1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

12

δόξαν καὶ ἐξομολόγησιν τῆς αὐτοῦ φιλανθρωπίας, καὶ ἐλπίδα τῆς σωτηρίας ἡμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΣΩΤΗΡΙΩ∆ΟΥΣ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ,

ΚΑΙ ΚΑΤΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. Οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ ἐκ Θεοῦ καὶ ἀνθρώπου ἕνα ὁμολογοῦντες, ὡς γέγραπται ἐν τῷ Εὐαγγελίῳ, Τοῦ Ἀδὰμ, τοῦ Θεοῦ, λεγέτω σαν, πῶς τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα Θεὸν καὶ λαβόντα τὴν τοῦ δούλου μορφὴν ὑπειλήφασιν, ἢ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, νενοήκασιν. Ὁ γὰρ εἰρηκὼς, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο, εἴρηκεν, ὅτι αὐτὸς τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν. Ἆρα ὡς τοῦ Λόγου τρο 26.1133 πὴν ὑπομείναντος εἰς σαρκὸς μεταποίησιν, ἢ ψυχῆς ὁμοίωσιν· ἣ ὡς φανταστικὴν τὴν δεῖξιν ποιησαμένου τῆς ἀνθρωπίνης μορφῆς, ὥσπερ οἱ ἄλλοι τῶν αἱρετι κῶν πλανώμενοι λέγουσιν; Ἀλλ' οὐ συγχωρεῖ ὁ Ἀπόστολος, σαφῶς εἰρηκὼς, ὅτι Τίς ὢν, τί ἔλαβεν. Ὥσπερ γὰρ ἡ μορφὴ τοῦ Θεοῦ, τὸ πλήρωμα τῆς τοῦ Λόγου θεότητος νοεῖται· οὕτως καὶ ἡ μορφὴ τοῦ δούλου, ἡ νοερὰ τῆς ἀνθρώπων συστάσεως φύσις σὺν τῇ ὀργανικῇ καταστάσει ὁμολογεῖται· ἵνα τὸ μὲν, ἦν, ὁ Λόγος νοῆται, τὸ δὲ, ἐγένετο, ἡ σὰρξ ὁμολογῆ ται σὺν τῇ ψυχῇ· ἥτις λέγεται μορφὴ δούλου, νοερά τις σύστασις νοουμένη. ∆ιὰ τοῦτο νεκρωθεὶς ἄν θρωπος ἄμορφος λέγεται, καὶ λύεται ὅλος, τῆς ψυχῆς, τῆς ἄλυτον ἐχούσης τὴν φύσιν, ἀποχωρησάσης ἀπὸ τοῦ σώματος. Ὅθεν ὁ μὲν Παῦλος τῆς νοερᾶς φύσεως τὴν μαρτυρίαν ποιεῖται, ὁ δὲ Ἰωάννης τῆς ὀργανικῆς τοῦ σώματος ἐπιδείξεως, ἵνα ἑκάτεροι τὸ πᾶν τῆς οἰκονομίας μυστήριον καταγγέλλωσι. ∆ῆλον γὰρ, ὅτι ὁ προϋπάρχων Θεὸς Λόγος πρὸ τῆς ἐν σαρκὶ ἐπι δημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ Θεὸς ἦν πρὸς τὸν Θεὸν, ἀόρατος καὶ ἀπαθὴς ὤν. Οὔτε οὖν τὸ, Χριστὸς, ὄνομα δίχα τῆς σαρκὸς προσάγεται· ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος, τοῦ μὲν Παύλου γράφοντος· Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν· καὶ ἀλλαχοῦ λέγοντος· Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός· καὶ ὅτι Ἄνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν. Οὐχ ὅτι οὐ Θεὸς, ἀλλ' ὅτι καὶ ἄνθρωπος ὁ Χριστός. ∆ιὸ, Μνημόνευε, φησὶν, Ἰησοῦν Χριστὸν ἐγηγερ μένον ἐκ νεκρῶν, ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα. Καὶ διὰ τοῦτο ἡ Γραφὴ ἑκατέρων τῶν ὀνομάτων ποιεῖται τὴν προσαγωγὴν ἐν ἐπιδείξει ὑπάρ ξεως· ἀοράτως μὲν Θεοῦ νοουμένου καὶ ὄντος ἀληθῶς, ὁρατῶς δὲ ἀνθρώπου ψηλαφωμένου καὶ ὑπάρχοντος ἀληθῶς· οὐκ ἐν διαιρέσει προσώπων ἢ ὀνομάτων, ἀλλὰ φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει· ἵνα, ἐν αὐτῷ τοῦ πάθους ὁμολογουμένου ἀληθῶς, ὁ αὐτὸς καὶ παθητὸς καὶ ἀπαθὴς εἶναι συνομολογῆται ἀληθινῶς. Πῶς οὖν γέγονε Χριστὸς ὁ Λόγος, Θεὸς ὢν, πρὶν γέ νηται ἄνθρωπος; Εἰ μὲν γὰρ θεότητος ἴδιον τὸ, Χριστὸς, ὄνομα, δίχα σαρκὸς, προσακτέον ἄρα καὶ τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι· ἔσται δὲ καὶ τὸ πάθος κοινὸν, ὥς τινες πεπλανημένοι λέγουσιν. Ἢ καὶ 26.1136 αὐτὸν ἀπαθῆ καὶ ἀσώματον Θεὸν Λόγον καὶ πρὸ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως ἐρεῖτε δεκτικὸν εἶναι πάθους καὶ θανάτου; Καὶ πῶς ὁ τῷ Πατρὶ ὁμοούσιος Υἱὸς, καὶ ἀδιαίρετος κατὰ τὴν θείαν φύσιν, παθητὸς ἂν λέγοιτο, ἄτρεπτος ὢν καὶ ἀναλλοίωτος, εἰ μὴ, λα βὼν ἐκ μήτρας Παρθένου τὸ σύμπαν τῆς ἀνθρώπου συστάσεως εἶδος ἐν ἑαυτῷ, ἐγένετο ἄνθρωπος· ἵνα καὶ ἄνθρωπος ᾖ ἐν τῷ πάθει, καὶ ἄτρεπτος ᾖ Θεὸς ὤν; ∆ιὰ τοῦτο γὰρ καὶ ἡ χρίσις