ Λόγος πέπονθε, καὶ ποῦ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ Λόγου; Πῶς δὲ καὶ ἀπαρακαλύπτως ὀφθεὶς ὁ Λόγος ἐν τῷ ᾅδῃ ἐνομίσθη ἐν τῷ θανάτῳ ὡς ἄνθρωπος; Πῶς δὲ καὶ τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Κύριος· Ἐγὼ ἐγερῶ αὐτὸν, καὶ οὐχὶ, Ἐγὼ ἐξ ᾅδου ἀνίσταμαι; Εἰ γὰρ ὁ Λόγος, ἐν θανάτῳ γεγονὼς, χρείαν εἶχε τοῦ ἐγείροντος αὐτὸν ἐκ θανάτου, οὐκ αὐτοῦ ἔσται ἡ νίκη, ἀλλὰ τοῦ ἐγείροντος αὐτόν. Πῶς δὲ καὶ διὰ τῶν προφητῶν προεσημαίνετο περὶ τῆς ψυχῆς αὐτοῦ; Πῶς παρὼν ὁ Κύριος ἔλεγε πληρῶν τὴν ἐπαγγελίαν· Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν; ἥντινα ψυχὴν πνεῦμα οὖσαν σαφῶς αἱ ἅγιαι Γραφαὶ διδάσκουσι· καὶ ὁ Κύριος δὲ εἰρηκώς· Τὸ μὲν σῶμα ὑπὸ ἀνθρώπων ἀποκτεινόμενον, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, ἅτε δὴ πνεῦμα οὖσαν. Τούτῳ τῷ Πνεύματι ἐταράχθη ὁ Ἰησοῦς· τούτου τοῦ Πνεύματος ἡ ἀποχώρησις γέγονεν ἀπὸ τοῦ σώματος ἐπὶ τοῦ σταυροῦ. Καὶ οὕτως ἐνεκροῦτο τὸ σῶμα, καὶ αὐτοῦ γέγονεν ἡ λύσις, Θεοῦ τοῦ Λόγου ἀμεταθέτως ἔχοντος πρός τε τὸ σῶμα, πρός τε τὴν ψυχὴν, πρός τε ἑαυτὸν ὄντα εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐν ἐπιδείξει ἀτρεπτότητος. Ἐν δὲ τῇ καθ' ἡμᾶς γενομένῃ ἐν αὐτῷ μορφῇ τὸν ἡμέτερον ἐκεῖ διέγραφε θάνατον· ἵνα ἐν αὐτῇ καὶ τὴν ὑπὲρ ἡμῶν ἁρμόσηται ἀνάστασιν, ἐξ ᾅδου μὲν τὴν ψυχὴν, ἐκ τάφου δὲ τὸ σῶμα ἐπιδεικνύμενος· ὅπως ἐν θανάτῳ καταλύσῃ τὸν θάνατον ἐν ἐπιδείξει ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν φθορὰν ἐν ταφῇ σώματος· ἐξ ᾅδου καὶ ἐκ τάφου τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ' ἡμᾶς τὴν ἡμετέραν ὁδεύσας ὁδὸν, καὶ τὴν καθ' ἡμῶν γενομένην κατοχὴν λύσας. Καὶ τοῦτο ἦν τὸ θαυμαστόν· αὕτη γὰρ γέγονεν ἡ χάρις. Ὑμεῖς δὲ, σάρκα μόνην προσομολογοῦντες, οὔτε τῆς ἁμαρτίας τὴν κατάκρισιν δεῖξαι δύνασθε, οὔτε τοῦ θανάτου τὴν κατάλυσιν, οὔτε τῆς ἀναστάσεως τὴν τελείωσιν, οὔτε τοῦ Λόγου τὴν ἀτρεπτότητα· ἐπειδὴ ἔξω τῶν ἁγίων Γραφῶν βεβήκατε, λαλοῦντες ἃ Ἀρειανοὶ σοφίζονται, φανεροῦ ὄντος τοῦ περὶ ψυχῆς λόγου ἐν Γραφαῖς ἁγίαις, καὶ πληρωθείσης τῆς οἰκονομίας ἐν ἐπιδείξει πάσης πληρώσεώς τε καὶ τελειώσεως. Ἀλλ' οἱ μὲν τῶν αἱρετικῶν, τὸν ὁραθέντα ὁμολογοῦντες, ἀπιστοῦσιν αὐτοῦ τῇ θεότητι οἱ δὲ ὁμολογοῦντες Θεὸν, ἀρνοῦνται αὐτοῦ τῆς σαρκὸς τὴν γέν 26.1164 νησιν· οἱ δὲ σάρκα προσομολογοῦντες ἀρνοῦνται αὐτοῦ τῆς ψυχῆς τὴν ἐπίδειξιν· καὶ γεγόνασι κατὰ τοὺς μανικοὺς παῖδας τῶν Ἀρειανῶν, τῶν συμπλεκόντων τὰς στραγγαλιώδεις καὶ σκολιὰς προτάσεις, ἵνα ταύταις