1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

13

ἐγένετο, οὐχ ὡς Θεοῦ χρίσεως δεομένου, οὐδ' αὖ πάλιν τῆς χρίσεως δίχα Θεοῦ γενομένης, ἀλλὰ Θεοῦ μὲν τὴν χρίσιν προσαγομένου, ἐν δὲ τῷ δεκτικῷ τῆς χρίσεως σώματι δεχομένου. Πρόδηλον οὖν, ὅτι οὐ δίχα σαρκὸς ἀνθρωπίνης ὁ Λόγος Χριστὸς γέγονεν, ἑαυτὸν καταμερίσας εἰς σαρκὸς ἐπίδειξιν, ἢ ψυχῆς ὁμοίωσιν· ἀλλὰ μένων ὃ ἦν, ἔλαβε τὴν τοῦ δούλου μορφὴν, οὐ λειπομένην ὑπάρξεως τῆς ἐν ἐπιδείξει φανερουμένης, διά τε πάθους καὶ ἀναστάσεως καὶ πάσης τῆς οἰκονομίας, ὡς γέγραπται καὶ δεδήλωται. Εἴπατε τοίνυν, πῶς Θεὸν ἐν Ναζαρὲτ γεγενῆσθαι ὑπειλήφατε; ἐπειδὴ καὶ πάντες αἱρετικοὶ τοῦτο λέγειν εἰώθασιν, ὡς Παῦλος ὁ Σαμοσατεὺς Θεὸν ἐκ τῆς Παρθένου ὁμολογεῖ, Θεὸν ἐκ Ναζαρὲτ ὀφθέντα, καὶ ἐντεῦθεν τῆς ὑπάρ ξεως τὴν ἀρχὴν ἐσχηκότα, καὶ ἀρχὴν βασιλείας παρειληφότα· Λόγον δὲ ἐνεργὸν ἐξ οὐρανοῦ, καὶ σοφίαν ἐν αὐτῷ ὁμολογεῖ· τῷ μὲν προορισμῷ πρὸ αἰώνων ὄντα, τῇ δὲ ὑπάρξει ἐκ Ναζαρὲτ ἀναδειχθέντα· ἵνα εἷς εἴη, φησὶν, ὁ ἐπὶ πάντα Θεὸς ὁ Πατήρ. Τοιαύτη τούτου ἡ ἀσέβεια. Μαρκίων δὲ καὶ Μανι χαῖος, Θεὸν ἐπιδημήσατα ἐν Παρθένῳ, καὶ ἀθιγῶς προεληλυθότα, καὶ ἀνεπιδέκτως ἔχοντα κοινω νῆσαι φύσει ἀνθρωπίνῃ, τῇ ὑποπεπτωκυίᾳ τῇ ἁμαρ τίᾳ, καὶ ὑποκειμένῃ τῷ ἄρχοντι τῆς κακίας. Εἰ γὰρ ταύτην προσηγάγετο, καὶ τῷ ἄρχοντι τῆς κακίας ὑποκείσεται, καὶ οὐκ ἔσται χωρὶς ἁμαρτίας ὁ Χρι στός· ἀλλ' ἰδίαν σάρκα ἐπιδεδεῖχθαι ἐξ ἑαυτοῦ καθ' ὁμοίωσιν, ὡς ἠθέλησεν ἐξ οὐρανοῦ ὀφθεῖσαν, καὶ εἰς οὐρανοὺς χωρήσασαν, καὶ θεότητα ὅλην οὖσαν. Οὐαλεντῖνος δὲ πάλιν κοινὸν τῆς Τριάδος τὸ πάθος λέγει, τῆς θεότητος μέρος τὴν σάρκα φανταζόμενος. Ἄρειος δὲ σάρκα μόνην πρὸς ἀποκρυφὴν τῆς θεότη τος ὁμολογεῖ· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου, τουτέστι τῆς ψυχῆς, τὸν Λόγον ἐν τῇ σαρκὶ λέ 26.1137 γει γεγονέναι, τὴν τοῦ πάθους νόησιν, καὶ τὴν ἐξ ᾅδου ἀνάστασιν τῇ θεότητι προσάγειν τολμῶν. Σαβέλλιος δὲ τοῦ Σαμοσατέως Παύλου καὶ τῶν κατ' αὐτὸν ἐπι δέδεικται τὴν