1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

19

γενομένης καὶ ψυχῆς σημαινομένης, οὐ χωρισμὸν θεότητος δηλούσης, ἀλλὰ νέκρωσιν σώματος σημαινούσης, μήτε τῆς θεότητος τοῦ σώματος ἐν τῷ τάφῳ ἀπολιμπανομένης, μήτε τῆς ψυχῆς ἐν τῷ ᾅδῃ χωριζομένης. Τοῦτο γάρ ἐστι τὸ ῥηθὲν διὰ τῶν προφητῶν· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ∆ιὸ καὶ ὁ Κύριος ἔλε γεν· Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἀλλ' ἐγὼ ἀπ' ἐμαυτοῦ τίθημι αὐτήν· τουτέστι, παρὼν ἐπι δείκνυμι. ∆ιὰ τοῦτο ἐν μὲν ψυχῇ Θεοῦ ἡ κράτησις τοῦ θανάτου ἐλύετο, καὶ ἡ ἐξ ᾅδου ἀνάστασις ἐγίνετο, καὶ 26.1157 ταῖς ψυχαῖς εὐηγγελίζετο· ἐν δὲ σώματι Χριστοῦ ἡ φθορὰ κατηργεῖτο, καὶ ἡ ἀφθαρσία ἐκ τάφου ἐδείκνυτο. Ὥστε οὐκ ἄνθρωπος Θεοῦ ἐχωρίζετο, οὔτε Θεὸς πρὸς ἄνθρωπον ἐγκατάλειψιν διηγεῖτο, οὔτε ἡ νέκρωσις καὶ τοῦ πνεύματος ἀποχώρησις Θεοῦ ἀπὸ σώματος ἦν μετάστασις, ἀλλὰ ψυχῆς ἀπὸ σώματος χωρισμός· ὁ γὰρ ἡμέτερος ἐκεῖ διεγράφετο θά νατος. Εἰ δὲ ὁ Θεὸς ἐχωρίσθη τοῦ σώματος, καὶ οὕ τως ἡ νέκρωσις ἐδείκνυτο, πῶς τὸ σῶμα, χωρισθὲν τοῦ ἀφθάρτου Θεοῦ, τὴν ἀφθαρσίαν ἐπεδείκνυτο; πῶς δὲ καὶ ὁ Λόγος τὴν εἰς ᾅδου ἐπίβασιν ἐποιήσατο; ἢ πῶς τὴν ἐξ ᾅδου ἀνάστασιν ἐπεδείκνυτο; μήτιγε αὐτὸς ἀντὶ τῆς ἡμετέρας ψυχῆς ἀνίστατο, ἵνα τῆς ἡμετέρας ἀναστάσεως τὴν εἰκόνα ἁρμόσηται; Καὶ πῶς οἷόν τε περὶ Θεοῦ ταῦτα ἐννοεῖν; Ἀσύμφωνος τοίνυν ταῖς ἁγίαις Γραφαῖς ὁ ὅρος ὑμῶν, καὶ ἀνάρ μοστος τῆς πληρωθείσης οἰκονομίας ἡ γνώμη ὑμῶν. Καὶ τὸ, Κάθου ἐκ δεξιῶν μου, οὐκ ἀνθρώ που μὲν τὸ ἀξίωμα, ἀλλὰ Θεοῦ. Ἀλλ' ἐπειδὴ τὸ τοῦ Θεοῦ ἀξίωμα ἀνθρώπου ἀξίωμα γέγονεν, ἵνα τὸ τοῦ ἀνθρώπου ἀξίωμα Θεοῦ ἀξίωμα πιστευθῇ, εἴρη ται· Κάθου ἐκ δεξιῶν μου, καὶ, ∆όξασόν με, Πά τερ, τῇ ἀϊδίῳ δόξῃ. Οὐ χωρισθεὶς τῆς δόξης τοῦτο λέγει, ἀλλ' ἐν ἀδόξῳ σώματι γεγονὼς, ἵνα δείξῃ οὐ χωριζομένην τῆς θεϊκῆς δόξης τὴν τοῦ δούλου μορ φὴν, ἀλλὰ ταύτην ἐπιδεικνυμένην. ∆ιὸ λέγει· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω, μίαν τὴν πρὸ σώματος καὶ ἐν σώματι δόξαν δεικνὺς, ὥς φησιν ὁ Ἀπό