1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

5

σῶμα, καὶ υἱὸς ἀνθρώπου ᾖ παρὰ τὸν Ἀδάμ. ∆ιὸ ὁ μὲν Ματθαῖος υἱὸν Ἀβραὰμ καὶ ∆αβὶδ ἀναγράφει τὸ κατὰ σάρκα· ὁ δὲ Λουκᾶς υἱὸν αὐτὸν τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ γενεαλογεῖ. Εἰ τοίνυν μαθηταί ἐστε τῶν Εὐαγγελίων, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν· ἀλλὰ στοιχεῖτε τοῖς γεγραμμένοις καὶ γενομένοις. Εἰ δὲ ἕτερα παρὰ τὰ γε γραμμένα λαλεῖν βούλεσθε, τί πρὸς ἡμᾶς διαμάχεσθε, τοὺς μήτε ἀκούειν μήτε λέγειν παρὰ τὰ γεγραμμένα πειθομένους; λέγοντος τοῦ Κυρίου, ὅτι Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως ἐλεύ θεροι ἔσεσθε. Πῶς οὖν ἔτι πιστοὶ ἢ Χριστιανοὶ νομισθείητε, οἱ μήτε τοῖς ῥήμασι τοῖς γεγραμμένοις στοιχοῦν τες, μήτε τοῖς γενομένοις πειθόμενοι, ἀλλὰ τὰ ὑπὲρ φύσιν ὁρίζειν τολμῶντες; Ἦ μικρὸν ὑμῖν ἀν θρώποις παρέχειν ἀγῶνα, καὶ πῶς παρέχετε ἀγῶνα Κυρίῳ; Εἰ γὰρ οἱ προφήταις ἀπιστήσαντες κατεκρίθησαν, πόσῳ μᾶλλον οἱ μὴ πειθόμενοι αὐτῷ τῷ ∆εσπότῃ; Ἃ γὰρ αὐτὸς ἠθέλησε καὶ εὐδόκησεν εἰς ἀθέτησιν τῆς ἁμαρτίας καὶ τοῦ θανά του, πῶς ὑμεῖς ἕτερα ἀνθ' ἑτέρων λέγειν ἢ φρονεῖν τολμᾶτε; Εἰ ὁμολογοῦμεν, κἀκεῖνος ὁμολογήσει ἡμᾶς· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦ μεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυ τὸν οὐ δύναται. Τίς οὖν ὑμῶν ἡ τοσαύτη ἀπόνοια τῆς ἀμετρίας, λαλεῖν τὰ μὴ γεγραμμένα, καὶ φρονεῖν ἀλλότρια τῆς εὐσεβείας; Καὶ γὰρ καὶ ὁμοούσιον τὴν σάρκα τῆς θεότητος λέγειν ἐπιχειρεῖτε, οὐ συν ορῶντες διπλῆν ὑμῖν γενομένην τὴν ἀπάντησιν τῆς ἀσεβείας. Ταῦτα γὰρ ὑμῖν ἐπινενόηται λέγειν, ἵνα ἢ τὴν σάρκα ἀρνήσησθε, ἢ τὴν θεότητα βλασφη μήσητε, λέγοντες, φησίν· Ἡμεῖς τὸν ἐκ Μαρίας λέ γομεν ὁμοούσιον τοῦ Πατρός. Αὕτη δὲ ὑμῶν ἡ νομιζομένη εὐφημία δειχθήσεται ἢ περίεργος ἢ ἀνόη τος. Ἐπεὶ τίς τῶν πιστῶν οὐκ ἂν ὁμολογήσειεν, ὅτι ὁ ἐπιδημήσας Θεὸς Λόγος, καὶ ἐκ Παρθένου τῆς ἁγίας Μαρίας προελθὼν ἄνθρωπος, ὁμοούσιος ὢν τοῦ Πατρὸς, ἐκ σπέρματος Ἀβραὰμ γέγονεν ἄνθρωπος, οὗ καὶ υἱὸς ἀναγέγραπται, καὶ ὅτι ὁ ὁμοούσιος τοῦ Θεοῦ Λόγος γέγονε κατὰ σάρκα υἱὸς τοῦ ∆αβίδ; ∆ιὸ καὶ ἐκ σπέρματος τοῦ ∆αβὶδ προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ σάρκα. Πῶς οὖν ταῦτα λέγοντες οὐκ ἐρυθριᾶτε, τὴν σάρκα, τὴν ἐκ σπέρματος ∆αβὶδ γενεαλογουμένην, ὁμοούσιον τοῦ Λόγου ἀποφαινόμενοι; Ἢ πάλιν, ὡς 26.1109 ἔφαμεν, ἀνοήτως ταῦτα λέγετε, οὐ νοοῦντες, ὅτι τὸ ὁμοούσιον τὴν μὲν ταυτότητα τῆς φύσεως ἔχει, τὴν δὲ ἰδίαν τελειότητα ἐν ἑαυτῷ ἐπιδείκνυται. Ὥσπερ γὰρ ὁ Υἱὸς, ὁμοούσιος πρὸς τὸν Πατέρα ὁμολογούμενος, τέλειος πρὸς τέλειον ὁμολογεῖται, καθὰ καὶ τὸ ἅγιον Πνεῦμα· ὁμοούσιος γὰρ ἡ Τριάς. ∆ώσετε οὖν καὶ τῇ ὁμοουσίῳ σαρκὶ τὴν τελειότητα πρὸς τῇ τοῦ Λόγου τελειότητι· ἔσται δὲ καθ' ὑμᾶς τετρὰς ἀντὶ Τριάδος καταγγελλομένη. Καὶ τίς, ἡ τοσαύτη ἐπίνοια τῆς ἀσεβείας; Ἀλλὰ λέγετε· Ὁμοούσιος γέγονε τοῦ Λόγου ἡ σάρξ. Πῶς γέγονεν ὁμοούσιος; Εἴπατε. Λόγος γέγονεν, ἀλλὰ καὶ Πνεῦμα γέγονεν. Εἰ δὲ ὅλως γίνεται θεότης ἐκ μεταποιήσεως ἡ μὴ φύσει οὖσα θεότης, τί τοίνυν μέμφεσθε Ἀρειανοῖς, ταύτην περὶ τοῦ Λόγου προβαλλομένοις τὴν ἔννοιαν; Καίτοι τῆς Γραφῆς λε γούσης, Ὁ Λόγος σὰρξ γέγονεν, οὐχὶ Ἡ σὰρξ Λόγος γέγονεν, Ὁ Λόγος δὲ σὰρξ γέγονεν, εἴρηται· ὅτι τοῦ Λόγου γέγονεν ἡ σὰρξ, καὶ οὐκ ἀνθρώπου τι νός· τουτέστιν ὁ Θεὸς ἄνθρωπος γέγονε· καὶ λέγεται, Σὰρξ γέγονεν, ἵνα μὴ παραδράμητε τῆς σαρκὸς τὸ ὄνομα. Εἰ τοίνυν μὴ ἀρκεῖσθε τῇ ἀσυγχύτῳ φυσικῇ ἑνώσει τοῦ Λόγου πρὸς τὴν ἰδίαν αὐτοῦ γενομέ νην σάρκα· καὶ ὅτι ὁ Θεὸς ἄνθρωπος γέγονε· νῦν οὔτε ἀκούετε, οὔτε πιστεύειν βούλεσθε, οὐκ ἀρκούμε νοι ὑπὲρ πᾶσαν ἐπίνοιαν εὐφημίας σῶμα Θεοῦ ἀκούον τες, κατὰ τὸν λέγοντα· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ· ἥτις ἐστὶ σημασία τοῦ μέλλοντος αἰῶνος, καὶ ἔτι λέγεται σῶμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ Κύριος δὲ λέγει· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου· τὸν Υἱὸν τοῦ Θεοῦ υἱὸν ἀνθρώπου γενόμενον λέγει· κριτήν τε ὄντα ζώντων καὶ νεκρῶν, καὶ βασιλέα καὶ