γνώμην· δεδοικὼς γὰρ τὴν ἐξ Ἀρείου διαίρεσιν, τῇ ἀναιρετικῇ καταπέπτωκε πλάνῃ. Ὑμεῖς δὲ τίνι πρόσκεισθε, ἢ τίνι βοηθεῖν βούλεσθε; Ἢ, τὸ λεγόμενον, πάμφυλοι γεγόνατε; Πᾶσι γὰρ τοῖς προειρημένοις αἱρετικοῖς συνηνέχθητε, ἀπιστήσαντες τῇ ἑνώσει· καὶ ἀντιλέγοντες τῇ πληρώσει, εἰς ἀναί ρεσιν κεχωρήκατε, διαιρέσεως δειλίαν προφασι ζόμενοι. Ὥσπερ δὲ οἱ διαιροῦντες μεμήνασι, καὶ οἱ παραιροῦντες πεπλάνηνται, οὕτως οἱ ἀναιροῦντες ἀπόλλυνται· ἀληθινῆς τῆς οἰκονομίας γεγενημένης, καὶ τῆς ἀληθείας φανερωθείσης, καὶ τῆς χάρι τος μαρτυρουμένης. Τί τοίνυν προφασιζόμενοι σοφίζεσθε; τί ὑπο κρινόμενοι ὑποκαλύπτετε, καὶ οὐ φανερῶς λέ γετε, ὅτι οὐχὶ λαβὼν δούλου μορφὴν γέγονεν ἄνθρω πος, ἀλλ' ὅτι ὤφθη ὡς ἄνθρωπος; ταύτην παρέχει τὴν πεῦσιν ὑμῶν ὁ λόγος, προφάσει λεγόντων ὁ αὐτὸς καὶ ὁ αὐτός. ∆ιὰ τοῦτο καταλέγειν τῆς ἀληθοῦς οἰκονομίας ἐπιχειρεῖτε συκοφαντοῦντες, καὶ λέγοντες· Ἄνθρωπον λέγουσι τὸν Χριστὸν θεοποιηθέντα. Καὶ ποῦ τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος; καὶ ὅτι Λαβὼν μορφὴν δούλου ἐγένετο ἄνθρωπος; ἢ ἄνθρωπόν φησι μετὰ Θεοῦ ὄντα, ἢ ἄνθρωπόν φησι Θεῷ συμπλακέντα, ἢ ἄνθρωπον ὑπὲρ κόσμου ἀποθανόντα, καὶ μέρος τοῦ κόσμου ὄντα, ἢ ἄνθρωπον τῆς ἁμαρτίας οὐ χωρισθέντα, ἢ ἄνθρωπον ἀγγέλων δεσπόζοντα, ἢ ἄν θρωπον ὑπὸ τῆς κτίσεως προσκυνούμενον, ἢ ἄνθρω πον Κύριον ὄντα, τοῦ Ἀποστόλου λέγοντος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· ἢ ἄνθρωπον σταυρωθέντα, καὶ Κύριον τῆς δόξης ὄντα, ἢ ἄνθρωπον ἀκούοντα· Κάθου ἐκ δεξιῶν μου· ἢ ἄνθρωπον ἐρχόμενον κρίσιν κρῖναι. Αὕτη ἐστὶν ὑμῶν ἡ θολερὰ ἀνατροπὴ, ἢν ποτίζετε τοὺς ἀνθρώπους, καὶ μεθύσκετε. Ἐρω τήσατε τοίνυν Ἰουδαίους, ἵνα, ταῦτα παρ' αὐτῶν ἀκούσαντες τὰ ῥήματα κατὰ Χριστοῦ λεγόμενα, καὶ τῶν εἰς αὐτὸν πεπιστευκότων, ἐρυθριάσητε· μάθετε δὲ καὶ παρὰ τῶν ἄλλων αἱρετικῶν, τὰ αὐτὰ λαλούν των καὶ φρονούντων. Προκείσθω τοίνυν τῶν αἱρετικῶν τὰ δόγματα, καὶ τῆς ὑμετέρας φρονήσεως ἡ γνώμη, καὶ τῆς ἡμετέρας πίστεως ὁ λόγος, καὶ τοῦ