στολος· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγ γέλων, ὅσον διαφορώτερον παρ' αὐτοὺς κεκλη ρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου; Οὐ πάντως ὁ ποιητὴς τῶν ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὤν· ἀλλὰ τὴν ἐν αὐτῷ ἀνατείλασαν τοῦ δούλου μορφὴν κρείττονα τῶν ἀγγέλων, ἢ καὶ πάσης τῆς κτίσεως ἐπιδειξάμενος· ἐπειδήπερ, εἰκὼν ὢν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ πρωτότοκος πάσης τῆς κτί σεως γέγονεν, ὡς γέγραπται καὶ ἐν Εὐαγγελίοις· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον. ∆ιὸ καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ ἐν αὐτῷ τὸ πάθος γέγονε, καὶ αὐτός ἐστιν ὁ ἐλευθερωτὴς τοῦ πά θους καὶ τοῦ θανάτου, καὶ δι' αὐτοῦ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλη σίας, ὅς ἐστι πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται, φησὶν, ἐν πᾶσιν αὐτὸς πρωτεύων. Πῶς οὖν τὸν δημιουργὸν τῶν λογικῶν φύσεων Λόγον λέγετε, σάρκα ἑαυτῷ συγκεράσαντα, λογικὸν ἄνθρωπον γεγονέναι; καὶ πῶς ἄτρεπτος καὶ ἀναλ 26.1160 λοίωτος, καὶ οὐχὶ λογικὴν τὴν τοῦ δούλου μορφὴν συστησάμενος γέγονεν ἄνθρωπος, ἵνα καὶ ὁ Λό γος ἄτρεπτος ᾖ μένων ὃ ἦν, καὶ λογικὸς ὁ ἄνθρωπος ἐπὶ γῆς ὁραθῇ Θεὸς ὤν; Ἐπουράνιος γὰρ ἄνθρωπος ὁ Κύριος, οὐχὶ ἐξ οὐρανοῦ τὴν σάρκα ἐπιδειξάμενος, ἀλλὰ τὴν ἐκ γῆς ἐπουράνιον συστησάμενος. ∆ιὸ καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι κατὰ τὴν αὐτοῦ μετοχὴν τῆς ἁγιότητος. ∆ιὸ καὶ ᾠκείωται τὰ τοῦ σώματος. Ἀλλὰ πάλιν λέγετε· Πῶς τὸν Κύ ριον τῆς δόξης ἐσταύρωσαν, ἀλλ' οὐ τὸν Λόγον ἐσταύ ρωσαν καθ' ὑμᾶς; Μὴ γένοιτο! ἀλλὰ τὸν Λόγον ἠθέτησαν, τὸ σῶμα τοῦ Λόγου σταυρῷ προσηλώσαν τες. Θεὸς γὰρ ὁ ἀθετηθείς· σαρκὸς δὲ Θεοῦ καὶ ψυ χῆς τὸ πάθος, καὶ ὁ θάνατος, καὶ ἡ ἀνάστασις γέγονε. ∆ιὰ τοῦτο ἔλεγε τοῖς Ἰουδαίοις ὁ Κύριος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐ τόν· ὥς φησιν ὁ προφήτης· Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ οὐκ αὐτὸς ὁ Λόγος. Καὶ ὁ Ἰωάννης δὲ λέγει· Αὐτὸς τὴν ψυχὴν αὐτοῦ ἔθηκεν ὑπὲρ ἡμῶν. Πῶς οὖν